Οὕτω μὲν Περόζης τε διεφθάρη καὶ ξύμπασα ἡ Περσῶν στρατιά. εἰ γάρ τις οὐκ ἐμπεπτωκὼς ἐς τὴν διώρυχα ἔτυχεν, ὅδε ὑπὸ τῶν πολεμίων ταῖς χερσὶ γέγονε.καὶ ἀπ’ αὐτοῦ νόμος τέθειται Πέρσαις μή ποτε σφᾶς ἐν γῇ πολεμίᾳ ἐλαύνοντας δίωξιν ποιεῖσθαί τινα, ἢν καὶ κατὰ κράτος τοὺς ἐναντίους σφίσι τραπῆναι ξυμβαίη.ὅσοι μέντοι Περόζῃ οὐ ξυστρατεύσαντες ἐν χώρᾳ τῇ αὑτῶν ἔμειναν, οὗτοι δὴ βασιλέα σφίσι Καβάδην εἵλοντο τὸν νεώτατον Περόζου υἱόν, ὅσπερ τηνικαῦτα περιῆν μόνος.τότε δὴ Ἐφθαλίταις κατήκοοι ἐς φόρου ἀπαγωγὴν ἐγένοντο Πέρσαι, ἕως Καβάδης τὴν ἀρχὴν ἰσχυρότατα κρατυνάμενος φόρον αὐτοῖς ἀποφέρειν τὸν ἐπέτειον οὐκέτι ἠξίου. ἦρξαν δὲ Περσῶν οἱ βάρβαροι οὗτοι ἐνιαυτοὺς δύο.Μετὰ δὲ Καβάδης ἐπὶ τὸ βιαιότερον τῇ ἀρχῇ χρώμενος ἄλλα τε νεώτερα ἐς τὴν πολιτείαν εἰσῆγε καὶ νόμον ἔγραψεν ἐπὶ κοινὰ ταῖς γυναιξὶ μίγνυσθαι Πέρσας· ὅπερ τὸ πλῆθος οὐδαμῆ ἤρεσκε. διὸ δὴ αὐτῷ ἐπαναστάντες παρέλυσάν τε τῆς ἀρχῆς καὶ δήσαντες ἐν φυλακῇ εἶχον.καὶ βασιλέα μὲν σφίσι Βλάσην τὸν Περόζου ἀδελφὸν εἵλοντο, ἐπειδὴ γόνος μὲν οὐδεὶς ἔτι ἄρρην Περόζῃ, ὥσπερ ἐρρήθη, ἐλέλειπτο, Πέρσαις δὲ οὐ θέμις ἄνδρα ἐς τὴν βασιλείαν καθίστασθαι ἰδιώτην γένος, ὅτι μὴ ἐξιτήλου παντάπασι γένους τοῦ βασιλείου ὄντος·Βλάσης δὲ τὴν βασιλείαν παραλαβὼν Περσῶν τε τοὺς ἀρίστους ξυνέλεξε καὶ τὰ ἀμφὶ τῷ Καβάδῃ ἐν βουλῇ ἐποιεῖτο· τὸν γὰρ ἄνθρωπον ἀποκτιννύναι οὐκ ἦν βουλομένοις τοῖς πλείοσιν.ἔνθα δὴ πολλαὶ μὲν ἐλέχθησαν γνῶμαι ἐφ’ ἑκάτερα φέρουσαι, παρελθὼν δὲ τῶν τις ἐν Πέρσαις λογίμων, ὄνομα μὲν Γουσαναστάδης, χαναράγγης δὲ τὸ ἀξίωμα ʽεἴη δ’ ἂν ἐν Πέρσαις στρατηγὸς τοῦτό γἐ, πρὸς αὐταῖς που ταῖς ἐσχατιαῖς τῆς Περσῶν γῆς τὴν ἀρχὴν ἔχων ἐν χώρᾳ ἣ τοῖς Ἐφθαλίταις ὅμορός ἐστι, καὶ τὴν μάχαιραν ἐπιδείξας ᾗ τῶν ὀνύχων τὰ προὔχοντα Πέρσαι εἰώθασιν ἀποτέμνεσθαι, μῆκος μὲν ὅσον δακτύλου ἀνδρός, πάχος δὲ οὐδὲ τριτημόριον δακτύλου ἔχουσαν “Ταύτην ὁρᾶτε,” εἶπε,“τὴν μάχαιραν, βραχεῖαν παντάπασιν οὖσαν· αὕτη μέντοι ἔργον ἐν τῷ παρόντι ἐπιτελεῖν οἵα τέ ἐστιν, ὅπερ εὖ ἴστε ὀλίγῳ ὕστερον, ὦ φίλτατοι Πέρσαι, μυριάδες δύο τεθωρακισμένων ἀνδρῶν ἐξεργάζεσθαι οὐκ ἂν δύναιντο.” ὁ μὲν ταῦτα εἶπε,παραδηλῶν ὡς, ἢν μὴ Καβάδην ἀνέλωσιν, αὐτίκα πράγματα Πέρσαις περιὼν παρέξει.οἱ δὲ κτεῖναι ἄνδρα τοῦ βασιλείου αἵματος οὐδ’ ὅλως ἔγνωσαν, ἀλλ’ ἐν φρουρίῳ καθεῖρξαι ὅπερ τῆς Λήθης καλεῖν νενομίκασιν.ἢν γάρ τις ἐνταῦθα ἐμβληθεὶς τύχῃ, οὐκέτι ὁ νόμος ἐφίησι μνήμην αὐτοῦ εἶναι, ἀλλὰ θάνατος τῷ ὠνομακότι ἡ ζημία ἐστί· διὸ δὴ καὶ τὴν ἐπωνυμίαν ταύτην πρὸς Περσῶν ἔλαχεν.ἅπαξ δὲ ἡ τῶν Ἀρμενίων ἱστορία φησὶ νόμου τοῦ ἀμφὶ τῷ Λήθης φρουρίῳ παραλελύσθαι τὴν δύναμιν Πέρσαις τρόπῳ τοιῷδε.Πόλεμός ποτε Πέρσις τε καὶ Ἀρμενίοις ἀκήρυκτος γέγονεν εἰς δύο καὶ τριάκοντα ἔτη ἐπὶ Πακουρίου μὲν Περσῶν βασιλεύοντος, Ἀρμενίων δὲ Ἀρσάκου Ἀρσακίδου ἀνδρός. τούτῳ τε τῷ πολέμῳ μηκυνομένῳ κεκακῶσθαι μὲν ἐς ἄγαν ἀμφοτέρους ξυνέβη καὶ διαφερόντως τοὺς Ἀρμενίους.ἀπιστίᾳ δὲ πολλῇ ἐς ἀλλήλους ἐχόμενοι ἐπικηρυκεύεσθαι παρὰ τοὺς ἐναντίους οὐδέτεροι εἶχον. ἐν τούτῳ δὲ Πέρσας τετύχηκε πόλεμον πρὸς ἄλλους βαρβάρους τινὰς οὐ πόρρω Ἀρμενίων ᾠκημένους διενεγκεῖν.οἵ τε Ἀρμένιοι ἐν σπουδῇ ἔχοντες ἐπίδειξιν ἐς Πέρσας τῆς ἐς αὐτοὺς εὐνοίας τε καὶ εἰρήνης ποιήσασθαι, ἐσβαλεῖν ἐς τούτων δὴ τῶν βαρβάρων τὴν γῆν ἔγνωσαν, δηλώσαντες τοῦτο πρότερον Πέρσαις.ἀπροσδόκητοί τε αὐτοὶ ἐπιπεσόντες σχεδόν τι ἅπαντας ἡβηδὸν ἔκτειναν. ὅ τε Πακούριος τοῖς πεπραγμένοις ὑπερησθείς, πέμψας παρὰ τὸν Ἀρσάκην τῶν οἱ ἐπιτηδείων τινὰς τά τε πιστά οἱ παρασχόμενος τὸν ἄνθρωπον μετεπέμψατο.καὶ ἐπεὶ παρ’ αὐτὸν Ἀρσάκης ἀφίκετο, τῆς τε ἄλλης αὐτὸν φιλοφροσύνης ἠξίωσε καὶ ἅτε ἀδελφὸν ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ ἔσχε.καὶ τότε μὲν ὅρκοις δεινοτάτοις τόν τε Ἀρσάκην καταλαβὼν καὶ αὐτὸς οὐδέν τι ἧσσον ὀμωμοκὼς ἦ μὴν εὔνους τε καὶ ξυμμάχους Πέρσας τε τὸ λοιπὸν καὶ Ἀρμενίους ἀλλήλοις εἶναι, αὐτίκα δὴ αὐτὸν ἐς τὰ πάτρια ἤθη ἀφῆκεν ἰέναι.Χρόνῳ δὲ οὐ πολλῷ ὕστερον διέβαλον τὸν Ἀρσάκην τινὲς ὡς δὴ πράγμασι νεωτέροις ἐγχειρεῖν βούλοιτο. οἷσπερ ἀναπεισθεὶς ὁ Πακούριος αὖθις αὐτὸν μετεπέμπετο, ὑπειπὼν ὅτι δὴ αὐτῷ τι κοινολογεῖσθαι ὑπὲρ τῶν ὅλων ἐπιμελὲς εἴη.καὶ ὃς οὐδέν τι μελλήσας ἐς αὐτὸν ἦλθεν, ἄλλους τε τῶν ἐν Ἀρμενίοις μαχιμωτάτων ἐπαγόμενος καὶ Βασσίκιον ὅσπερ αὐτῷ στρατηγός τε καὶ ξύμβουλος ἦν· ἀνδρίας τε γὰρ καὶ ξυνέσεως ἐπὶ πλεῖστον ἀφῖκτο.εὐθὺς οὖν ὁ Πακούριος ἄμφω, τόν τε Ἀρσάκην καὶ Βασσίκιον, πολλὰ ὀνειδίζων ἐκάκιζεν, εἰ τὰ ὀμωμοσμένα ἠλογηκότε οὕτω δὴ τάχιστα ἐς ἀπόστασιν ἴδοιεν. οἱ δὲ ἀπηρνοῦντό τε καὶ ἀπώμνυον ἐνδελεχέστατα μηδὲν σφίσιν αὐτοῖς βεβουλεῦσθαι τοιοῦτο.τὰ μὲν οὖν πρῶτα ὁ Πακούριος αὐτοὺς ἐν ἀτιμίᾳ ἐφύλασσεν, ἔπειτα δὲ τῶν μάγων ἀνεπυνθάνετο ὅ τί οἱ ποιητέα ἐς αὐτοὺς εἴη.οἱ δὲ μάγοι τῶν μὲν ἀρνουμένων καὶ οὐ διαρρήδην ἐληλεγμένων καταγινώσκειν οὐδαμῆ ἐδικαίουν, ὑποθήκην δὲ αὐτῷ τινα ἔφραζον, ὅπως ἂν Ἀρσάκης αὐτὸς ἄντικρυς αὑτοῦ κατηγορεῖν ἀναγκάζοιτο.