τότε δὴ ἑκατέρωθεν οἱ Ὑπατίου στασιῶται κατὰ κράτος πλησσόμενοι διεφθείροντο. ἐπεὶ δὲ ἡ τροπὴ λαμπρὰ ἐγεγόνει καὶ φόνος ἦν ἤδη τοῦ δήμου πολύς, Βοραΐδης τε καὶ Ἰοῦστος, Ἰουστινιανοῦ βασιλέως ἀνεψιοί, χεῖρας αὐτοῖς οὐδενὸς ἀνταίρειν τολμῶντος, καθεῖλόν τε ἀπὸ τοῦ θρόνου Ὑπάτιον καὶ αὐτὸν ἐσαγαγόντες βασιλεῖ ἅμα Πομπηίῳ παρέδωκαν.θνήσκουσί τε τοῦ δήμου πλέον ἢ τρισμύριοι ἐν ταύτῃ τῇ ἡμέρᾳ. βασιλεὺς δὲ αὐτοὺς ἐν φυλακῇ χαλεπῇ ἐκέλευεν εἶναι.ἐνταῦθα Πομπήιος μὲν ἐδάκρυέ τε καὶ ἄξια ἐλέου ἐφθέγγετο· ἦν γὰρ δὴ ὁ ἀνὴρ πραγμάτων τε καὶ κακῶν τοιούτων ἥκιστα ἔμπειρος· Ὑπάτιος δὲ αὐτὸν πολλὰ ὀνειδίσας οὐκ ἔφη χρῆναι τοὺς οὐκ ἐν δίκῃ ἀπολουμένους ὀδύρεσθαι.ἀρχήν τε γὰρ ὑπὸ τοῦ δήμου ἄκοντας βιασθῆναι, καὶ οὐκ ἐπὶ κακῷ τοῦ βασιλέως ὕστερον ἐς τὸ ἱπποδρόμιον ἀφικέσθαι. κτείναντες δὲ οἱ στρατιῶται τῇ ὑστεραίᾳ ἑκάτερον, ἐς θάλασσαν καθῆκαν τὰ σώματα.βασιλεὺς δὲ αὐτῶν τε τὰ χρήματα ἐς τὸ δημόσιον ἀνάγραπτα ἐποιήσατο καὶ ἄλλων τῶν ἐκ βουλῆς ἁπάντων οἳ δὴ τὴν γνώμην ξὺν αὐτοῖς ἔθεντο.ἔπειτα μέντοι τοῖς τε ἄλλοις ἅπασι καὶ τοῖς Ὑπατίου καὶ Πομπηίου παισὶ τά τε ἀξιώματα οἷς πρότερον ἐχρῶντο ἀπέδωκε καὶ τῶν χρημάτων ὅσοις τῶν ἐπιτηδείων τινὰς οὐκ ἔτυχε δωρησάμενος. ἐς τόδε μὲν Βυζαντίῳ ἡ στάσις ἐτελεύτα.Τριβουνιανὸς δὲ καὶ Ἰωάννης τῆς τιμῆς οὕτω παραλυθέντες χρόνῳ ὕστερον ἐς ἀρχὰς τὰς αὐτὰς κατέστησαν ἄμφω.ἀλλὰ Τριβουνιανὸς μὲν ἔτη πολλὰ ἐπιβιοὺς τῇ τιμῇ ἐτελεύτησε νόσῳ, ἄλλο οὐδὲν ἄχαρι πρὸς οὐδενὸς παθών. ἦν γὰρ αἱμύλος τε καὶ τἄλλα ἡδὺς καὶ τῆς φιλοχρηματίας τὸ νόσημα ἐπισκιάσαι ἱκανώτατος τῆς παιδείας περιουσίᾳ.Ἰωάννης δὲ ʽπᾶσι γὰρ ἀνθρώποις βαρύς τε ὁμοίως καὶ χαλεπὸς ἦν, πληγάς τε τοῖς προσπίπτουσιν ἐντεινόμενος καὶ τὰ χρήματα ἁπαξάπαντα λόγῳ οὐδενὶ ληιζόμενοσ̓ δέκατον ἔτος τὴν ἀρχὴν ἔχων τὴν δίκην ὀρθῶς καὶ δικαίως τῆς ἐς τὴν δίαιταν παρανομίας ἐξέτισε τρόπῳ τοιῷδε.Θεοδώρα ἡ βασιλὶς ἤχθετο αὐτῷ πάντων μάλιστα. καὶ ὃς τῇ γυναικὶ προσκεκρουκὼς οἷς ἡμάρτανε, θωπείᾳ μὲν αὐτὴν ἢ χάριτι μετελθεῖν ὡς ἥκιστα ἔγνω, ἐς ἐπιβουλὴν δὲ αὐτῇ ἐκ τοῦ ἐμφανοῦς καθιστάμενος ἐς τὸν βασιλέα διέβαλλεν, οὔτε τὴν τύχην ἐρυθριῶν οὔτε τὴν στοργὴν αἰσχυνόμενος ἥνπερ ἐς αὐτὴν ὁ βασιλεὺς εἶχεν ἐξαισίαν οἵαν.αἰσθομένη δὲ ἡ βασιλὶς τῶν ποιουμένων κτεῖναι μὲν διενοεῖτο τὸν ἄνθρωπον, μηχανῇ δὲ οὐδεμιᾷ εἶχεν, ἐπεὶ λόγον αὐτοῦ Ἰουστινιανὸς βασιλεὺς ἐποιεῖτο πολύν.γνοὺς δὲ Ἰωάννης τὴν τῆς βασιλίδος ἐς αὑτὸν γνώμην ἐν δείμασι μεγάλοις ἐγίνετο.ἐπειδάν τε ὡς καθευδήσων ἐς τὸν κοιτῶνα ἴοι, τῶν τινα βαρβάρων ἐπιστήσεσθαί οἱ ὡς ἀπολοῦντα ὑπώπτευεν ἐς νύκτα ἑκάστην, ὑπερκύπτων τε ἀεὶ ἐκ τοῦ δωματίου καὶ τὰς εἰσόδους περισκοπῶν ἄϋπνος ἔμενε, καίπερ ἑταιρισάμενος δορυφόρων τε καὶ ὑπασπιστῶν χιλιάδας πολλάς, οὐ γεγονὸς ὑπάρχων τινὶ πρότερον τοῦτό γε.ἀλλ’ ἐπιλελησμένος ἅμα ἡμέρᾳ θείων τε καὶ ἀνθρωπείων δειμάτων ἁπάντων, ὄλεθρος αὖθις κοινῇ τε καὶ ἰδίᾳ πᾶσι Ῥωμαίοις ἐγίνετο. καὶ φαρμακεῦσι μὲν τὰ πολλὰ ὡμίλει, μαντείαις δὲ ἀσεβέσιν ἐς ἀεὶ χρώμενος τὴν αὐτοκράτορα αὐτῷ τερατευομέναις ἀρχήν, ἀεροβατῶν τε καταφανὴς ἦν καὶ μετέωρος ἀρθεὶς ταῖς τῆς βασιλείας ἐλπίσι.τῆς μέντοι πονηρίας αὐτῷ καὶ τῆς ἐς τὴν δίαιταν παρανομίας οὐδὲν οὔτε ἐλώφα οὔτε ὑπέληγε.καί τις αὐτῷ θεοῦ λόγος τὸ παράπαν οὐκ ἦν, ἀλλὰ καὶ εἴ που εἰς ἱερὸν ὡς εὐξόμενός τε καὶ διανυκτερεύσων ἐνταῦθα ἴοι, οὐδὲν ὁμοίως τοῖς Χριστιανῶν ἤθεσιν ἔπραττεν, ἀλλὰ τριβώνιον ἐνδιδυσκόμενος ἱερεῖ πρέπον τῆς παλαιᾶς δόξης ἣν νῦν Ἑλληνικὴν καλεῖν νενομίκασι, λόγους οὐχ ὁσίους τινὰς οὕσπερ ἐμεμελετήκει ἀπεστομάτιζεν ἀνὰ πᾶσαν τὴν νύκτα ἐκείνην, ὅπως οἱ ἥ τε βασιλέως διάνοια ἔτι μᾶλλον ὑποχειρία εἴη καὶ αὐτὸς κακῶν γενοιτο ἀπαθὴς πρὸς πάντων ἀνθρώπων.Ἐν τούτῳ δὲ Βελισάριος Ἰταλίαν καταστρεψάμενος βασιλεῖ ἐς Βυζάντιον ξὺν Ἀντωνίνῃ τῇ γυναικὶ μετάπεμπτος ἦλθεν, ἐφ’ ᾧ ἐπὶ Πέρσας στρατεύσειε.καὶ τοῖς μὲν ἄλλοις ἅπασιν ἔντιμός τε καὶ λόγου πολλοῦ ἄξιος, ὡς τὸ εἰκός, ἦν, μόνος δὲ Ἰωάννης αὐτῷ χαλεπῶς εἶχε καὶ πολλῇ ἐπιβουλῇ ἐς αὐτὸν εἴχετο, κατ’ ἄλλο μὲν οὐδέν, ὅτι δὲ αὐτὸς μὲν τὸ ἐκ πάντων ἔχθος ἐφ’ ἑαυτὸν εἷλκε, Βελισάριος δὲ πάντων εὐδοκιμῶν μάλιστα ἔτυχεν· ἐπ’ αὐτῷ τε γενομένης τῆς Ῥωμαίων ἐλπίδος αὖθις ἐπὶ Πέρσας ἐστράτευσε, τὴν γυναῖκα ἐν Βυζαντίῳ ἀπολιπών.Ἀντωνίνα δὲ ἡ Βελισαρίου γυνὴ ʽἦν γὰρ ἱκανωτάτη ἀνθρώπων ἁπάντων μηχανᾶσθαι τὰ ἀμήχανἀ χαριεῖσθαι τῇ βασιλίδι βουλευσαμένη ἐπενόει τοιάδε. ἦν τῷ Ἰωάννῃ θυγάτηρ Εὐφημία, δόξαν μὲν ἐπὶ σωφροσύνῃ πολλὴν ἔχουσα, νέα δὲ κομιδῆ, καὶ ἀπ’ αὐτοῦ λίαν εὐάλωτος, ἣν δὴ ὁ πατὴρ ὑπερηγάπα, ἐπειδὴ καὶ μόνης αὐτῆς ἐγεγόνει πατήρ.ταύτην ἡ Ἀντωνίνα τιθασσεύουσα ἐς ἡμέρας συχνὰς προσποιήσασθαί τε ἅτε φίλην ἐνδελεχέστατα ἴσχυσε καὶ τῶν αὐτῇ ἀπορρήτων μεταδιδόναι οὐκ ἀπηξίου.καί ποτε αὐτῆς οἱ μόνης ἐν τῷ δωματίῳ παρούσης ὀδύρεσθαι τύχας τὰς παρούσας ἐπλάσσετο, ὅτι δὴ Βελισάριος εὐρυτέραν ποιησάμενος τὴν Ῥωμαίων ἀρχὴν πλείονι μέτρῳ ἢ πρότερον οὖσα ἐτύγχανε, βασιλεῖς τε δορυαλώτους δύο καὶ πλούτου τοσοῦτόν τι χρῆμα ἐς Βυζάντιον ἀγαγών, ἀχαρίστου Ἰουστινιανοῦ ἔτυχε· τά τε ἄλλα ὡς οὐ δικαίαν οὖσαν τὴν πολιτείαν διέβαλλε.