Καβάδης μὲν οὖν θυμῷ ἔτι ἐχόμενος ἀπεκρίνατο, “Διὰ τί γάρ μοι πολεμεῖν ἔγνωτε;” ὁ δὲ ὑπολαβὼν αὐτίκα ἔφη, “Ὅτι δὴ ὁ θεὸς οὐχ ἡμετέρᾳ γνώμῃ, ἀλλὰ σῇ ἀρετῇ παραδιδόναι σοι Ἄμιδανἤθελε.” τούτῳ τῷ λόγῳ Καβάδης ἡσθεὶς κτείνειν οὐδένα τὸ λοιπὸν εἴασεν, ἀλλὰ τά τε χρήματα ληίζεσθαι Πέρσας ἐκέλευε καὶ τοὺς περιόντας ἐν ἀνδραπόδων ποιεῖσθαι λόγῳ, καὶ αὑτῷ ἐξελέσθαι ἅπαντας αὐτῶν τοὺς δοκίμους ἐπέστελλεν.Ὀλίγῳ δὲ ὕστερον χιλίους ἐπὶ τῇ φυλακῇ ἐνταῦθα λιπὼν ἄρχοντά τε αὐτοῖς ἐπιστήσας Γλώνην, ἄνδρα Πέρσην, καὶ τῶν Ἀμιδηνῶν ἀνθρώπους τινὰς ὀλίγους οἰκτρούς, οἳ δὴ ἐς τὴν δίαιταν ὑπηρετήσειν Πέρσαις ἔμελλον, αὐτὸς παντὶ τῷ ἄλλῳ στρατῷ τοὺς ἡλωκότας ἔχων ἐπ’ οἴκου ἀπήλαυνεν.ἐς τούτους δὲ τοὺς αἰχμαλώτους φιλανθρωπίᾳ ἐχρήσατο βασιλεῖ πρεπούσῃ· χρόνου γὰρ ὀλίγου εἰς τὰ οἰκεῖα ξύμπαντας ἀφῆκεν ἰέναι,τῷ δὲ λόγῳ ἀπέδρασαν αὐτόν, ὅ τε Ῥωμαίων βασιλεὺς Ἀναστάσιος ἔργα ἐς αὐτοὺς ἐπεδείξατο ἀρετῆς ἄξια· φόρους τε γὰρ τοὺς ἐπετείους ἐς ἔτη ἑπτὰ ξύμπαντας ἀφῆκε τῇ πόλει καὶ αὐτοὺς κοινῇ τε καὶ ἰδίᾳ ἕκαστον πολλοῖς τισιν ἀγαθοῖς ἐδωρήσατο, ὥστε αὐτοῖς λήθην τῶν ξυμβεβηκότων πολλὴν γενέσθαι. ἀλλὰ ταῦτα μὲν χρόνῳ τῷ ὑστέρῳ ἐγένετο.Τότε δὲ βασιλεὺς Ἀναστάσιος πολιορκεῖσθαι μαθὼν Ἄμιδαν στράτευμα κατὰ τάχος διαρκὲς ἔπεμψεν. ἄρχοντες δὲ ἦσαν μὲν κατὰ συμμορίαν ἑκάστων, στρατηγοὶ δὲ ἅπασιν ἐφεστήκεσαν τέσσαρες, Ἀρεόβινδός τε, Ὀλυβρίου κηδεστής, τοῦ ἐν τῇ ἑσπερίᾳ βεβασιλευκότος ὀλίγῳ πρότερον,τῆς ἑῴας δὲ τότε στρατηγὸς ἐτύγχανεν ὤν· καὶ τῶν ἐν παλατίῳ ταγμάτων ἀρχηγὸς Κέλερ ʽμάγιστρον Ῥωμαῖοι τὴν ἀρχὴν καλεῖν νενομίκασιν̓· ἔτι μὴν καὶ οἱ τῶν ἐν Βυζαντίῳ στρατιωτῶν ἄρχοντες, Πατρίκιός τε ὁ Φρὺξ καὶ Ὑπάτιος ὁ βασιλέως ἀδελφιδοῦς· οὗτοι μὲν τέσσαρες στρατηγοὶ ἦσαν.ξυνῆν δὲ αὐτοῖς καὶ Ἰουστῖνος, ὃς δὴ ὕστερον Ἀναστασίου τελευτήσαντος ἐβασίλευσε, καὶ Πατρικιόλος ξὺν Βιταλιανῷ τῷ παιδί, ὃς ὅπλα ἀντάρας Ἀναστασίῳ βασιλεῖ οὐ πολλῷ ὕστερον ἐτυράννησε, καὶ Φαρεσμάνης Κόλχος μὲν γένος, διαφερόντως δὲ ἀγαθὸς τὰ πολέμια, καὶ Γοδίδισκλός τε καὶ Βέσσας, Γότθοι ἄνδρες, Γότθων τῶν οὐκ ἐπισπομένων Θευδερίχῳ ἐς Ἰταλίαν ἐκ Θρᾴκης ἰόντι, γενναίω τε ὑπερφυῶς ἄμφω καὶ τῶν κατὰ τὸν πόλεμον πραγμάτων ἐμπείρω, ἄλλοι τε πολλοὶ καὶ ἄριστοι εἵποντο.στράτευμα γὰρ τοιοῦτό φασιν οὔτε πρότερον οὔτε ὕστερον ἐπὶ Πέρσας Ῥωμαίοις ξυστῆναι. οὗτοι μέντοι ἅπαντες οὐκ ἐς ταὐτὸ ἀγηγερμένοι οὐδὲ στράτευμα ἓν ποιησάμενοι ᾔεσαν, ἀλλ’ αὐτὸς ἕκαστος τοῖς κατ’ αὐτὸν στρατιώταις ἐξηγεῖτο ἐπὶ τοὺς πολεμίους.χορηγὸς δὲ τῆς τοῦ στρατοπέδου δαπάνης Ἀπίων Αἰγύπτιος ἐστάλη, ἀνὴρ ἐν πατρικίοις ἐπιφανής τε καὶ δραστήριος ἐς τὰ μάλιστα, καὶ αὐτὸν βασιλεὺς κοινωνὸν τῆς βασιλείας ἐν γράμμασιν ἀνεῖπεν, ὅπως οἱ ἐξουσία εἴη τὰ ἐς τὴν δαπάνην ᾗ βούλοιτο διοικήσασθαι.Ὁ μὲν οὖν στρατὸς οὗτος χρόνῳ τε ξυνελέγοντο καὶ σχολαίτεροι ἐπορεύοντο. διὸ δὴ τοὺς βαρβάρους ἐν γῇ τῇ Ῥωμαίων οὐχ εὗρον, ἐπεὶ ἐξ ἐπιδρομῆς οἱ Πέρσαι τὴν ἔφοδον ποιησάμενοι αὐτίκα δὴ ἐς τὰ πάτρια ἤθη ἀνεχώρησαν ξὺν πάσῃ τῇ λείᾳ.τῶν δὲ στρατηγῶν οὐδεὶς ἐς πολιορκίαν τῶν ἐν Ἀμίδῃ ἀπολελειμμένων ἐν τῷ παρόντι καθίστασθαι ἤθελε· πολλὰ γὰρ ἐσκομίσασθαι σφᾶς τὰ ἐπιτήδεια ἔμαθον· ἀλλ’ ἐς τῶν πολεμίων τὴν χώραν ἐσβολὴν ποιήσασθαι ἐν σπουδῇ εἶχον.οὐ μὴν ἐπὶ τοὺς βαρβάρους κοινῇ ᾔεσαν, ἀλλὰ χωρὶς ἀλλήλων στρατοπεδευόμενοι ἐπορεύοντο. ταῦτα Καβάδης μαθὼν ʽἄγχιστα γάρ που ἐτύγχανεν ὢν’ ἐς τὰ Ῥωμαίων ὅρια κατὰ τάχος ἐλθὼν ὑπηντίαζεν.οὔπω μέντοι Ῥωμαῖοι τῷ παντὶ στρατῷ Καβάδην ἰέναι ἐπ’ αὐτοὺς ἔμαθον, ἀλλὰ Περσῶν ᾤοντο στράτευμα βραχύ τι ἐνταῦθα εἶναι.οἱ μὲν οὖν ἀμφὶ Ἀρεόβινδον ἐστρατοπεδεύσαντο ἐν χωρίῳ Ἀρζάμων, ἀπέχοντι Κωνσταντίνης πόλεως δυοῖν ἡμέραιν ὁδόν, οἱ δὲ ἀμφὶ Πατρίκιον καὶ Ὑπάτιον ἐν χωρίῳ Σίφριος, ὅπερ Ἀμίδης πόλεως οὐχ ἧσσον ἢ πεντήκοντα καὶ τριακοσίους σταδίους ἀπέχει. Κέλερ γὰρ οὔπω ἐνταῦθα ἀφῖκτο.Ἀρεόβινδος δὲ ἐπειδὴ Καβάδην παντὶ τῷ στρατῷ ἐπιέναι σφίσιν ἐπύθετο, ἀπολιπὼν τὸ στρατόπεδον ξὺν τοῖς ἑπομένοις ἅπασιν ἐς φυγὴν ὥρμητο καὶ ἐς Κωνσταντίναν δρόμῳ ἐχώρει.ἐπελθόντες δὲ ὀλίγῳ ὕστερον οἱ πολέμιοι ἔρημον ἀνδρῶν αὐτοῖς χρήμασι τὸ στρατόπεδον εἷλον. ἔνθεν τε κατὰ τάχος ἐπὶ Ῥωμαίων τὸ ἄλλο στράτευμα ᾔεσαν.οἱ δὲ ἀμφὶ Πατρίκιον καὶ Ὑπάτιον Ἐφθαλίταις ἐντυχόντες ὀκτακοσίοις οἳ τοῦ Περσῶν στρατοῦ ἔμπροσθεν ᾔεσαν, σχεδόν τι ἅπαντας ἔκτειναν.οὐδὲν δὲ ἀμφὶ τῷ Καβάδῃ καὶ τῇ Περσῶν στρατιᾷ πεπυσμένοι, ἅτε νενικηκότες, ἀδεέστερον τῇ διαίτῃ ἐχρῶντο. τὰ γοῦν ὅπλα καταθέμενοι ἄριστον σφίσιν ἡτοίμαζον. ἤδη γὰρ τῆς ἡμέρας ὁ καιρὸς ἐνταῦθα ἦγε.ῥύαξ δέ τις ἔρρει ἐν τούτῳ τῷ χώρῳ, ἵνα Ῥωμαῖοι τὰ κρέα καθαίρειν ἤρξαντο οἷς δὴ σιτίζεσθαι ἔμελλον.τινὲς δὲ ἀχθόμενοι τῷ πνίγει καὶ λοῦσθαι ἠξίουν, ταύτῃ τε ταραχθὲν τὸ τοῦ ῥύακος ὕδωρ πρόσω ἐχώρει. Καβάδης δὲ τὰ ἐς τοὺς Ἐφθαλίτας ξυμπεσόντα μαθὼν ἐπὶ τοὺς πολεμίους κατὰ τάχος ᾔει·