καὶ αὐτῷ Χοσρόης ἔφασκε ξυστρατεύειν σφίσιν οὕτως ἔχοντι τοῦ ποδὸς ἀδύνατα εἶναι, ἀλλὰ χρῆναι αὐτὸν ἔς τι τῶν ἐκείνῃ φρουρίων ἰόντα τῆς πρὸς τῶν ἰατρῶν ἐπιμελείας ἐνταῦθα τυχεῖν.οὕτω μὲν ὁ Χοσρόης τὴν ἐπὶ τῷ θανάτῳ τὸν ἄνθρωπον ἀπεπέμψατο, καὶ ξὺν αὐτῷ ὄπισθεν εἵποντο οἵπερ αὐτὸν ἐν τῷ φρουρίῳ ἀπολεῖν ἔμελλον, ἄνδρα ἐν Πέρσαις ἀήττητον στρατηγὸν ὄντα τε καὶ λεγόμενον, ὅσπερ ἐπὶ δώδεκα ἔθνη βαρβάρων στρατεύσας ἅπαντα Καβάδῃ βασιλεῖ παρεστήσατο.τοῦ δὲ Ἀδεργουδουνβάδου ἐξ ἀνθρώπων ἀφανισθέντος, Οὐαρράμης ὁ παῖς τὸ τοῦ χαναράγγου ἀξίωμα ἔσχε.χρόνῳ δὲ οὐ πολλῷ ὕστερον εἴτε Καβάδης αὐτός, ὁ τοῦ Ζάμου υἱός, εἴτε τις ἄλλος ἐπιβατεύων τοῦ Καβάδου ὀνόματος ἐς Βυζάντιον ἦλθε· Καβάδῃ μέντοι βασιλεῖ τὴν ὄψιν ἐμφερέστατος ἦν.καὶ αὐτὸν Ἰουστινιανὸς βασιλεὺς ἀμφιγνοῶν μέν, ἅτε δὴ Καβάδου βασιλέως υἱωνόν, ξὺν φιλοφροσύνῃ πολλῇ ἐν τιμῇ ἔσχε. τὰ μὲν οὖν ἀμφὶ Πέρσας τοὺς Χοσρόῃ ἐπαναστάντας ἐγένετο ὧδε.Ὕστερον δὲ καὶ τὸν Μεβόδην ὁ Χοσρόης διεχρήσατο ἐξ αἰτίας τοιᾶσδε. τῶν τι σπουδαίων διαχειρίζων, παρόντι τῷ Ζαβεργάνῃ ἐπέταττε τὸν Μεβόδην καλεῖν· ἐτύγχανε δὲ τῷ Μεβόδῃ ὁ Ζαβεργάνης διάφορος ὤν· ὃς δὴ παρ’ αὐτὸν ἀφικόμενος εὕρισκε μὲν στρατιώτας τοὺς αὐτῷ ἑπομένους διέποντα, ἔλεγε δὲ ὅτι δὴ αὐτὸν ὡς τάχιστα ὁ βασιλεὺς καλοίη.καὶ ὁ μὲν αὐτίκα μάλα, ἐπειδὰν τὰ ἐν ποσὶ διάθηται, ἕψεσθαι ὡμολόγει, ὁ δὲ τῷ ἐς αὐτὸν ἔχθει ἠγμένος ἀπήγγελλε Χοσρόῃ ὡς οὐ βούλοιτο Μεβόδης ἐν τῷ παρόντι ἥκειν, φάσκων οἵ τινα ἀσχολίαν εἶναι.θυμῷ τοίνυν ὁ Χοσρόης ἐχόμενος, στείλας τῶν οἱ ἑπομένων τινὰ παρὰ τὸν τρίποδα τὸν Μεβόδην ἐκέλευεν ἰέναι. ὅ τι δὲ τοῦτό ἐστιν, αὐτίκα δηλώσω.τρίπους σιδηροῦς πρὸ τῶν βασιλείων ἐσαεὶ ἕστηκεν. ἐπειδὰν οὖν τις τῶν Περσῶν πύθηται ὅτι δὴ αὐτῷ ὁ βασιλεὺς χαλεπῶς ἔχοι, τούτῳ δὲ οὔτε πη ἐς ἱερὸν καταφυγεῖν θέμις οὔτε ἀλλχαόσε ἰέναι, ἀλλὰ παρὰ τοῦτον καθημένῳ τὸν τρίποδα τὴν βασιλέως προσδέχεσθαι ψῆφον, τῶν πάντων οὐδενὸς φυλάσσειν αὐτὸν ἀξιοῦντος.ἐνταῦθα ὁ Μεβόδης ἐν σχήματι οἰκτρῷ ἐκάθητο ἡμέρας πολλάς, ἕως τις αὐτὸν Χοσρόου ἐπαγγείλαντος λαβὼν ἔκτεινεν. ἐς τοῦτό τε αὐτῷ τὰ τῆς ἐς Χοσρόην εὐεργεσίας ἐχώρησεν.Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους ἐν Βυζαντίῳ στάσις τῷ δήμῳ ἐκ τοῦ ἀπροσδοκήτου ἐνέπεσεν, ἣ μεγίστη τε παρὰ δόξαν ἐγένετο καὶ ἐς κακὸν μέγα τῷ τε δήμῳ καὶ τῇ βουλῇ ἐτελεύτησε τρόπῳ τοιῷδε.οἱ δῆμοι ἐν πόλει ἑκάστῃ ἔς τε Βενέτους ἐκ παλαιοῦ καὶ Πρασίνους διῄρηντο, οὐ πολὺς δὲ χρόνος ἐξ οὗ τούτων τε τῶν ὀνομάτων καὶ τῶν βάθρων ἕνεκα οἷς δὴ θεώμενοι ἐφεστήκασι, τά τε χρήματα δαπανῶσι καὶ τὰ σώματα αἰκισμοῖς πικροτάτοις προΐενται καὶ θνήσκειν οὐκ ἀπαξιοῦσι θανάτῳ αἰσχίστῳ·μάχονται δὲ πρὸς τοὺς ἀντικαθισταμένους, οὔτε εἰδότες ὅτου αὐτοῖς ἕνεκα ὁ κίνδυνός ἐστιν, ἐξεπιστάμενοί τε ὡς, ἢν καὶ περιέσωνται τῶν δυσμενῶν τῇ μάχῃ, λελείψεται αὐτοῖς ἀπαχθῆναι μὲν αὐτίκα ἐς τὸ δεσμωτήριον, αἰκιζομένοις δὲ τὰ ἔσχατα εἶτα ἀπολωλέναι.φύεται μὲν οὖν αὐτοῖς τὸ ἐς τοὺς πέλας ἔχθος αἰτίαν οὐκ ἔχον, μένει δὲ ἀτελεύτητον ἐς τὸν πάντα αἰῶνα, οὔτε κήδει οὔτε ξυγγενείᾳ οὔτε φιλίας θεσμῷ εἶκον, ἢν καὶ ἀδελφοὶ ἢ ἄλλο τι τοιοῦτον οἱ ἐς τὰ χρώματα ταῦτα διάφοροι εἶεν.μέλει τε αὐτοῖς οὔτε θείων οὔτε ἀνθρωπείων πραγμάτων παρὰ τὸ ἐν τούτοις νικᾶν, ἤν τέ τι ἀσέβημα ἐς τὸν θεὸν ὑφ’ ὁτουοῦν ἁμαρτάνηται ἤν τε οἱ νόμοι καὶ ἡ πολιτεία πρὸς τῶν οἰκείων ἢ τῶν πολεμίων βιάζωνται, ἐπεὶ καὶ τῶν ἐπιτηδείων σπανίζοντες ἴσως κἀν τοῖς ἀναγκαιοτάτοις ἀδικουμένης αὐτοῖς τῆς πατρίδος, οὐ προσποιοῦνται, ἤν γε αὐτοῖς κεῖσθαι τὸ μέρος ἐν καλῷ μέλλῃ· οὕτω γὰρ τοὺς συστασιώτας καλοῦσι.μεταλαγχάνουσι δὲ τοῦ ἄγους τούτου καὶ γυναῖκες αὐτοῖς, οὐ τοῖς ἀνδράσιν ἑπόμεναι μόνον, ἀλλὰ καὶ τούτοις, ἂν οὕτω τύχοι, ἀντιστατοῦσαι, καίπερ οὔτε εἰς τὰ θέατρα τὸ παράπαν ἰοῦσαι οὔτε τῳ ἄλλῳ αἰτίῳ ἠγμέναι· ὥστε οὐκ ἔχω ἄλλο τι ἔγωγε τοῦτο εἰπεῖν ἢ ψυχῆς νόσημα. ταῦτα μὲν οὖν ταῖς τε πόλεσι καὶ δήμῳ ἑκάστῳ ὧδέ πη ἔχει.Τότε δὲ ἡ ἀρχή, ἣ τῷ δήμῳ ἐφειστήκει ἐν Βυζαντίῳ, τῶν στασιωτῶν τινας τὴν ἐπὶ θανάτῳ ἀπῆγε. ξυμφρονήσαντες δὲ καὶ σπεισάμενοι πρὸς ἀλλήλους ἑκάτεροι τούς τε ἀγομένους ἁρπάζουσι καὶ ἐς τὸ δεσμωτήριον αὐτίκα ἐσβάντες ἀφιᾶσιν ἅπαντας ὅσοι στάσεως ἢ ἑτέρου του ἁλόντες ἀτοπήματος ἐδέδεντο.καὶ οἱ μὲν ὑπηρέται, ὅσοι τῇ τῆς πόλεως ἀρχῇ ἕπονται, ἐκτείνοντο οὐδενὶ λόγῳ, τῶν δὲ πολιτῶν εἴ τι καθαρὸν ἦν ἐς τὴν ἀντιπέρας ἤπειρον ἔφευγον, καὶ τῇ πόλει πῦρ ἐπεφέρετο, ὡς δὴ ὑπὸ πολεμίοις γεγενημένῃ.καὶ τὸ ἱερὸν ἡ Σοφία τό τε βαλανεῖον ὁ Ζεύξιππος καὶ τῆς βασιλέως αὐλῆς τὰ ἐκ τῶν προπυλαίων ἄχρι ἐς τὸν Ἄρεως λεγόμενον οἶκον καυθέντα ἐφθάρη, ἐπὶ τούτοις τε ἄμφω αἱ μεγάλαι στοαὶ μέχρι τῆς ἀγορᾶς ἀνήκουσαι ἣ Κωνσταντίνου ἐπώνυμός ἐστιν, εὐδαιμόνων τε ἀνθρώπων οἰκίαι πολλαὶ καὶ χρήματα μεγάλα.βασιλεὺς δὲ καὶ ἡ συνοικοῦσα καὶ τῶν ἀπὸ βουλῆς ἔνιοι καθείρξαντες σφᾶς αὐτοὺς ἐν παλατίῳ ἡσύχαζον. ξύμβολον δὲ ἀλλήλοις ἐδίδοσαν οἱ δῆμοι τὸ νίκα, καὶ ἀπ’ αὐτοῦ ἐς τόδε τοῦ χρόνου ἡ κατάστασις ἐκείνη προσαγορεύεται.