τοῦτον οὖν τὸν Ἰάκωβον τῶν τινες Ἐφθαλιτῶν καταθέοντες τὰ ἐκείνῃ χωρία εἶδον, καὶ τὰ τόξα σπουδῇ πολλῇ ἐντεινάμενοι βάλλειν ἤθελον. πᾶσι δὲ ἀκίνητοι αἱ χεῖρες γεγονυῖαι τὰ τόξα ἐνεργεῖν οὐδαμῆ εἶχον.ὅπερ ἐπεὶ ἐν τῷ στρατοπέδῳ περιφερόμενον ἐς Καβάδην ἦλθεν, αὐτόπτης γενέσθαι τοῦ ἔργου ὁ Καβάδης ἐβούλετο, ἰδών τε ἐν θάμβει μεγάλῳ ξὺν Περσῶν τοῖς παροῦσιν ἐγίνετο, καὶ τὸν Ἰάκωβον ἐλιπάρει ἀφεῖναι τοῖς βαρβάροις τὸ ἔγκλημα. ὁ δὲ ἀφῆκέ τε λόγῳ ἑνὶ καὶ τὰ δεινὰ τοῖς ἀνθρώποις ἐλέλυντο.Καβάδης μὲν οὖν· αἰτεῖν τὸν ἄνδρα ἐκέλευεν ὅ τι ἂν αὐτῷ βουλομένῳ εἴη, χρήματα οἰόμενος αὐτὸν μεγάλα αἰτήσειν, καί τι καὶ νεανιευσάμενος ὡς οὐδενὸς πρὸς αὐτοῦ ἀτυχήσει.ὁ δέ οἱ τοὺς ἀνθρώπους ἐδεῖτο χαρίζεσθαι ὅσοι ἐν τῷ πολέμῳ τούτῳ καταφεύγοντες παρ’ αὐτὸν ἵκωνται. ταύτην Καβάδης τὴν δέησιν ἐπιτελῆ ἐποίει καὶ γράμματα ἐδίδου τῆς ἀσφαλείας ἐνέχυρα. πολλοὶ γοῦν πανταχόθεν ξυρρέοντες ἐνταῦθα ἐσώζοντο· περιβόητος γὰρ ἡ πρᾶξις ἐγένετο. ταῦτα μὲν ὧδέ πη ἔσχε.Καβάδης δὲ Ἄμιδαν πολιορκῶν κριὸν τὴν μηχανὴν πανταχόσε τοῦ περιβόλου προσέβαλε. καὶ Ἀμιδηνοὶ μὲν τὴν ἐμβολὴν ἀεὶ δοκοῖς τισιν ἐγκαρσίαις ἀνέστελλον, ὁ δὲ οὐκ ἀνῆκεν, ἕως ταύτῃ ἀνάλωτον εἶναι τὸ τεῖχος ἔγνω.πολλάκις γὰρ ἐμβαλὼν καθελεῖν τι τοῦ περιβόλου ἢ κατασεῖσαι ἥκιστα ἴσχυσεν, οὕτως ἀσφαλῶς ἡ οἰκοδομία τοῖς δειμαμένοις τὸ παλαιὸν εἴργαστο.τούτου δὲ Καβάδης ἀποτυχών, λόφον τινὰ χειροποίητον ἐπιτείχισμα τῇ πόλει ἐποίει μέτρῳ πολλῷ ὑπεραίροντα τοῦ τείχους τὸ μῆκος, οἵ τε πολιορκούμενοι ἐντὸς τοῦ περιβόλου ἀρξάμενοι κατώρυχα μέχρι ἐς τὸν λόφον ἐποίουν, καὶ λάθρα ἐνθένδε τὸν χοῦν ἐκφοροῦντες κενὰ ἐπὶ πλεῖστον τὰ ἐντὸς τοῦ λόφου εἰργάσαντο. τὰ μέντοι ἐκτὸς ἐφ’ οὗπερ ἐγεγόνει σχήματος ἔμενεν οὐδενὶ αἴσθησιν παρεχόμενα τοῦ πρασσομένου.πολλοὶ μὲν οὖν Πέρσαι ὥσπερ ἐπ’ ἀσφαλοῦς ἀναβαίνοντες ἔν τε τῇ ἄκρᾳ ἐγένοντο καὶ βάλλειν ἐνθένδε κατὰ κορυφὴν τοὺς ἐν τῷ περιβόλῳ διενοοῦντο. τοῦ δὲ ὁμίλου δρόμῳ ἐπιρρέοντος ἐμπεσὼν ὁ λόφος ἐκ τοῦ αἰφνιδίου σχεδόν τι ἅπαντας ἔκτεινε.Καβάδης δὲ τοῖς παροῦσιν ἀπορούμενος τὴν προσεδρείαν διαλύειν ἔγνω, καὶ τῷ στρατοπέδῳ ἀναχωρεῖν ἐς τὴν ὑστεραίαν ἐπήγγειλε.τότε δὴ οἱ πολιορκούμενοι, ἅτε τοῦ κινδύνου ἀφροντιστήσαντες, πολλὰ τοὺς βαρβάρους ξὺν γέλωτι ἀπὸ τοῦ περιβόλου ἐτώθαζον.καί τινες ἑταῖραι ἀνελκύσασαι κόσμῳ οὐδενὶ τὴν ἐσθῆτα Καβάδῃ ἄγχιστά που ἑστηκότι ἐδείκνυον ὅσα τῶν γυναικῶν γυμνᾶ φανῆναι ἀνδράσιν οὐ θέμις.ὅπερ κατιδόντες οἱ μάγοι τῷ τε βασιλεῖ ἐς ὄψιν ἦλθον καὶ τὴν ἀναχώρησιν ἐκώλυον, ξυμβαλεῖν ἰσχυριζόμενοι τῷ γεγονότι ὡς ἅπαντα Καβάδῃ Ἀμιδηνοὶ τά τε ἀπόρρητα καὶ κρυπτόμενα οὐκ ἐς μακρὰν δείξουσιν. οὕτω μὲν τὸ Περσῶν στρατόπεδον αὐτοῦ ἔμεινεν.Ἡμέραις δὲ τῶν τις Περσῶν οὐ πολλαῖς ὕστερον ἄγχιστα τῶν πύργων τινὸς ἐκβολὴν ὑπονόμου παλαιοῦ εἶδεν οὐ ξὺν τῷ ἀσφαλεῖ κεκαλυμμένην, ἀλλὰ χάλιξι σμικραῖς τε καὶ οὐ λίαν συχναῖς.νύκτωρ τε μόνος ἐνταῦθα ἥκων καὶ τῆς εἰσόδου ἀποπειρασάμενος ἐντὸς τοῦ περιβόλου ἐγένετο. ἅμα δὲ ἡμέρᾳ τὸν πάντα λόγον Καβάδῃ ἀπήγγειλε. καὶ ὃς τῇ ἐπιγινομένῃ νυκτὶ κλίμακας ἐν παρασκευῇ ποιησάμενος ξὺν ὀλίγοις τισὶν ἐνταῦθα ἦλθε. καί τις αὐτῷ δεξιὰ ξυνηνέχθη τύχη τρόπῳ τοιῷδε.τὸν πύργον, ὃς δὴ τοῦ ὑπονόμου ἀγχοτάτω ἐτύγχανεν ὤν, φυλάσσειν τῶν Χριστιανῶν οἱ σωφρονέστατοι ἔλαχον, οὕσπερ καλεῖν μοναχοὺς νενομίκασι. τούτους ἑορτήν τινα τῷ θεῷ ἄγειν ἐνιαύσιον ἐκείνῃ τῇ ἡμέρᾳ τετύχηκεν.ἐπεί τε ἡ νὺξ ἐπεγένετο, ἅπαντες, ἅτε κόπῳ μὲν πολλῷ διὰ τὴν πανήγυριν ὁμιλήσαντες, μᾶλλον δὲ τοῦ εἰθισμένου σιτίων τε καὶ ποτοῦ ἐς κόρον ἐλθόντες, ὕπνον τινὰ ἡδύν τε καὶ πρᾷον ἐκάθευδον καὶ ἀπ’ αὐτοῦ ὡς ἥκιστα τῶν ποιουμένων ᾐσθάνοντο.Πέρσαι γοῦν διὰ τοῦ ὑπονόμου ἐντὸς τοῦ περιβόλου κατ’ ὀλίγους γενόμενοι ἐς τὸν πύργον ἀνέβαινον, καὶ τοὺς μοναχοὺς καθεύδοντας ἔτι εὑρόντες, ἔκτειναν ἅπαντας.ὅπερ ἐπεὶ Καβάδης ἔγνω, τὰς κλίμακας τῷ τείχει τούτου δὴ ἄγχιστα τοῦ πύργου προσῆγεν.ἡμέρα δὲ ἦν ἤδη. καὶ τῶν Ἀμιδηνῶν οἳ ἐν πύργῳ τῷ ἐχομένῳ ἐφύλασσον, αἰσθόμενοι τοῦ κακοῦ, κατὰ τάχος ἐβοήθουν ἐνταῦθα.ὠθισμῷ τε πολλῷ ἐπὶ πλεῖστον ἀμφότεροι ἐς ἀλλήλους ἐχρῶντο, καὶ τὸ πλέον ἤδη Ἀμιδηνοὶ ἔχοντες τῶν τε ἀναβεβηκότων πολλοὺς ἔκτεινον καὶ τοὺς ἀπὸ τῶν κλιμάκων ἀνέστελλον, καὶ τοῦ ἀπεῶσθαι τὸν κίνδυνον οὐ μακράν που ἐγένοντο.ἀλλὰ Καβάδης αὐτὸς τὸν ἀκινάκην σπασάμενος καὶ αὐτῷ ἀεὶ δεδισσόμενος ἐς τὰς κλίμακας ὁρμῶν οὐκ ἀνίει τοὺς Πέρσας, θάνατός τε ἦν ἡ ζημία τοῖς ἐνθένδε ἀναστρέφειν τολμῶσι.διὸ δὴ πλήθει πολλῷ οἱ Πέρσαι καθυπέρτεροι τῶν ἐναντίων γενόμενοι ἐνίκησάν τε αὐτοὺς τῇ μάχῃ καὶ κατὰ κράτος ἡ πόλις ἥλω ὀγδοηκοστῇ ἀπὸ τῆς πολιορκίας ἡμέρᾳ.φόνος τε Ἀμιδηνῶν πολὺς ἐγεγόνει, ἕως ἐσελαύνοντι ἐς τὴν πόλιν Καβάδῃ τῶν τις Ἀμιδηνῶν γέρων τε καὶ ἱερεὺς προσελθὼν εἶπεν ὡς οὐ βασιλικὸν τὸ φονεύειν τοὺς ἡλωκότας εἴη.