περιχαρὴς δὲ τῷ λόγῳ γενομένη ἡ Εὐφημία ʽδέει γὰρ τῷ ἐκ τῆς βασιλίδος καὶ αὐτὴ τῇ παρούσῃ ἀρχῇ ἤχθετὀ “Καὶ τοῦδε μέντοι, ὦ φιλτάτη,” ἔφη, “ὑμεῖς αἴτιοι, ὅτι δὴ παρὸν ὑμῖντῇ δυνάμει οὐ βούλεσθε χρῆσθαι.” ὑπολαβοῦσα δὲ ἡ Ἀντωνίνα “Οὐ γὰρ οἷοί τέ ἐσμεν, ὦ θύγατερ,” εἶπεν, “ἐν στρατοπέδῳ νεωτέροις ἐγχειρεῖν πράγμασιν, ἢν μὴ τοῦ ἔργου ξυνεπιλάβωνται ἡμῖν τῶν ἔνδον τινές· ἀλλ’ εἴπερ ὁ σὸς πατὴρ ἤθελε, ῥᾷστα ἂν ἐς τήνδε τὴν πρᾶξιν καθιστάμενοι ὅσα ἦν τῷθεῷ βουλομένῳ ἐπράσσομεν.” ἀκούσασα ταῦτα Εὐφημία προθύμως μὲν ὑπέσχετο ἐπιτελῆ ἔσεσθαι, ἀπαλλαγεῖσα δὲ ἐνθένδε τὸ πρᾶγμα ἐπὶ τὸν πατέρα εὐθὺς ἤνεγκε.καὶ ὃς τῷ λόγῳ ἡσθεὶς ʽταύτην γάρ οἱ ὁδὸν ἔς τε τὰ μαντεῖα καὶ τὴν βασιλείαν ὑπετόπαζε φέρειν τὴν πρᾶξιν’ εὐθὺς μελλήσει οὐδεμιᾷ ὡμολόγησε, πράσσειν τε τὴν παῖδα ἐκέλευεν ὅπως τῇ ὑστεραίᾳ ἐς λόγους τῇ Ἀντωνίνῃ αὐτὸς ξυμμίξῃ καὶ τὰ πιστὰ δοίη.μαθοῦσα δὲ Ἀντωνίνα τὴν Ἰωάννου γνώμην καὶ ὡς ἀπωτάτω τὸν ἄνθρωπον τῆς τοῦ ἀληθοῦς ἀπαγαγεῖν ἐννοίας ἐθέλουσα, νῦν μὲν ἔφη οἱ ξυγγενέσθαι αὐτὸν ἀξύμφορον εἶναι, μή τις ὑποψία μεταξὺ ἐπιγενομένη διακωλῦσαι τὰ πρασσόμενα ἱκανὴ εἴη· μέλλειν δὲ αὐτίκα δὴ μάλα ἐς τὴν ἕω παρὰ Βελισάριον στέλλεσθαι.ἐπειδὰν οὖν ἐκ Βυζαντίου ἀπαλλαγεῖσα ἐν τῷ προαστείῳ γένηται ʽὃ δὴ Ῥουφινιαναὶ μὲν ὀνομάζεται, Βελισαρίου δὲ ἴδιον ἐτύγχανεν ὄν̓, ἐνταῦθα τὸν Ἰωάννην ὡς ἀσπασόμενόν τε καὶ προπέμψοντα ἥκειν, καὶ τούς τε λόγους περὶ τῶν ὅλων ποιήσασθαι καὶ τὰ πιστὰ λαβεῖν τε καὶ δοῦναι. ταῦτα εἰποῦσα εὖ τε τῷ Ἰωάννῃ εἰπεῖν ἔδοξε καὶ ἡμέρα τακτὴ ἐπὶ τῇ πράξει διώριστο.ἥ τε βασιλὶς τὸν πάντα λόγον παρὰ τῆς Ἀντωνίνης ἀκούσασα ἐπῄνει μὲν τὰ βεβουλευμένα, ἐγκελευομένη δὲ πολλῷ ἔτι μᾶλλον ἐς τὴν προθυμίαν ἐνῆγεν.Ἐπειδή τε ἡ κυρία παρῆν, ἀσπασαμένη μὲν ἡ Ἀντωνίνα τὴν βασιλίδα ἐκ τῆς πόλεως ἀπηλλάσσετο, ἔν τε Ῥουφινιαναῖς ἐγένετο, ὡς τῇ ὑστεραίᾳ τῆς ἐπὶ τὴν ἕω ὁδοῦ ἀρξομένη, οὗ δὴ καὶ Ἰωάννης τὰ ξυγκείμενα ἐπιτελέσων ἐς νύκτα ἦλθεν.ἡ δὲ βασιλὶς διαβάλλουσα πρὸς τὸν αὑτῆς ἄνδρα τὰ πρὸς τοῦ Ἰωάννου ἐπὶ τῇ τυραννίδι πρασσόμενα, Ναρσῆν τε τὸν εὐνοῦχον καὶ Μάρκελλον τὸν τῶν ἐν παλατίῳ φυλάκων ἄρχοντα ἐς Ῥουφινιανὰς ξὺν στρατιώταις πολλοῖς ἔπεμψεν, ἐφ’ ᾧ διερευνησάμενοι τὰ πρασσόμενα, ἢν τὸν Ἰωάννην πράγμασι νεωτέροις ἐγχειροῦντα εὑρήσωσι, κτείναντες εὐθὺς τὸν ἄνθρωπον ἐπανήξουσι.καὶ οἱ μὲν ἐπὶ τῷ ἔργῳ τούτῳ ἐστέλλοντο. φασὶ δὲ βασιλέα τῶν ποιουμένων αἰσθόμενον τῶν τινα Ἰωάννῃ ἐπιτηδείων παρ’ αὐτὸν πέμψαι, ἀπεροῦντα αὐτῷ μηδαμῆ τῇ Ἀντωνίνῃ ἐντυχεῖν λάθρα.Ἰωάννης δὲ ʽχρῆν γὰρ αὐτῷ γενέσθαι κακῶσ̓ τὴν βασιλέως ὑποθήκην ἐν ἀλογίᾳ πεποιημένος, ἀμφὶ νύκτα μέσην τῇ Ἀντωνίνῃ ξυνέμιξεν αἱμασιᾶς πού τινος ἄγχιστα, ἧς δὴ ὄπισθεν καθίσασα ἐτύγχανε τοὺς ἀμφὶ Ναρσῆν τε καὶ Μάρκελλον, ὅπως τῶν λεγομένων ἀκούσειαν.ἐνταῦθα Ἰωάννης μὲν ἀφυλάκτῳ στόματι τὰ ἐς τὴν ἐπίθεσιν ὡμολόγει τε καὶ ὅρκοις δεινοτάτοις ἀπισχυρίζετο, Ναρσῆς δὲ αὐτῷ καὶ Μάρκελλος ἐκ τοῦ αἰφνιδίου ἐπέστησαν.θορύβου δέ, ὡς τὸ εἰκός, γενομένου οἱ τοῦ Ἰωάννου δορυφόροι ʽἄγχιστα γάρ πη ἑστήκεσαν’ παρ’ αὐτὸν αὐτίκα ἐγένοντο.καὶ αὐτῶν τις Μάρκελλον, οὐκ εἰδὼς ὅστις ποτὲ ἦν, ξίφει ἔπληξεν, οὕτω τε Ἰωάννης διαφυγεῖν ξὺν αὐτοῖς ἴσχυσεν ἔς τε τὴν πόλιν κατὰ τάχος ἀφίκετο.καὶ εἰ μὲν εὐθὺς ἐλθεῖν παρὰ βασιλέα ἐθάρσησεν, οἶμαι ἄν, οὐδὲν ἐπεπόνθει πρὸς αὐτοῦ ἄχαρι· νῦν δὲ καταφυγὼν ἐς τὸ ἱερὸν δέδωκε τῇ βασιλίδι κατ’ ἐξουσίαν τῇ ἐς αὐτὸν ἐπιβουλῇ χρῆσθαι.Τότε μὲν οὖν ἐξ ἐπάρχων ἰδιώτης γενόμενος ἐς ἕτερον ἐνθένδε ἀναστὰς ἐκομίσθη, ὅπερ ἐν τῷ προαστείῳ Κυζίκου πόλεως ἵδρυται,—Ἀρτάκην καλοῦσι Κυζικηνοὶ τὸ προάστειον. ἐνταῦθα ἱερέως οὔ τι ἑκούσιος περιβέβληται σχῆμα, οὐκ ἐπισκόπου μέντοι, ἀλλ’ ὅνπερ καλεῖν πρεσβύτερον νενομίκασιν.ὁ δὲ ἱερουργεῖν ἥκιστα ἤθελεν, ὡς μή ποτε αὐτῷ ἐμπόδιον εἴη ἐς τὰς ἀρχὰς αὖθις ἰέναι· τῶν γὰρ ἐλπίδων μεθίεσθαι οὐδαμῆ ἤθελε. τὰ δὲ χρήματα ἐς τὸ δημόσιον ἀνάγραπτα εὐθὺς γέγονεν.ὧν δὴ αὐτῷ μοῖραν βασιλεὺς πολλὴν ἠφίει·ἔτι γὰρ τῇ ἐς αὐτὸν φειδοῖ εἴχετο. ἐνταῦθα παρῆν τῷ Ἰωάννῃ ἀφροντιστήσαντι μὲν κινδύνων ἁπάντων, χρήματα δὲ περιβεβλημένῳ μεγάλα, ὅσα τε αὐτὸς ἐτύγχανε κρύψας καὶ ὅσα βασιλέως γνώμῃ παρ’ αὐτῷ ἔμεινε, τρυφᾶν τε κατ’ ἐξουσίαν καὶ τὰ παρόντα ἡγεῖσθαι λογισμῷ σώφρονι εὐδαίμονα εἶναι.διὸ δὴ καὶ πάντες Ῥωμαῖοι ἐπὶ τῷ ἀνθρώπῳ ἀτεχνῶς ἤχθοντο, ὅτι δὴ πονηρότατος γεγονὼς δαιμόνων ἁπάντων, βίον παρὰ τὴν ἀξίαν εὐδαιμονέστερον ἢ πρότερον ἔχοι.ἀλλ’ ὁ θεός, οἶμαι, οὐκ ἤνεγκεν ἐς τοῦτο τὴν τίσιν Ἰωάννῃ ἀποκεκρίσθαι, ἐπὶ μέγα τε αὐτῷ τὴν κόλασιν ἐξηρτύετο. ἐγίνετο δὲ ὧδε.Ἦν τις ἐν Κυζίκῳ ἐπίσκοπος Εὐσέβιος ὄνομα, χαλεπὸς ἅπασι τοῖς ἐντυγχάνουσιν Ἰωάννου οὐδέν τι ἧσσον· τοῦτον Κυζικηνοὶ βασιλεῖ διαβάλλοντες ἐς δίκην ἐκάλουν.ἐπεὶ δὲ οὐδὲν ἤνυον, δυνάμει αὐτοὺς περιελθόντος Εὐσεβίου πολλῇ, ξυμφρονήσαντες νεανίαι τινὲς ἐν τῇ Κυζίκου ἀγορᾷ κτείνουσιν.