Ἔστι δὲ Πέτρα πόλις ἐπιθαλασσία ἐν Κόλχοις, πρὸς τῷ Εὐξείνῳ καλουμένῳ πόντῳ, ἣν δὴ φαῦλόν τι χωρίον τὰ πρότερα οὖσαν Ἰουστινιανὸς βασιλεὺς τῷ τε περιβόλῳ καὶ τῇ ἄλλῃ κατασκευῇ ἐχυράν τε καὶ ἄλλως ἐπιφανῆ κατεστήσατο.ἐνταῦθα τὸ Ῥωμαίων στράτευμα εἶναι ξὺν τῷ Ἰωάννῃ μαθὼν ὁ Χοσρόης στρατιάν τε καὶ στρατηγὸν Ἀνιαβέδην ὡς αὐτοβοεὶ ἐξελοῦντας ἐπ’ αὐτοὺς ἔπεμψε.γνοὺς δὲ Ἰωάννης τὴν ἔφοδον οὔτε τοῦ περιβόλου τινὰ ἔξω γενέσθαι οὔτε ἀπὸ τῶν ἐπάλξεων φανῆναι τοῖς πολεμίοις ἐκέλευσεν, ἀλλὰ πᾶν ἐξοπλίσας τὸ στράτευμα πλησίον που τῶν πυλῶν ἔστησεν, ἐπιστείλας σιγῇ ἔχεσθαι, μήτε ἦχον μήτε φωνὴν ἀφιέντας τινά.οἱ γοῦν Πέρσαι ἄγχιστά που τοῦ περιβόλου γενόμενοι, ἐπεὶ οὐδὲν σφίσι πολέμιον οὔτε καθεωρᾶτο οὔτ’ ἠκούετο, ἔρημον ἀνδρῶν εἶναι τὴν πόλιν, Ῥωμαίων αὐτὴν ἐκλελοιπότων, ἐνόμιζον.διὸ δὴ ἔτι μᾶλλον ἀμφὶ τὸν περίβολον ἦλθον, ὡς κλίμακας εὐθύς, ἅτε οὐδενὸς ἀμυνομένου,ἐπιθήσοντες. πολέμιόν τε οὐδὲν οὔτε ὁρῶντες οὔτε ἀκούοντες, πέμψαντες παρὰ Χοσροην τὰ παρόντα σφίσιν ἐδήλουν.καὶ ὃς τὸ μὲν πλεῖστον τοῦ στρατοῦ πέμψας πανταχόθεν ἀποπειρᾶσθαι τοῦ περιβόλου ἐκέλευε, κριῷ τε τῇ μηχανῇ ἀμφὶ τᾶς πύλας χρῆσθαι τῶν τινι ἀρχόντων ἐπέστελλεν, ἐν δὲ τῷ λόφῳ καθήμενος ὃς δὴ τῇ πολει ὡς ἀγχοτάτω ἐπίκειται, θεατὴς τῶν πρασσομένων ἐγίνετο.αὐτίκα δὲ Ῥωμαῖοι τάς τε πύλας ἀνέκλινον ἐκ τοῦ αἰφνιδίου καὶ ἀπροσδόκητοι ἐπιπεσόντες πλείστους τῶν πολεμίων διέφθειραν, καὶ μάλιστα τοὺς ἀμφὶ τὸν κριὸν τεταγμένους· οἱ δὲ λοιποὶ μόλις ξὺν τῷ στρατηγῷ διαφυγόντες ἐσώθησαν.θυμῷ τε ὁ Χοσρόης ἐχόμενος Ἀνιαβέδην ἀνεσκολόπισεν, ἅτε καταστρατηγηθέντα πρὸς τοῦ Ἰωάννου, καπήλου τε καὶ ἀπολέμου τὸ παράπαν ἀνδρός.τινὲς δὲ οὐκ Ἀνιαβέδην, ἀλλὰ τὸν ἄρχοντα ὃς δὴ ἐφειστήκει τοῖς τὸν κριὸν ἐνεργοῦσιν, ἀνασκολοπισθῆναί φασιν.αὐτὸς δὲ ἄρας παντὶ τῷ στρατῷ ἄγχιστά τε τοῦ Πέτρας περιβόλου ἀφίκετο καὶ στρατοπεδευσάμενος ἐς πολιορκίαν καθίστατο.τῇ δὲ ὑστεραίᾳ κύκλῳ περιιὼν τὸν περίβολον, ἐπεὶ οὐ λίαν ἀξιόμαχον αὐτὸν ὑπώπτευσεν εἶναι, τειχομαχεῖν ἔγνω. τό τε στράτευμα ὅλον ἐνταῦθα ἐπαγαγὼν ἔργου εἴχετο, καὶ τοξεύειν ἅπαντας ἐπὶ τὰς ἐπάλξεις ἐκέλευε.Ῥωμαῖοι δὲ ἀμυνόμενοι ταῖς τε μηχαναῖς καὶ πᾶσιν ἐχρῶντο τοξεύμασι. τὰ μὲν οὖν πρῶτα Πέρσαι, καίπερ συχνὰ κομιδῆ βάλλοντες, ὀλίγα τε Ῥωμαίους ἐλύπουν καὶ πολλὰ πρὸς ἐκείνων, ἅτε ἀφ’ ὑψηλοῦ βαλλόμενοι,κακὰ ἔπασχον. ἔπειτα δέ ʽκαὶ γὰρ ἔδει Πέτραν Χοσρόῃ ἁλῶναἰ βληθεὶς Ἰωάννης τύχῃ τινὶ ἐς τὸν τράχηλον θνήσκει, καὶ ἀπ’ αὐτοῦ οἱ ἄλλοι Ῥωμαῖοι ἐς ὀλιγωρίαν ἁπάντων κατέστησαν.τότε μὲν οὖν οἱ βάρβαροι ἐς τὸ στρατόπεδον ἀνεχώρησαν· ἤδη γὰρ καὶ ξυνεσκόταζε· τῇ δὲ ὑστεραίᾳ διώρυχα ἐπὶ τὸν περίβολον ἐπενόουν τρόπῳ τοιῷδε.Πέτρα ἡ πόλις πὴ μὲν ἐκ θαλάσσης ἀπρόσοδός ἐστι, πὴ δὲ ἐκ πετρῶν ἀποτόμων, αἳ ταύτῃ πανταχόθεν ἀνέχουσιν· ἀφ’ οὗ δὴ καὶ τὴν προσηγορίαν ἔλαχε ταύτην.μίαν δὲ εἴσοδον ἐν τῷ ὁμαλεῖ ἔχει, καὶ ταύτην οὐ λίαν εὐρεῖαν· κρημνοὶ γὰρ αὐτῆς ἐφ’ ἑκάτερα ἐξαίσιοι ἀποκρέμανται.ἐνταῦθα προορώμενοι τὰ πρότερα οἱ τὴν πόλιν δειμάμενοι μὴ σφίσι τὸ ἐκείνῃ τοῦ περιβόλου μέρος ἐπίμαχον εἴη, τείχη μακρὰ παρὰ τὸν κρημνὸν ἑκάτερον τῆς εἰσόδου ἐπὶ πλεῖστον πεποίηνται.τούτων τε τῶν τειχῶν ἑκατέρωθι πύργους ἐτεκτήναντο δύο, οὐχ ᾗπερ εἰώθει, ἀλλὰ τρόπῳ ἑτέρῳ.κενὸν γὰρ τὸ ἐν μέσῳ τῆς οἰκοδομίας χωρίον οὐδαμῆ εἴασαν, ἀλλ’ ὅλους ἐκ γῆς ἄχρι ἐς ὕψος μέγα τοὺς πύργους λίθοις παμμεγέθεσιν ἀλλήλων ἐχομένοις εἰργάσαντο, ὅπως δὴ κριῷ ἢ μηχανῇ ἄλλῃ ὡς ἥκιστα κατασείοιντο. τὰ μὲν οὖν Πέτρας τοῦ περιβόλου ταύτῃ πη ἔχει.Πέρσαι δὲ λάθρα ἐς τὴν γῆν κατώρυχα ποιησάμενοι ἔνερθεν θατέρου τῶν πύργων ἐγένοντο, τῶν τε λίθων ἐνθένδε πολλοὺς ἐκφοροῦντες, ξύλα ἐς τὴν ἐκείνων ἐτίθεντο χώραν, ἅπερ ὀλίγῳ ὕστερον ἔκαυσαν.ἥ τε φλὸξ κατὰ βραχὺ αἰρομένη, διέθρυψε μὲν τὴν τῶν λίθων ἰσχύν, ὅλον δὲ τὸν πύργον κατασείσασα ἐκ τοῦ αἰφνιδίου ἐς τὸ ἔδαφος καθεῖλεν αὐτίκα.Ῥωμαῖοι δὲ οἳ ἐν τῷ πύργῳ ἦσαν τοσοῦτον τῶν ποιουμένων ᾔσθοντο πρότερον, ὅσον αὐτῷ μὴ ξυμπεσεῖν ἐς τὸ ἔδαφος, ἀλλὰ φυγόντες ἐντὸς τοῦ τῆς πόλεως περιβόλου γενέσθαι.παρῆν τε ἤδη τοῖς πολεμίοις ἐν τῷ ὁμαλεῖ τειχομαχοῦσι πόνῳ ἐν οὐδενὶ τὴν πόλιν κατὰ κράτος ἑλεῖν.διὸ δὴ κατωρρωδηκότες Ῥωμαῖοι τοῖς βαρβάροις ἐς λόγους ἦλθον, καὶ τὰ πιστὰ ὑπέρ τε τῶν σωμάτων καὶ τῶν χρημάτων πρὸς Χοσρόου λαβόντες, σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν ὁμολογίᾳ παρέδοσαν. οὕτω μὲν Πέτραν Χοσρόης εἷλε.καὶ τὰ μὲν Ἰωάννου χρήματα λίαν ἁδρὰ εὑρὼν αὐτὸς ἔλαβε, τῶν δὲ ἄλλων οὐδενὸς οὔτε αὐτὸς οὔτε τις τῶν Περσῶν ἥψατο, ἀλλὰ Ῥωμαῖοι τὰ σφέτερα αὐτῶν ἔχοντες τῷ Μήδων στρατῷ ἀνεμίγνυντο.Ἐν τούτῳ δὲ Βελισάριός τε καὶ ὁ Ῥωμαίων στρατός, οὐδέν τι πεπυσμένοι ὧν ταύτῃ ἐπράσσετο, κόσμῳ πολλῷ ἐκ Δάρας πόλεως ἐπὶ Νίσιβιν ᾔεισαν.ἐπειδὴ δὲ τῆς ὁδοῦ κατὰ μέσον ἐγένοντο, Βελισάριος μὲν ἐν δεξιᾷ τὸ στράτευμα ἦγεν, οὗ δὴ πηγαί τε ὑδάτων διαρκεῖς ἦσαν καὶ πεδίον ἅπασιν ἐνστρατοπεδεύσασθαι ἱκανῶς ἔχον.