διά τε τῆς γυναικὸς τῷ Καβάδῃ ἐσήμαινεν ὡς ἵπποι τέ οἱ καὶ ἄνδρες ἐν παρασκευῇ τυγχάνουσιν ὄντες τοῦ φρουρίου οὐ μακρὰν ἄποθεν, δηλώσας τι χωρίον αὐτῷ.καί ποτε νυκτὸς ἐπιλαβούσης ἀνέπεισε τὴν γυναῖκα Καβάδης ἐσθῆτα μὲν αὐτῷ τὴν οἰκείαν δοῦναι, τὰ δὲ αὑτοῦ ἀμπεχομένην ἱμάτια ἐπὶ τῆς εἱρκτῆς ἀντ’ αὐτοῦ καθῆσθαι, οὗπερ ἐκεῖνος ἐκάθητο.οὕτω μὲν οὖν Καβάδης ἀπηλλάσσετο ἐκ τοῦ δεσμωτηρίου. κατιδόντες δὲ αὐτὸν οἷς ἡ φυλακὴ αὕτη ἐπέκειτο τὴν γυναῖκα ὑπετόπαζον εἶναι· ταῦτά τοι οὔτε κωλύειν οὔτε ἄλλως αὐτὸν ἐνοχλεῖν ἔγνωσαν.ἅμα τε ἡμέρᾳ τὴν γυναῖκα ἐς τὸ δωμάτιον ἐν τοῖς τοῦ ἀνδρὸς ἱματίοις ἰδόντες καὶ μακρὰν ἀπολελειμμένοι τοῦ ἀληθοῦς ᾤοντο Καβάδην ἐνταῦθα εἶναι. ἥ τε δόκησις αὕτη ἐν ἡμέραις συχναῖς ἤκμαζεν,ἕως Καβάδης πόρρω που τῆς ὁδοῦ ἐγεγόνει. τὰ μὲν οὖν ἀμφὶ τῇ γυναικὶ ξυνενεχθέντα, ἐπεὶ ἐς φῶς ἡ ἐπιβουλὴ ἦλθε, καὶ ὅντινα αὐτὴν τρόπον ἐκόλασαν, ἐς τὸ ἀκριβὲς οὐκ ἔχω εἰπεῖν. οὐ γὰρ ὁμολογοῦσι Πέρσαι ἀλλήλοις· διὸ δὴ αὐτὰ λέγειν ἀφίημι.Καβάδης δὲ λαθὼν ἅπαντας ξὺν τῷ Σεόσῃ ἐς Οὔννους τοὺς Ἐφθαλίτας ἀφίκετο, καὶ αὐτῷ τὴν παῖδα γυναῖκα ὁ βασιλεὺς γαμετὴν δίδωσιν, οὕτω τε στράτευμα λόγου πολλοῦ ἄξιον ἅτε κηδεστῇ ἐπὶ Πέρσας ξυνέπεμψε.τούτῳ τῷ στρατῷ Πέρσαι ὑπαντιάζειν οὐδαμῆ ἤθελον, ἀλλὰ ἄλλος ἄλλῃ ἐς φυγὴν ὥρμηντο.ἐπεὶ δὲ ὁ Καβάδης ἐν τῇ χώρᾳ ἐγένετο ἔνθα ὁ Γουσαναστάδης τὴν ἀρχὴν εἶχεν, εἶπε τῶν ἐπιτηδείων τισὶν ὡς χαναράγγην καταστήσεται ἄνδρα ἐκεῖνον, ὃς ἂν αὐτῷ Περσῶν πρῶτος ἐκείνῃ τῇ ἡμέρᾳ ἐς ὄψιν ἥκων ὑπουργεῖν βούλοιτο.εἰπόντι τέ οἱ μετέμελεν ἤδη τοῦ λόγου, ἐπεὶ νόμος αὐτὸν ἐσῄει, ὃς δὴ οὐκ ἐᾷ Πέρσαις ἐς τοὺς ἀλλοτρίους τὰς ἀρχὰς φέρεσθαι, ἀλλ’ οἷς ἡ τιμὴ ἑκάστη κατὰ γένος προσήκει.ἔδεισε γὰρ μή τις ἵκοιτο ἐς αὐτὸν πρῶτος τῷ χαναράγγῃ οὐ ξυγγενὴς ὤν, τόν τε νόμον ἀναγκάζηται λύειν ὅπως αὐτὸς ἀληθίζηται.ταῦτα δέ οἱ ἐν νῷ ἔχοντι ξυνέβη τις τύχη ὥστε μὴ τὸν νόμον ἀτιμάζοντι ἀληθεῖ εἶναι. ἔτυχε γὰρ πρῶτος Ἀδεργουδουνβάδης ἐς αὐτὸν ἥκων, νεανίας ἀνήρ, ξυγγενής τε ὢν τῷ Γουσαναστάδῃ καὶ διαφερόντως ἀγαθὸς τὰ πολέμια.ὃς δὴ δεσπότην τε προσεῖπε Καβάδην καὶ βασιλέα προσεκύνησε πρῶτος, ἐδεῖτό τέ οἱ ἅτε δούλῳ ὅ τι βούλοιτο χρῆσθαι.Καβάδης οὖν ἐν τοῖς βασιλείοις οὐδενὶ πόνῳ γενόμενος, ἔρημόν τε Βλάσην τῶν ἀμυνομένων λαβὼν ἐξετύφλωσε, τρόπῳ δὴ ὅτῳ τυφλοὺς οἱ Πέρσαι ποιεῖν τοὺς κακούργους εἰώθασιν, ἔλαιον ἕψοντες καὶ αὐτὸ ὡς μάλιστα ζέον ἐς τοὺς ὀφθαλμοὺς οὔτι μύοντας ἐπιχέοντες, ἢ περόνην τινὰ σιδηρᾶν πυρακτοῦντες ταύτῃ τε τῶν ὀφθαλμῶν τὰ ἐντὸς χρίοντες, καὶ τὸ λοιπὸν ἐν φυλακῇ εἶχεν ἄρξαντα Περσῶν ἐνιαυτοὺς δύο.καὶ τὸν μὲν Γουσαναστάδην κτείνας τὸν Ἀδεργουδουνβάδην ἀντ’ αὐτοῦ κατεστήσατο ἐπὶ τῆς τοῦ χαναράγγου ἀρχῆς, τὸν δὲ Σεόσην ἀδρασταδάραν σαλάνην εὐθὺς ἀνεῖπε. δύναται δὲ τοῦτο τὸν ἐπὶ ἀρχαῖς τε ὁμοῦ καὶ στρατιώταις ἅπασιν ἐφεστῶτα.ταύτην ὁ Σεόσης τὴν ἀρχὴν πρῶτός τε καὶ μόνος ἐν Πέρσαις ἔσχεν· οὔτε γὰρ πρότερον οὔτε ὕστερόν τινι γέγονε· τήν τε βασιλείαν ὁ Καβάδης ἐκρατύνατο καὶ ξὺν τῷ ἀσφαλεῖ διεφύλαξεν. ἦν γὰρ ἀγχίνους τε καὶ δραστήριος οὐδενὸς ἧσσον.Ὀλίγῳ δὲ ὕστερον χρήματα Καβάδης τῷ Ἐφθαλιτῶν βασιλεῖ ὤφειλεν, ἅπερ ἐπεὶ ἀποτιννύναι οἱ οὐχ οἷός τε ἦν, Ἀναστάσιον τὸν Ῥωμαίων αὐτοκράτορα ᾔτει ταῦτά οἱ δανεῖσαι τὰ χρήματα· ὁ δὲ κοινολογησάμενος τῶν ἐπιτηδείων τισὶν ἐπυνθάνετο εἴ γέ οἱ ταῦτα ποιητέα εἴη.οἵπερ αὐτὸν τὸ συμβόλαιον ποιεῖσθαι οὐκ εἴων. ἀξύμφορον γὰρ ἀπέφαινον εἶναι βεβαιοτέραν τοῖς πολεμίοις χρήμασιν οἰκείοις ἐς τοὺς Ἐφθαλίτας τὴν φιλίαν ποιήσασθαι, οὓς δὴ ἐς ἀλλήλους ξυγκρούειν ὅτι μάλιστα σφίσιν ἄμεινον εἶναι.διὸ δὴ Καβάδης ἐξ αἰτίας οὐδεμιᾶς ἔγνω ἐπὶ Ῥωμαίους στρατεύεσθαι. καὶ πρῶτα μὲν αὐτάγγελος Ἀρμενίων τῇ χώρᾳ ἐπῆλθε, καὶ αὐτῆς τὰ πολλὰ ἐξ ἐπιδρομῆς ληισάμενος ἐς Ἄμιδαν πόλιν ἐν Μεσοποταμίᾳ κειμένην ἐκ τοῦ αἰφνιδίου ἀφίκετο, ἧς δὴ χειμῶνος ὥρᾳ ἐς πολιορκίαν καθίστατο.Ἀμιδηνοὶ δὲ στρατιωτῶν μέν, ἅτε ἐν εἰρήνῃ καὶ ἀγαθοῖς πράγμασιν, οὐ παρόντων σφίσι, καὶ ἄλλως δὲ ἀπαράσκευοι παντάπασιν ὄντες, ὅμως τοῖς πολεμίοις ὡς ἥκιστα προσχωρεῖν ἤθελον, ἀλλὰ τοῖς τε κινδύνοις καὶ τῇ ταλαιπωρίᾳ παρὰ δόξαν ἀντεῖχον.Ἦν δέ τις ἐν Σύροις ἀνὴρ δίκαιος, Ἰάκωβος ὄνομα, ᾧ τὰ ἐς τὸ θεῖον ἐς τὸ ἀκριβὲς ἤσκητο. οὗτος ἐν χωρίῳ Ἐνδιήλων, διέχοντι Ἀμίδης ἡμέρας ὁδῷ, πολλοῖς ἔμπροσθεν χρόνοις αὑτὸν καθεῖρξεν, ὅπως δὴ ἀδεέστερον τὰ ἐς τὴν εὐσέβειαν μελετᾶν δύνηται.καὶ αὐτοῦ οἱ ταύτῃ ἄνθρωποι ὑπουργοῦντες τῇ γνώμῃ δρυφάκτοις τισὶ περιέβαλον, οὐ ξυνημμένοις μέντοι, ἀλλὰ χωρὶς πεπηγόσιν ἀλλήλων, ὥστε ὁρᾶν τε τοὺς προσιόντας καὶ ξυγγίνεσθαι οἷόν τε εἶναι.καὶ στέγος τι αὐτῷ ἐτεκτήναντο βραχὺ ὕπερθεν, ὅσον ὄμβρους τε καὶ νιφετοὺς ἀποκρούεσθαι. ἐνταῦθα οὗτος ὁ ἀνὴρ ἐκ παλαιοῦ καθῆστο, πνίγει μὲν ἢ ψύχει ὡς ἥκιστα εἴκων, σπέρμασι δέ τισιν ἀποζῶν, οἷσπερ οὐ καθ’ ἡμέραν, ἀλλὰ χρόνου πολλοῦ σιτίζεσθαι εἰώθει.