διὸ δὴ Τραϊανῷ τε καὶ Ἰωάννῃ παρῄνει ἑτέρᾳ ἰοῦσιν ὁδῷ ἐπανήκειν ἐς Ῥωμαίων τὴν γῆν.παρὰ μὲν οὖν Βελισάριον οὐκέτι ἦλθον, ἔχοντες δὲ ποταμὸν Εὐφράτην ἐν δεξιᾷ οὕτω δὴ ἐς Θεοδοσιούπολιν τὴν πρὸς τῷ Ἀβόρρᾳ ποταμῷ ἵκοντο.Βελισάριος δὲ καὶ ὁ Ῥωμαίων στρατὸς οὐδὲν περὶ τοῦ στρατεύματος τούτου πυθόμενοι ἤσχαλλον, ἔς τε δέος καὶ ὑποψίαν οὔτε φορητήν τινα οὔτε μετρίαν ἐμπίπτοντες.χρόνου τε σφίσιν ἐν ταύτῃ δὴ τῇ προσεδρείᾳ τριβέντος συχνοῦ ξυνέβη πολλοῖς τῶν στρατιωτῶν πυρετῷ δυσκόλῳ ἐνταῦθα ἁλῶναι· αὐχμηρὰ γὰρ Μεσοποταμία ἡ Περσῶν κατήκοος ὑπερφυῶς ἐστιν.οὗπερ ἀήθεις ὄντες Ῥωμαῖοι καὶ διαφερόντως οἱ ἐκ Θρᾴκης ὁρμώμενοι, ἐν χωρίῳ ἐκτόπως αὐχμώδει καὶ καλύβαις τισὶ πνιγηραῖς ὥρᾳ θέρους δίαιταν ἔχοντες, ἐνόσησαν οὕτως ὥστε ἡμιθνῆτες τὸ τριτημόριον τοῦ στρατοῦ ἔκειντο.ἅπας μὲν οὖν ὁ στρατὸς ἐνθένδε τε ἀπαλλάσσεσθαι καὶ ὅτι τάχιστα ἐς τὴν οἰκείαν γῆν ἐπανήκειν ἐν σπουδῇ εἶχον, μάλιστα δὲ ἁπάντων οἱ τῶν ἐν Λιβάνῳ καταλόγων ἄρχοντες, Ῥεκίθαγγός τε καὶ Θεόκτιστος, ὁρῶντες ὅτι δὴ καὶ ὁ χρόνος τὸ Σαρακηνῶν ἀνάθημα παρῴχηκεν ἤδη.Βελισαρίῳ γοῦν συχνὰ προσιόντες ἐδέοντο σφᾶς αὐτίκα ἀφεῖναι, μαρτυρόμενοι ὡς Ἀλαμουνδάρῳ τά τε ἐπὶ Λιβάνου καὶ Συρίας χωρία ἐνδόντες κάθηνται αὐτοῦ οὐδενὶ λόγῳ.Διὸ δὴ Βελισάριος ἅπαντας ξυγκαλέσας τοὺς ἄρχοντας βουλὴν προὔθηκεν.οὗ δὴ ἀναστὰς πρῶτος. Ἰωάννης ὁ Νικήτου υἱὸς ἔλεξε τοιάδε “Ἄριστε Βελισάριε, στρατηγὸν μὲν οὔτε τὴν τύχην οὔτε τὴν ἀρετὴν ἐκ τοῦ παντὸς χρόνου γεγενῆσθαι τοιοῦτον οἶμαι οἶος αὐτὸς εἶ.δόξα τε αὕτη οὐ Ῥωμαίων κεκράτηκε μόνον, ἀλλὰ καὶ βαρβάρων ἁπάντων.ταύτην μέντοι βεβαιότατα διαφυλάξεις τὴν εὔκλειαν, ἤν γε ζῶντας ἡμᾶς ἐς Ῥωμαίων τὴν γῆν διασώσασθαι δυνατὸς εἴης· ὡς νῦν γε ἡμῖν τὰ τῆς ἐλπίδος οὐκ ἐν καλῷ κεῖται. οὑτωσὶ γάρ μοι περὶ τοῦδε τοῦ στρατοῦ σκόπει.Σαρακηνοὶ μὲν καὶ οἱ τῶν στρατιωτῶν μαχιμώτατοι Τίγρην ποταμὸν διαβάντες, ἡμέραν οὐκ οἶδα ὁπόστην ἄνω ἐς τοῦτο τύχης ἀφίκοντο ὥστε οὐδὲ ἄγγελον πέμψαι τινὰ παρ’ ἡμᾶς ἴσχυσαν· Ῥεκίθαγγός τε καὶ Θεόκτιστος ἀποπορεύσονται, ὡς ὁρᾷς δήπουθεν, αὐτίκα δὴ μάλα τὸν Ἀλαμουνδάρου στρατὸν ἐν Φοίνιξι μέσοις εἶναι οἰόμενοι, ἄγοντά τε καὶ φέροντα ξύμπαντα τὰ ἐκείνῃ χωρία.τῶν δὲ λειπομένων οἱ νοσοῦντές εἰσι τοσοῦτοι τὸ πλῆθος ὥστε τοὺς θεραπεύσοντάς τε καὶ κομιοῦντας ἐς Ῥωμαίων τὴν γῆν ἐλάσσους αὐτῶν παρὰ πολὺ τὸν ἀριθμὸν εἶναι.τούτων δὲ τοιούτων ὄντων, ἤν τι ξυμβαίη πολέμιον ἢ αὐτοῦ μένουσιν ἢ ὀπίσω ἰοῦσιν ἡμῖν ἀπαντῆσαι, οὐδ’ ἄν τις ἀπαγγεῖλαι τοῖς ἐν Δάρας Ῥωμαίοις δύναιτο τὸ ξυμπεσὸν πάθος.τὸ γὰρ ἐπίπροσθέ πη ἰέναι οὐδὲ λόγῳ οἶμαι δυνατὸν εἶναι. ἕως οὖν ἔτι λείπεταί τις ἐλπίς, τὰ ἐς τὴν ἐπάνοδον βουλεύεσθαί τε καὶ πράσσειν ξυνοίσει.τοῖς γὰρ ἐς κίνδυνον ἄλλως τε καὶ τοιοῦτον καθεστηκόσι μὴ τὴν σωτηρίαν διασκοπεῖσθαι, ἀλλὰ τὴν ἐςτοὺς πολεμίους ἐπιβουλὴν πολλὴ ἄνοια.” τοσαῦτα Ἰωάννης τε εἶπε καὶ οἱ λοιποὶ πάντες ἐπῄνεσαν, ἔς τε θόρυβον καθιστάμενοι τὴν ἀναχώρησιν κατὰ τάχος ποιεῖσθαι ἠξίουν.διὸ δὴ Βελισάριος πρότερον τοὺς νοσοῦντας ἐν τοῖς ὑποζυγίοις ἐνθέμενος,ὑπῆγεν ὀπίσω τὸ στράτευμα. ἐπειδή τε τάχιστα ἐν γῇ τῇ Ῥωμαίων ἐγένοντο, ἅπαντα μὲν τὰ τῷ Ἀρέθᾳ εἰργασμένα ἔγνω, δίκην μέντοι λαβεῖν οὐδεμίαν παρ’ αὐτοῦ ἴσχυσεν, ἐπεί οἱ ἐς ὄψιν οὐκέτι ἦλθεν. ἡ μὲν οὖν Ῥωμαίων ἐσβολὴ ἐς τοῦτο ἐτελεύτα.Χοσρόῃ δὲ Πέτραν ἑλόντι Βελισάριος ἐσβαλὼν ἐς γῆν τὴν Περσίδα ἠγγέλλετο καὶ ἡ ἀμφὶ πόλιν Νίσιβιν ξυμβολή, φρουρίου τε τοῦ Σισαυράνων ἡ ἅλωσις, καὶ ὅσα Τίγρην ποταμὸν διαβὰν τὸ ξὺν τῷ Ἀρέθᾳ στράτευμα ἔπρασσεν.αὐτίκα τε φυλακὴν ἐν τῇ Πέτρᾳ καταστησάμενος, ξὺν τῷ ἄλλῳ στρατῷ καὶ Ῥωμαίων τοῖς ἁλοῦσιν ἐς τὰ Περσῶν ἤθη ἀπήλαυνε.ταῦτα μὲν ἐν τῇ δευτέρᾳ Χοσρόου ἐσβολῇ ξυνηνέχθη γενέσθαι. Βελισάριος δὲ βασιλεῖ ἐς Βυζάντιον μετάπεμπτος ἐλθὼν διεχείμαζεν.Ἅμα δὲ ἦρι ἀρχομένῳ Χοσρόης ὁ Καβάδου τὸ τρίτον στρατῷ μεγάλῳ ἐς γῆν τὴν Ῥωμαίων ἐσέβαλλε, ποταμὸν Εὐφράτην ἐν δεξιᾷ ἔχων.Κάνδιδος δέ, ὁ Σεργιουπόλεως ἱερεύς, ἐπειδὴ τὸν Μήδων στρατὸν ἄγχιστά που ἥκειν ἐπύθετο, δείσας περί τέ οἱ αὐτῷ καὶ τῇ πόλει, ἐπεὶ χρόνῳ τῷ ξυγκειμένῳ Χοσρόῃ τὰ ὡμολογημένα ὡς ἥκιστα ἐπετέλεσεν, ἐν τῷ τῶν πολεμίων στρατοπέδῳ γενόμενος παρῃτεῖτο Χοσρόην μή οἱ διὰ ταῦτα χαλεπῶς ἔχειν.χρήματα μὲν γὰρ οὐδεπώποτε αὐτῷ γεγονέναι, καὶ διὰ τοῦτο ἀρχὴν οὐδὲ βεβουλῆσθαι Σουρηνοὺς ῥύεσθαι, βασιλέα δὲ Ἰουστινιανὸν ὑπὲρ τούτων πολλὰ ἱκετεύσας ἀνόνητος αὐτοῦ γεγενῆσθαι.Χοσρόης δὲ αὐτὸν ἐν φυλακῇ ἔσχε, καὶ τὸ σῶμα πικρότατα αἰκιζόμενος διπλάσια τὰ χρήματα, ᾗπερ ξυνέκειτο, πράττειν ἠξίου.ὁ δὲ αὐτὸν ἐς Σεργιούπολίν τινας ἱκέτευε πέμψαι τὰ κειμήλια ξύμπαντα τοῦ ἐνταῦθα ἱεροῦ ληψομένους.καὶ ἐπεὶ κατὰ ταῦτα ὁ Χοσρόης ἐποίει, τῶν οἱ ἑπομένων τινὰ ὁ Κάνδιδος ξὺν αὐτοῖς ἔπεμψεν.οἱ μὲν οὖν Σεργιουπολῖται τοὺς παρὰ Χοσρόου σταλέντας τῇ πόλει δεξάμενοι τῶν κειμηλίων πολλὰ ἔδοσαν, ἄλλο οὐδὲν σφίσιν ἀπολελεῖφθαι ἰσχυριζόμενοι.