καὶ αὐτοῦ οἱ πολῖται ἀνεπυνθάνοντο εἴ τι φέρων ἀγαθὸν σφίσιν ἐκ βασιλέως Αὐγούστου ἥκοι. ὁ δὲ ἀποκρινάμενος Ἐδεσσηνοῖς ἐνεγκεῖν ἔφη λύπην τε ἀζήμιον καὶ χαρὰν ἀκερδῆ, τὴν τοῦ ἱπποδρομίου παραδηλῶν τύχην.Χρόνῳ δὲ ὕστερον πόρρω που ἡλικίας Αὔγαρος ἥκων νόσῳ ποδάγρας χαλεπῆς τινος ὑπερφυῶς ἥλω. ταῖς γοῦν ὀδύναις ἀχθόμενος καὶ τῇ ἐνθένδε ἀκινησίᾳ ἐπὶ τοὺς ἰατροὺς τὸ πρᾶγμα ἦγεν, ἐκ πάσης τε γῆς ξυνέλεγε τοὺς περὶ ταῦτα σοφοὺς ἅπαντας.ὧν δὴ ὕστερον ʽοὐ γάρ οἱ ἄκεσίν τινα τοῦ κακοῦ ἐξευρεῖν ἴσχυον’ ἀπέστη τε καὶ ἐς ἀμηχανίαν ἐμπεσὼν τύχας τὰς παρούσας ὠδύρετο.ὑπὸ δὲ τὸν χρόνον ἐκεῖνον Ἰησοῦς ὁ τοῦ θεοῦ παῖς ἐν σώματι ὢν τοῖς ἐν Παλαιστίνῃ ἀνθρώποις ὡμίλει, τῷ τε μηδὲν τὸ παράπαν ἁμαρτεῖν πώποτε, ἀλλὰ καὶ τὰ ἀμήχανα ἐξεργάζεσθαι διαφανῶς ἐνδεικνύμενος ὅτι δὴ τοῦ θεοῦ παῖς ὡς ἀληθῶς εἴη·νεκρούς τε γὰρ καλῶν ἐξανίστη ὥσπερ ἐξ ὕπνου καὶ πηροῖς τοὺς ὀφθαλμοὺς οὕτω τεχθεῖσιν ἀνέῳγε, σώματός τε ὅλου λεύκας ἐκάθηρε καὶ ποδῶν πήρωσιν ἔλυσε, καὶ ὅσα ἄλλα ἰατροῖς πάθη ἀνίατα ὠνομασμένα ἐστί.ταῦτα ἀπαγγελλόντων Αὔγαρος τῶν ἐκ Παλαιστίνης ἐς τὴν Ἔδεσσαν ἐπιχωριαζόντων ἀκούσας, ἐθάρσησέ τε καὶ γράμματα πρὸς τὸν Ἰησοῦν γράψας ἐδεῖτο αὐτοῦ ἀπαλλάσσεσθαι μὲν τῆς Ἰουδαίας καὶ τῶν ἐνταῦθα ἀγνωμόνων ἀνθρώπων, αὐτῷ δὲ τὸ λοιπὸν ξυμβιοτεύειν.ἐπεὶ ταῦτα ὁ Χριστὸς ἀπενεχθέντα εἶδεν, ἀντέγραψε πρὸς τὸν Αὔγαρον, ὡς μὲν οὐκ ἀφίξεται ἄντικρυς ἀπολέγων, τὴν δὲ ὑγίειαν τῷ γράμματι ὑποσχόμενος.φασὶ δὲ καὶ τοῦτο αὐτὸν ἐπειπεῖν, ὡς οὐδὲ ἡ πόλις ποτὲ βαρβάροις ἁλώσιμος ἔσται. τοῦτο τῆς ἐπιστολῆς τὸ ἀκροτελεύτιον οἱ μὲν ἐκείνου τοῦ χρόνου τὴν ἱστορίαν ξυγγράψαντες οὐδαμῆ ἔγνωσαν· οὐ γὰρ οὖν οὐδέ πη αὐτοῦ ἐπεμνήσθησαν· Ἐδεσσηνοὶ δὲ αὐτὸ ξὺν τῇ ἐπιστολῇ εὑρέσθαι φασίν, ὥστε ἀμέλει καὶ ἀνάγραπτον οὕτω τὴν ἐπιστολὴν ἀντ’ ἄλλου του φυλακτηρίου ἐν ταῖς τῆς πόλεως πεποίηνται πύλαις.γέγονε μὲν οὖν ὑπὸ Μήδοις χρόνῳ τινὶ ὕστερον, οὐχ ἁλοῦσα μέντοι, ἀλλὰ τρόπῳ τοιῷδε.ἐπειδὴ τὸ γράμμα τοῦ Χριστοῦ Αὔγαρος ἔλαβε, κακῶν μὲν ὀλίγῳ ὕστερον ἀπαθὴς γέγονε, συχνὸν δὲ τῇ ὑγιείᾳ ἐπιβιοὺς χρόνον ἐτελεύτησεν· ὅστις δὲ διεδέξατο τὴν βασιλείαν τῶν αὐτοῦ παίδων, ἀνοσιώτατος γεγονὼς ἁπάντων ἀνθρώπων, ἄλλα τε πολλὰ ἐς τοὺς ἀρχομένους ἐξήμαρτε καὶ τὴν ἐκ Ῥωμαίων δεδιὼς τίσιν προσεχώρησεν ἑκούσιος Πέρσαις.χρόνῳ τε πολλῷ Ἐδεσσηνοὶ ὕστερον ἀνελόντες τῶν βαρβάρων τοὺς σφίσιν ἐνδημοῦντας φρουροὺς ἐνέδοσαν Ῥωμαίοις τὴν πόλιν. αὐτῷ προσποιεῖσθαι ἐπιμελές ἐστι, τεκμαιρόμενος οἷς ἐν τοῖς κατ’ ἐμὲ χρόνοις γέγονεν, ἅπερ ἐν τοῖς καθήκουσι λόγοις δηλώσω.καί μοί ποτε ἔννοια γέγονεν ὡς εἰ μὴ ταῦτα ἅπερ ἐρρήθη ὁ Χριστὸς ἔγραψεν, ἀλλ’ ὅτι ἐς τοῦτο δόξης ἄνθρωποι ἦλθον, φυλάξαι διὰ τοῦτο ἀνάλωτον ἐθέλει τὴν πόλιν, ὡς μήποτε αὐτοῖς πλάνης τινὰ σκῆψιν διδοίη. ταῦτα μὲν οὖν ὅπη τῷ θεῷ φίλον, ταύτῃ ἐχέτω τε καὶ λεγέσθω.Χοσρόῃ δὲ τότε προὔργου διὰ ταῦτα ἔδοξεν εἶναι Ἔδεσσαν ἐξελεῖν. καὶ ἐπεὶ ἐς Βάτνην ἀφίκετο, πόλισμα μὲν βραχὺ καὶ λόγου οὐδενὸς ἄξιον, ἡμέρας δὲ ὁδῷ Ἐδέσσης διέχον, ἐνταῦθα μὲν τὴν νύκτα ἐκείνην ηὐλίσατο, ὄρθρου δὲ βαθέος παντὶ τῷ στρατῷ ἐπὶ τὴν Ἔδεσσαν ἤλαυνε.καὶ αὐτοῖς ξυνέβη πλάνῃ περιπεσοῦσι τῇ ὑστεραίᾳ ἐς τὸν αὐτὸν αὐλίζεσθαι χῶρον·ὅπερ αὐτοῖς λέγουσι καὶ δὶς ξυμβῆναι. μόλις δὲ ἄγχιστα Ἐδέσσης γενομένῳ Χοσρόῃ ῥεύματός φασιν ἐς τὸ πρόσωπον ἐπιπεσόντος ἐπῆρθαι τὴν γνάθον. διὸ δὴ τῆς μὲν πόλεως ἀποπειρᾶσθαι οὐδαμῆ ἤθελε, Παῦλον δὲ πέμψας χρήματα Ἐδεσσηνοὺς ᾔτει.οἱ δὲ ἀμφὶ τῇ πόλει μὲν δεδιέναι ἥκιστα ἔφασκον, ὅπως δὲ μὴ τοῖς χωρίοις λυμήνηται, ὡμολόγησαν δύο χρυσοῦ κεντηνάρια δώσειν. καὶ ὃς τά τε χρήματα ἔλαβε καὶ διεσώσατο τὰ ξυγκείμενα.Τότε καὶ γράμματα Χοσρόῃ βασιλεὺς Ἰουστινιανὸς ἔγραψεν, ἐπιτελέσειν ὁμολογῶν τά τε αὐτῷ καὶ τοῖς πρέσβεσιν ἀμφὶ τῇ εἰρήνῃ ξυγκείμενα.ἅπερ ἐπεὶ ὁ Χοσρόης ἀπενεχθέντα εἶδε, τούς τε ὁμήρους ἀφῆκε καὶ συνεσκευάζετο ἐς τὴν ἄφοδον, τούς τε Ἀντιοχέων αἰχμαλώτους ἀποδίδοσθαι ἅπαντας ἤθελεν.ὅπερ Ἐδεσσηνοὶ ἐπειδὴ ἔμαθον, προθυμίαν ἐπεδείξαντο ἀκοῆς κρείσσω. οὐ γὰρ ἦν οὐδεὶς ὃς οὐ τὰ λύτρα ἐν τῷ ἱερῷ φέρων ὑπὲρ τούτων δὴ τῶν αἰχμαλώτων κατὰ λόγον τῆς οὐσίας κατέθετο.εἰσὶ δὲ οἷς καὶ μᾶλλον ἢ κατὰ λόγον ταῦτα ἐπράσσετο. αἵ τε γὰρ ἑταῖραι τὸν κόσμον ἀφελοῦσαι, ὅσος αὐταῖς ἐν τῷ σώματι ἦν, ἐνταῦθα ἐρρίπτουν, καὶ εἴ τῳ γεωργῷ ἐπίπλων ἢ ἀργυρίου σπανίζοντι ὄνος ἢ προβάτιον ἦν, τοῦτο δὴ ἐς τὸ ἱερὸν σπουδῇ πολλῇ ἦγεν.ἀθροίζεται μὲν οὖν χρυσοῦ τε καὶ ἀργύρου καὶ ἄλλων χρημάτων πάμπολυ πλῆθος,δέδοται δὲ ὑπὲρ λύτρων οὐδέν. Βούζης γὰρ ἐνταῦθα παρὼν ἔτυχεν, ὃς διακωλῦσαι τὴν πρᾶξιν ὑπέστη, κέρδος οἱ ἔσεσθαι μέγα τι ἐνθένδε καραδοκῶν. διὸ δὴ ὁ Χοσρόης τοὺς αἰχμαλώτους ἅπαντας ἐπαγόμενος πρόσω ἐχώρει.Καρρηνοὶ δὲ ἀπήντων χρήματα πολλὰ προτεινόμενοι· ὁ δὲ οὐ προσήκειν ἔφασκεν, ὅτι δὴ οἱ πλεῖστοι οὐ Χριστιανοί, ἀλλὰ δόξης τῆς παλαιᾶς τυγχάνουσιν ὄντες.