τούς τε γὰρ ἅλας καὶ ὅσα ἄλλα φορτία Λαζοῖς ἀναγκαῖα ἐδόκει εἶναι, οὐκέτι φέρειν ἐς γῆν τὴν Κολχίδα τοῖς ἐμπόροις ἐξῆν, ἢ ἄλλοθι ἐνθένδε ὠνεῖσθαι, ἀλλ’ ἐν Πέτρᾳ ξυστησάμενος τὸ δὴ καλούμενον μονοπώλιον αὐτὸς κάπηλός τε καὶ ξυμπάσης τῆς περὶ ταῦτα ἐργασίας ἐπιστάτης ἐγίγνετο, ἅπαντα ὠνούμενός τε καὶ ἀποδιδόμενος Κόλχοις, οὐχ ᾗπερ εἴθιστο, ἀλλ’ ᾗπερ ἐξῆν.ἅμα δὲ καὶ ἄλλως οἱ βάρβαροι ἤχθοντο ἐπιχωριάζοντι αὐτοῖς οὐκ εἰωθὸς πρότερον τῷ Ῥωμαίων στρατῷ. ἃ δὴ οὐκέτι φέρειν οἷοί τε ὄντες Πέρσαις τε καὶ Χοσρόῃ προσχωρεῖν ἔγνωσαν, πρέσβεις τε αὐτίκα τοὺς ταῦτα διαπραξομένους κρύφα Ῥωμαίων παρ’ αὐτοὺς ἔπεμψαν.οἷς δὴ εἴρητο τὰ πιστὰ πρὸς Χοσρόου λαβοῦσιν ὅτι γε οὔποτε Λαζοὺς ἄκοντας ἐκδώσει Ῥωμαίοις, οὕτω δὴ αὐτὸν ξὺν τῷ Περσῶν στρατῷ ἐς τὴν χώραν ἐπαγαγέσθαι.Ἀφικόμενοι τοίνυν ἐς Πέρσας οἱ πρέσβεις καὶ Χοσρόῃ λάθρα ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε “Εἴ τινας καὶ ἄλλους ἐκ τοῦ παντὸς χρόνου τῶν μὲν οἰκείων ἀποστάντας ὅντινα δὴ τρόπον, ἀνδράσι δὲ τὸ παράπαν ἀγνῶσι προσκεχωρηκότας οὐ δέον αὖθις εὖ ποιοῦσα ἡ τύχη ὡς μάλιστα ἀσμένους ἐπὶ τοὺς πρὶν ἐπανήγαγεν ἐπιτηδείους, τοιούτους δή τινας καὶ Λαζούς, ὦ μέγιστε βασιλεῦ,νόμιζε εἶναι. Κόλχοι γὰρ Πέρσαις σύμμαχοι τὸ ἀνέκαθεν ὄντες πολλά τε εἰργάσαντο αὐτοὺς ἀγαθὰ καὶ αὐτοὶ ἔπαθον· ὧν δὴ ἐν γράμμασι μνημεῖα πολλὰ ἡμεῖς τε ἔχομεν κἀν τοῖς βασιλείοις τοῖς σοῖς ἐς τὸ παρὸν διασώζεται.χρόνῳ δὲ ὕστερον τοῖς ἡμετέροις προγόνοις τετύχηκεν εἴτε παρ’ ὑμῶν ἀμεληθεῖσιν εἴτε ἄλλου του ἕνεκα ʽοὐ γὰρ ἔχομέν τι σαφὲς περὶ τούτων εἰδέναἰ Ῥωμαίοις ἐνσπόνδοις γενέσθαι.καὶ νῦν ἡμεῖς τε καὶ ὁ Λαζικῆς βασιλεὺς δίδομεν Πέρσαις ἡμᾶς τε αὐτοὺς καὶ γῆν τὴν ἡμετέραν ὅ τι βούλοισθε χρῆσθαι.δεόμεθα δὲ ὑμῶν οὑτωσὶ σκοπεῖσθαι περὶ ἡμῶν· εἰ μὲν οὐδὲν πρὸς Ῥωμαίων πεπονθότες δεινόν, ἀλλ’ ἀγνωμοσύνῃ ἐχόμενοι κεχωρήκαμεν εἰς ὑμᾶς, τήνδε ἡμῶν εὐθὺς ἀποσείσασθε τὴν ἱκετείαν, οὐδὲ ὑμῖν ποτε πιστοὺς ἔσεσθαι Κόλχους οἰόμενοι ʽφιλίας γὰρ διαλελυμένης ὁ τρόπος τῆς μετ’ ἐκείνην πρὸς ἑτέρους καθισταμένης ἔλεγχος γίγνεταἰ·εἰ δὲ λόγῳ μὲν φίλοι Ῥωμαίων, ἔργῳ δὲ ἀνδράποδα γεγονότες πιστά, ἔργα πεπόνθαμεν πρὸς τῶν ἐφ’ ἡμῖν τετυραννηκότων ἀνόσια, δέξασθε μὲν ἡμᾶς τοὺς πρόσθε ξυμμάχους, κτήσασθε δὲ δούλους οἷς φίλοις ἐχρῆσθε, μισήσατε δὲ τυραννίδα πικρὰν οὕτως ἡμῖν ἐν γειτόνων ἐγηγερμένην, τῆς δικαιοσύνης ἄξια πράσσοντες ἣν περιστέλλειν ἀεὶ πάτριον Πέρσαις.οὐ γὰρ ὁ μηδὲν αὐτὸς ἀδικῶν δίκαιος, εἰ μὴ καὶ τοὺς ὑφ’ ἑτέρων ἀδικουμένους ἔχων ἐν ἐξουσίᾳ ῥύεσθαι πέφυκεν.ἔνια δὲ εἰπεῖν ὧν τετολμήκασιν οἱ κατάρατοι Ῥωμαῖοι καθ’ ἡμῶν ἄξιον. τῷ μὲν γὰρ ἡμετέρῳ βασιλεῖ τὸ σχῆμα μόνον τῆς βασιλείας ἀπολιπόντες, αὐτοὶ τὴν ἐξουσίαν ἐπὶ τῶν ἔργων ἀφῄρηνται, καὶ κάθηται βασιλεὺς ἐν ὑπηρέτου μοίρα, τὸν ἐπιτάττοντα στρατηγὸν δεδιώς·στρατιᾶς δὲ ἡμῖν ἐπέστησαν πλῆθος, οὐχ ὅπως τὴν χώραν ἀπὸ τῶν ἐνοχλούντων φρουρήσουσιν ʽοὐ γὰρ οὐδέ τις τῶν ὁμόρων ἡμᾶς πλήν γε δὴ Ῥωμαίων ἠνώχλησεν̓, ἀλλ’ ὅπως ἡμᾶς ὥσπερ ἐν δεσμωτηρίῳ καθείρξαντες κύριοι τῶν ἡμετέρων γενήσονται.λογισάμενοι δὲ συντομωτέραν ποιήσασθαι τὴν τῶν ἡμῖν ὑπαρχόντων ἀφαίρεσιν, ὅρα, ὦ βασιλεῦ,ἐς ὁποίαν τινὰ ἔννοιαν ἦλθον· τῶν ἐπιτηδείων ἃ μὲν περιττὰ παρ’ ἐκείνοις εἶναι τετύχηκεν, ἀναγκάζουσιν οὐχ ἑκόντας ὠνεῖσθαι Λαζούς, ὅσα δὲ αὐτοῖς χρησιμώτατα φέρειν Λαζικὴ πέφυκεν, οἵδε ἀξιοῦσι δῆθεν τῷ λόγῳ παρ’ ἡμῶν πρίασθαι, τιμῆς ἑκατέρωθι γνώμῃ τῶν κρατούντων ὁριζομένης.οὕτω τε ξὺν τοῖς ἀναγκαίοις ἅπαν ἀφαιροῦνται τὸ χρυσίον ἡμᾶς, ὀνόματι μὲν τῷ τῆς ἐμπορίας εὐπρεπεῖ χρώμενοι, ἔργῳ δὲ ἡμᾶς ὡς ἔνι μάλιστα βιαζόμενοι. ἐφέστηκέ τε ἡμῖν ἄρχων κάπηλος, τὴν ἡμετέραν ἀπορίαν ἐργασίαν τινὰ τῇ τῆς ἀρχῆς ἐξουσίᾳ πεποιημένος.ἡ μὲν οὖν τῆς ἀποστάσεως αἰτία τοιαύτη τις οὖσα τὸ δίκαιον ἐφ’ ἑαυτῆς ἔχει· ὅσα δὲ ὑμῖν αὐτοῖς ξύμφορα ἔσται δεχομένοις τὴν Λαζῶν δέησιν αὐτίκα ἐροῦμεν.τῇ Περσῶν ἀρχῇ βασιλείαν ἀρχαιοτάτην προσθήσετε, μηκυνόμενόν τε ἀπ’ αὐτῆς ἕξετε τὸ τῆς ἡγεμονίας ἀξίωμα, μετεῖναι δὲ τῆς Ῥωμαίων θαλάσσης ὑμῖν διὰ τῆς ἡμετέρας ξυμβήσεται χώρας, ἐν ᾗ πλοῖά σοι, ὦ βασιλεῦ, ναυπηγουμένῳ βατὸν οὐδενὶ πόνῳ τὸ ἐν Βυζαντίῳ παλάτιον ἔσται. μεταξὺ γὰρ ἐναντίωμα οὐδέν ἐστι.προσθείη δ’ ἄν τις ὡς καὶ ληίζεσθαι τοὺς ὁμόρους βαρβάρους τὴν Ῥωμαίων γῆν ἀνὰ πᾶν ἔτος ἐφ’ ὑμῖν κείσεται.ὄρεσι γὰρ τοῖς Καυκασίοις ἐπιτείχισμα μέχρι τοῦδε γεγονέναι τὴν Λαζῶν χώραν πάντως που καὶ ὑμεῖς ξυνεπίστασθε.ἡγουμένου τοίνυν τοῦ δικαίου, προσόντος δὲ τοῦ ξυμφέροντος, τὸ μὴ οὐχὶ τοὺς λόγους προσέσθαι οὐδεμιᾶς ἂν εὐβουλίας οἰόμεθα εἶναι.” τοσαῦτα μὲν οἱ πρέσβεις εἶπον.Χοσρόης δὲ τοῖς λόγοις ἡσθεὶς ἀμύνειν τε Λαζοῖς ὡμολόγησε καὶ τῶν πρέσβεων ἐπυνθάνετο εἴ οἱ στρατῷ μεγάλῳ ἐς γῆν τὴν Κολχίδα ἰέναι δυνατὰ εἴη.πολλῶν γὰρ ἀπαγγελλόντων ἔφασκεν ἀκηκοέναι τὰ πρότερα δύσοδον ἐπιεικῶς καὶ ἀνδρὶ εὐζώνῳ τὴν χώραν εἶναι, κρημνώδη τε ὑπερφυῶς οὖσαν καὶ δένδροις συχνοῖς τε καὶ ἀμφιλαφέσιν ἐπὶ μακρότατον συνεχομένην.