ἐπεὶ δὲ ἅπαντες οἱ Περσῶν λόγιμοι ἐς τοῦτο ἀγηγερμένοι ἐκάθηντο, τὸ μὲν γράμμα ὁ Μεβόδης ἀναλεξάμενος τὴν Καβάδου ἀμφὶ τῷ Χοσρόῃ ἐδήλου γνώμην, ἀναμνησθέντες δὲ τῆς Καβάδου ἀρετῆς ἅπαντες βασιλέα Πέρσαις αὐτίκα Χοσρόην ἀνεῖπον.Οὕτω μὲν ὁ Χοσρόης τὴν ἀρχὴν ἔσχεν. ἐν δὲ Μαρτυροπόλει Σίττας τε καὶ Ἑρμόγενης ἀμφὶ τῇ πόλει δειμαίνοντες, ἀμύνειν γὰρ κινδυνευούσῃ οὐδαμῆ εἶχον, ἔπεμψάν τινας ἐς τοὺς πολεμίους, οἳ τοῖς στρατηγοῖς ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε“Λελήθατε ὑμᾶς αὐτοὺς βασιλεῖ τε τῷ Περσῶν καὶ τοῖς τῆς εἰρήνης ἀγαθοῖς καὶ πολιτείᾳ ἑκατέρᾳ ἐμποδὼν οὐ δέον γινόμενοι. πρέσβεις γὰρ ἐκ βασιλέως ἐσταλμένοι τανῦν πάρεισιν, ἐφ’ ᾧ παρὰ τὸν Περσῶν βασιλέα ἰόντες τά τε διάφορα διαλύσουσι καὶ τὰς σπονδὰς πρὸς αὐτὸν θήσονται· ἀλλ’ ὡς τάχιστα ἐξανιστάμενοι τῆς Ῥωμαίων γῆς ξυγχωρεῖτε τοῖς πρέσβεσι πράσσειν ᾗ ἑκατέροις ξυνοίσειν μέλλει.ἕτοιμοι γάρ ἐσμεν ὑπὲρ τούτων αὐτῶν καὶ ὁμήρους διδόναι ἄνδρας δοκίμους, ὡς δὴ ἔργῳ οὐκ εἰς μακρὰν ἐπιτελῆ ἔσται.” Ῥωμαίων μὲν οἱ πρέσβεις τοσαῦτα εἶπον.ἐτύγχανε δὲ καὶ ἄγγελος ἐκ τῶν βασιλείων ἐς αὐτοὺς ἥκων, ὃς δὴ αὐτοῖς τετελευτηκέναι μὲν Καβάδην ἐσήγγελλε, Χοσρόην δὲ τὸν Καβάδου βασιλέα καταστῆναι Πέρσαις,ταύτῃ τε τὰ πράγματα ᾐωρῆσθαι σφίσι. καὶ ἀπ’ αὐτοῦ τοὺς Ῥωμαίων λόγους οἱ στρατηγοὶ ἄσμενοι ἤκουσαν, ἅτε καὶ τὴν Οὔννων ἔφοδον δείσαντες. Ῥωμαῖοι μὲν οὖν ἐν ὁμήρων λόγῳ εὐθὺς ἔδοσαν Μαρτῖνόν τε καὶ τῶν Σίττα δορυφόρων ἕνα, Σενέκιον ὄνομα· Πέρσαι δὲ διαλύσαντες τὴν προσεδρείαν εὐθύωρον τὴν ἀναχώρησιν ἐποιήσαντο.οἵ τε Οὖννοι οὐ πολλῷ ὕστερον ἐσβαλόντες εἰς γῆν τὴν Ῥωμαίων, ἐπεὶ τὸν Περσῶν στρατὸν ἐνταῦθα οὐχ εὗρον, δι’ ὀλίγου τὴν ἐπιδρομὴν ποιησάμενοι ἐπ’ οἴκου ἀπεκομίσθησαν ἅπαντες.Αὐτίκα δὲ καὶ Ῥουφῖνός τε καὶ Ἀλέξανδρος καὶ Θωμᾶς ὡς ξὺν Ἑρμογένει πρεσβεύσοντες ἦλθον, παρά τε Περσῶν τὸν βασιλέα πάντες ἀφίκοντο ἐς ποταμὸν Τίγρην.καὶ αὐτοὺς μὲν Χοσρόης ἐπειδὴ εἶδε, τοὺς ὁμήρους ἀφῆκε. τιθασσεύοντες δὲ Χοσρόην οἱ πρέσβεις ἐπαγωγά τε πολλὰ ἔλεξαν καὶ Ῥωμαίων ὡς ἥκιστα πρέσβεσι πρέποντα.οἷς δὴ χειροήθης ὁ Χοσρόης γενόμενος τὴν μὲν εἰρήνην πέρας οὐκ ἔχουσαν δέκα καὶ ἑκατὸν κεντηναρίων ὡμολόγει πρὸς αὐτοὺς θήσεσθαι, ἐφ’ ᾧ δὴ ὁ τῶν ἐν Μεσοποταμίᾳ στρατιωτῶν ἄρχων μηκέτι ἐν Δάρας τὸ λοιπὸν εἴη, ἀλλ’ ἐν Κωνσταντίνῃ τὸν ἅπαντα χρόνον διαγένοιτο ᾗπερ καὶ τὸ παλαιὸν εἴθιστο· φρούρια δὲ τὰ ἐν Λαζικῇ οὐκ ἔφη ἀποδώσειν, καίπερ αὐτὸς τό τε Φαράγγιον καὶ Βῶλον τὸ φρούριον δικαιῶν πρὸς Ῥωμαίων ἀπολαβεῖν.ἕλκει δὲ λίτρας τὸ κεντηνάριον ἑκατόν, ἀφ’ οὗ δὴ καὶ ὠνόμασται. κέντον γὰρ τὰ ἑκατὸν καλοῦσι Ῥωμαῖοι.τοῦτο δέ οἱ δίδοσθαι τὸ χρυσίον ἠξίου, ὡς μήτε πόλιν Δάρας Ῥωμαῖοι καθελεῖν ἀναγκάζωνται μήτε φυλακτηρίου τοῦ ἐν πύλαις Κασπίαις μεταλαχεῖν Πέρσαις.οἱ μέντοι πρέσβεις τὰ μὲν ἄλλα ἐπῄνουν, τὰ δὲ φρούρια ἐνδιδόναι οὐκ ἔφασκον οἷοί τε εἶναι, ἢν μὴ βασιλέως ἀμφ’ αὐτοῖς πύθωνται πρότερον.ἔδοξε τοίνυν Ῥουφῖνον μὲν ὑπὲρ τούτων ἐς Βυζάντιον στέλλεσθαι, τοὺς δὲ ἄλλους, ἕως αὐτὸς ἐπανίῃ, μένειν. καὶ χρόνος ἡμερῶν ἑβδομήκοντα Ῥουφίνῳ ξυνέκειτο ἐς τὴν ἄφιξιν.ἐπεὶ δὲ ὁ Ῥουφῖνος ἐς Βυζάντιον ἀφικόμενος βασιλεῖ ἀπήγγελλεν ὅσα Χοσρόῃ ἀμφὶ τῇ εἰρήνῃ δοκοῦντα εἴη, ἐκέλευσε βασιλεὺς κατὰ ταῦτα σφίσι τὴν εἰρήνην ξυνίστασθαι.Ἀλλ’ ἐν τούτῳ φήμη τις οὐκ ἀληθὴς ἥκουσα ἐς τὰ Περσῶν ἤθη βασιλέα Ἰουστινιανὸν ἤγγελλεν ὀργισθέντα Ῥουφῖνον κτεῖναι. οἷς δὴ Χοσρόης ξυνταραχθείς τε καὶ θυμῷ πολλῷ ἤδη ἐχόμενος τῷ παντὶ στρατῷ ἐπὶ Ῥωμαίους ᾔει. Ῥουφῖνος δέ οἱ μεταξὺ ἐπανήκων ἐνέτυχε πόλεως Νισίβιδος οὐ μακρὰν ἄποθεν.διὸ δὴ αὐτοί τε ἐν τῇ πόλει ταύτῃ ἐγένοντο καί, ἐπεὶ τὴν εἰρήνην βεβαιοῦν ἔμελλον, τὰ χρήματα οἱ πρέσβεις ἐνταῦθα ἐκόμιζον.ἀλλ’ Ἰουστινιανῷ βασιλεῖ τὰ Λαζικῆς φρούρια ξυγκεχωρηκότι μετέμελεν ἤδη, γράμματά τε ἄντικρυς ἀπολέγοντα τοῖς πρέσβεσιν ἔγραφε μηδαμῶς αὐτὰ προΐεσθαι Πέρσαις.διὸ δὴ Χοσρόης τὰς σπονδὰς θέσθαι οὐκέτι ἠξίου, καὶ τότε Ῥουφίνῳ ἔννοιά τις ἐγένετο ὡς ταχύτερα ἢ ἀσφαλέστερα βουλευσάμενος ἐς γῆν τὴν Περσῶν τὰ χρήματα ἐσκομίσειεν.αὐτίκα γοῦν ἐς τὸ ἔδαφος καθῆκε τὸ σῶμα, κείμενός τε πρηνὴς Χοσρόην ἱκέτευε τά τε χρήματα σφίσι ξυμπέμψαι καὶ μὴ ἐπὶ Ῥωμαίους εὐθὺς στρατεύειν, ἀλλὰ ἐς χρόνον τινὰ ἕτερον τὸν πόλεμον ἀποτίθεσθαι.Χοσρόης δὲ αὐτὸν ἐνθένδε ἐκέλευεν ἐξανίστασθαι, ἅπαντά οἱ ταῦτα χαριεῖσθαι ὑποσχόμενος. οἵ τε γοῦν πρέσβεις ξὺν τοῖς χρήμασιν ἐς Δάρας ἦλθον, καὶ ὁ Περσῶν στρατὸς ὀπίσω ἀπήλαυνε.Καὶ τότε μὲν Ῥουφῖνον οἱ ξυμπρεσβευταὶ δι’ ὑποψίας τε αὐτοὶ ἐς τὰ μάλιστα ἔσχον καὶ ἐς βασιλέα διέβαλλον, τεκμαιρόμενοι ὅτι δή οἱ ἅπαντα ὁ Χοσρόης ὅσα ἔχρῃζεν αὐτοῦ ἀναπεισθεὶς ξυνεχώρησεν.ἔδρασε μέντοι αὐτὸν διὰ ταῦτα βασιλεὺς οὐδὲν ἄχαρι. χρόνῳ δὲ οὐ πολλῷ ὕστερον Ῥουφῖνός τε αὐτὸς καὶ Ἐρμογένης αὖθις παρὰ Χοσρόην ἐστέλλοντο, ἔς τε τὰς σπονδὰς αὐτίκα ἀλλήλοις ξυνέβησαν, ἐφ’ ᾧ ἑκάτεροι ἀποδώσουσιν ὅσα δὴ ἀμφότεροι χωρία ἐν τῷδε τῷ πολέμῳ ἀλλήλους ἀφείλοντο, καὶ μηκέτι στρατιωτῶν τις ἀρχὴ ἐν Δάρας εἴη· τοῖς τε Ἴβηρσιν ἐδέδοκτο ἐν γνώμῃ εἶναι ἢ μένειν αὐτοῦ ἐν Βυζαντίῳ, ἢ ἐς σφῶν τὴν πατρίδα ἐπανιέναι. ἦσαν δὲ πολλοὶ καὶ οἱ μένοντες καὶ οἱ ἐπανιόντες ἐς τὰ πάτρια ἤθη.