οἱ δὲ κατὰ ταῦτα ἐποίουν, καὶ ἐπεὶ τῆς διώρυχος ἀγχοτάτω ἐγένοντο, ἐς ὀλίγους σφᾶς ξυναγαγόντες διέβησαν ἅπαντες καὶ τῷ ἄλλῳ στρατῷ ἀνεμίγνυντο.οἱ δὲ Πέρσαι ξυνεῖναι τῆς ἐπιβουλῆς οὐδαμῆ ἔχοντες κατὰ κράτος ἐν πεδίῳ λίαν ὑπτίῳ ἐδίωκον, θυμῷ πολλῷ ἐς τοὺς πολεμίους ἐχόμενοι, ἔς τε τὴν τάφρον ἐμπεπτώκασιν ἅπαντες, οὐχ οἱ πρῶτοι μόνον, ἀλλὰ καὶ ὅσοι ὄπισθεν εἵποντο·ἅτε γὰρ τὴν δίωξιν ξὺν θυμῷ μεγάλῳ, καθάπερ ἐρρήθη, ποιούμενοι, ὡς ἥκιστα ᾔσθοντο τοῦ κακοῦ ὃ δὴ ξυντετύχηκε τοῖς ἔμπροσθεν ἰοῦσιν, ἀλλ’ ὑπὲρ αὐτοὺς ξὺν τοῖς ἵπποις τε καὶ δόρασιν ἐμπεπτωκότες ἐκείνους τε, ὡς τὸ εἰκός, ἔκτειναν καὶ αὐτοὶ οὐδέν τι ἧσσον ξυνδιεφθάρησαν.ἐν οἷς καὶ Περόζης ἦν ξὺν παισὶ τοῖς αὑτοῦ ἅπασι. καὶ αὐτὸν μέλλοντα ἐς τὸ βάραθρον τοῦτο ἐμπεσεῖσθαί φασι τοῦ τε δεινοῦ ᾐσθῆσθαι καὶ τὸ μάργαρον, ὅ οἱ λευκότατόν τε καὶ μεγέθους ὑπερβολῇ ἔντιμον ἐξ ὠτὸς τοῦ δεξιοῦ ἀπεκρέματο, ἀφελόντα ῥῖψαι, ὅπως δὴ μή τις αὐτὸ ὀπίσω φοροίη, ἐπεὶ ἀξιοθέατον ὑπερφυῶς ἦν, οἷον οὔπω πρότερον ἑτέρῳ τῳ βασιλεῖ γέγονεν, ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες.οὐ γὰρ ἂν ἐνταῦθα γενόμενος τοῦ κακοῦ ἄλλου ὁτουοῦν ἐς φροντίδα ἦλθεν, ἀλλ’ οἶμαι τό τε οὖς αὐτῷ ἐν τούτῳ ξυγκεκόφθαι τῷ πάθει καὶ τὸ μάργαρον ὅπη ποτὲ ἀφανισθῆναι.ὅπερ ὁ Ῥωμαίων βασιλεὺς τότε πρίασθαι πρὸς τῶν Ἐφθαλιτῶν ἐν σπουδῇ ποιησάμενος ἥκιστα ἴσχυσεν. οὐ γὰρ αὐτὸ εὑρέσθαι οἱ βάρβαροι εἶχον, καίπερ πόνῳ πολλῷ τὴν ζήτησιν ποιησάμενοι. φασὶ μέντοι Ἐφθαλίτας εὑρομένους αὐτὸ ὕστερον τῷ Καβάδῃ ἀποδόσθαι.Ὅσα δὲ ἀμφὶ τῷ μαργάρῳ τούτῳ Πέρσαι λέγουσιν εἰπεῖν ἄξιον· ἴσως γὰρ ἄν τῳ καὶ οὐ παντάπασιν ἄπιστος ὁ λόγος δόξειεν εἶναι.λέγουσιν οὖν Πέρσαι εἶναι μὲν ἐν τῷ κτενὶ τὸ μάργαρον τοῦτο ἐν θαλάσσῃ ἣ ἐν Πέρσαις ἐστί, νήχεσθαι δὲ τὸν κτένα τῆς ταύτῃ ἠιόνος οὐ πολλῷ ἄποθεν· ἀνεωγέναι τε αὐτοῦ ἄμφω τὰ ὄστρακα, ὧν δὴ κατὰ μέσον τὸ μάργαρον εἱστήκει θέαμα λόγου πολλοῦ ἄξιον. ἄλλο γὰρ αὐτῷ εἰκασθῆναι οὐδαμῆ ἔσχεν οὔτε τῷ μεγέθει οὔτε τῷ κάλλει ἐκ τοῦ παντὸς χρόνου.κύνα δὲ θαλάσσιον ὑπερφυᾶ τε καὶ δεινῶς ἄγριον ἐραστὴν τοῦ θεάματος τούτου γενόμενον ἕπεσθαι κατ’ ἴχνος αὐτῷ, οὔτε νύκτα ἀνιέντα οὔτε ἡμέραν, ἀλλὰ καὶ ἡνίκα τροφῆς ἐπιμελεῖσθαι ἀναγκασθείη, ἐνταῦθα μέν τι περισκοπεῖσθαι τῶν ἐδωδίμων, εὑρόντα δέ τι καὶ ἀνελόμενον ἐσθίειν μὲν ὅτι τάχιστα, καταλαβόντα δὲ αὐτίκα δὴ μάλα τὸν κτένα θεάματος αὖθις τοῦ ἐρωμένου ἐμπίπλασθαι.καί ποτε τῶν τινα γριπέων φασὶ τὰ μὲν ποιούμενα ἐπιδεῖν, ἀποδειλιάσαντα δὲ τὸ θηρίον ἀποκνῆσαι τὸν κίνδυνον, ἔς τε τὸν βασιλέα Περόζην ἅπαντα τὸν λόγον ἀνενεγκεῖν.ἃ δὴ τῷ Περόζῃ ἀκούσαντι πόθον φασὶ τοῦ μαργάρου γενέσθαι μέγαν, πολλαῖς τε ἀπ’ αὐτοῦ θωπείαις τὸν ἀσπαλιέα τοῦτον καὶ ἀγαθῶν ἐλπίσιν ἐπᾶραι.ὃν δὴ ἀντιτείνειν αἰτουμένῳ δεσπότῃ οὐκ ἔχοντα λέγουσι τάδε τῷ Περόζῃ εἰπεῖν “Ὠ δέσποτα, ποθεινὰ μὲν ἀνθρώπῳ χρήματα, ποθεινοτέρα δὲ ἡ ψυχή, πάντων μέντοι ἀξιώτατα τέκνα.ὧν δὴ τῇ στοργῇ ἀναγκασθεὶς φύσει ἴσως ἄν τις καὶ πάντα τολμήσειεν. ἐγὼ τοίνυν τοῦ τε θηρίου ἀποπειράσεσθαι καὶ τοῦ μαργάρου σε κύριον·θήσεσθαι ἐλπίδα ἔχω. καὶ ἢν μὲν κρατήσω τοῦ ἀγῶνος τούτου, εὔδηλον ὡς ἐν τοῖς καλουμένοις ὀλβίοις τὸ ἐνθένδε τετάξομαι. σέ τε γὰρ πᾶσιν ἀγαθοῖς με δωρήσεσθαι ἅτε βασιλέων βασιλέα οὐδὲν ἀπεικός, καὶ ἐμοὶ ἀποχρήσει, καίπερ οὐδέν, ἂν οὕτω τύχοι, κεκομισμένῳ, τὸ δεσπότου εὐεργέτην τοῦ ἐμοῦ γεγενῆσθαι.εἰ δὲ ἐμὲ δεῖ τῷ θηρίῳ τούτῳ ἁλῶναι, σὸν δὴ ἔργον ἔσται, ὦ βασιλεῦ, τοὺς παῖδας τοὺς ἐμοὺς θανάτου τοῦ πατρῴου ἀμείψασθαι.οὕτω γὰρ ἐγὼ μὲν καὶ τετελευτηκὼς ἐν τοῖς ἀναγκαιοτάτοις ἔμμισθος ἔσομαι, σὺ δὲ ἀρετῆς δόξαν ἀποίσῃ μείζω. τὰ παιδία γὰρ ὠφελῶν εὖ ποιήσεις ἐμὲ ὅσπερ σοι τῆς εὐεργεσίας τὴν χάριν οὐδαμῆ εἴσομαι. αὕτη γὰρ ἂν εὐγνωμοσύνη ἀκίβδηλος γένοιτο μόνη ἡ ἐς τοὺς ἀποθανόντας ἐπιδειχθεῖσα.”τοσαῦτα εἰπὼν ἀπηλλάσσετο. καὶ ἐπεὶ ἐς τὸν χῶρον ἀφίκετο ἵνα δὴ ὅ τε κτεὶς νήχεσθαι καὶ ὁ κύων αὐτῷ εἴθιστο ἕπεσθαι, ἐνταῦθα ἐπὶ πέτρας ἐκάθητό τινος, καιροφυλακῶν εἴ πως ἔρημόν ποτε τὸ μάργαρον τοῦ ἐραστοῦ λάβοι.ἐπειδὴ δὲ τῷ κυνὶ τάχιστα τῶν τινι ἐς τὴν θοίνην οἱ ἐπιτηδείως ἐχόντων ἐντετυχηκέναι ξυνέπεσε καὶ περὶ τοῦτο διατριβὴν ἔχειν, ἀπολιπὼν ἐπὶ τῆς ἀκτῆς ὁ ἁλιεὺς τούς οἱ ἐπὶ ταύτῃ δὴ ἑπομένους τῇ ὑπουργίᾳ εὐθὺ τοῦ κτενὸς σπουδῇ πολλῇ ᾔει, καὶ αὐτοῦ ἤδη λαβόμενος ἔξω γενέσθαι κατὰ τάχος ἠπειγετο.οὗ δὴ ὁ κύων αἰσθόμενος ἐβοήθει ἐνταῦθα. ἰδών τε αὐτὸν ὁ σαγηνευτής, ἐπεὶ καταλαμβάνεσθαι τῆς ἠιόνος οὐ μακρὰν ἔμελλε, τὸ μὲν θήραμα ἠκόντισεν ἐς τὴν γῆν δυνάμει τῇ πάσῃ, αὐτὸς δὲ ἁλοὺς διεφθάρη οὐ πολλῷ ὕστερον.ἀνελόμενοι δὲ τὸ μάργαρον οἱ ἐπὶ τῆς ἀκτῆς λελειμμένοι τῷ τε βασιλεῖ ἀπεκόμισαν καὶ τὰ ξυνενεχθέντα πάντα ἐσήγγειλαν.τὰ μὲν οὖν ἀμφὶ τῷ μαργάρῳ τούτῳ τῇδε, ᾗπερ ἐρρήθη, Πέρσαι ξυνενεχθῆναί φασιν. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἐπάνειμι.