ʽὁ δὲ Καϊσὸς οὗτος γένους μὲν ἦν τοῦ φυλαρχικοῦ καὶ διαφερόντως ἀγαθὸς τὰ πολέμια, τῶν δέ τινα Ἐσιμιφαίου ξυγγενῶν κτείνας ἐς γῆν ἔφευγεν ἣ δὴ ἔρημος ἀνθρώπωνπαντάπασίν ἐστιν.ʼ ἑκάτερος μὲν οὖν τὴν αἴτησιν ὑποσχόμενος ἐπιτελῆ ποιήσειν τὸν πρεσβευτὴν ἀπεπέμψατο, ἔδρασε δὲ αὐτοῖν τὰ ὡμολογημένα οὐδέτερος.τοῖς τε γὰρ Αἰθίοψι τὴν μέταξαν ὠνεῖσθαι πρὸς τῶν Ἰνδῶν ἀδύνατα ἦν, ἐπεὶ ἀεὶ οἱ Περσῶν ἔμποροι πρὸς αὐτοῖς τοῖς ὅρμοις γινόμενοι οὗ δὴ τὰ πρῶτα αἱ τῶν Ἰνδῶν νῆες καταίρουσιν, ἅτε χώραν προσοικοῦντες τὴν ὅμορον, ἅπαντα ὠνεῖσθαι τὰ φορτία εἰώθασι, καὶ τοῖς Ὁμηρίταις χαλεπὸν ἔδοξεν εἶναι χώραν ἀμειψαμένοις ἔρημόν τε καὶ χρόνου πολλοῦ ὁδὸν κατατείνουσαν ἐπ’ ἀνθρώπους πολλῷ μαχιμωτέρους ἰέναι.ἀλλὰ καὶ Ἄβραμος ὕστερον, ὅτε δὴ τὴν ἀρχὴν ὡς ἀσφαλέστατα ἐκρατύνατο, πολλάκις μὲν Ἰουστινιανῷ βασιλεῖ ὡμολόγησεν ἐς γῆν τὴν Περσίδα ἐσβάλλειν, ἅπαξ δὲ μόνον τῆς πορείας ἀρξάμενος ὀπίσω εὐθὺς ἀπεχώρησε. τὰ μὲν οὖν Αἰθιόπων τε καὶ Ὁμηριτῶν ταύτῃ Ῥωμαίοις ἐχώρησεν.Ἑρμογένης δὲ τότε, ἐπειδὴ τάχιστα ἡ πρὸς τῷ Εὐφράτῃ μάχη ἐγένετο, παρὰ Καβάδην ἐπὶ πρεσβείᾳ ἥκων, ἐπέραινεν οὐδὲν τῆς εἰρήνης πέρι ἧς ἕνεκα ἦλθεν, ἐπεὶ αὐτὸν οἰδαίνοντα ἔτι ἐπὶ Ῥωμαίους εὗρε· διὸ δὴ ἄπρακτος ἀνεχώρησε.καὶ Βελισάριος βασιλεῖ ἐς Βυζάντιον μετάπεμπτος ἦλθε περιῃρημένος ἣν εἶχεν ἀρχήν, ἐφ’ ᾧ ἐπὶ Βανδίλους στρατεύσειε.Σίττας δέ, Ἰουστινιανῷ βασιλεῖ τοῦτο δεδογμένον, ὡς φυλάξων τὴν ἑῴαν ἐνταῦθα ἦλθε.καὶ Πέρσαι αὖθις στρατῷ πολλῷ ἐς Μεσοποταμίαν, Χαναράγγου τε καὶ Ἀσπεβέδου καὶ Μερμερόου ἡγουμένων σφίσιν, ἐσέβαλον.ἐπεί τε αὐτοῖς ἐτόλμα οὐδεὶς ἐς χεῖρας ἰέναι, Μαρτυρόπολιν ἐγκαθεζόμενοι ἐπολιόρκουν, οὗ δὴ Βούζης τε καὶ Βέσσας τεταγμένοι ἐπὶ τῇ φυλακῇ ἔτυχον.αὕτη δὲ κεῖται μὲν ἐν τῇ Σοφανηνῇ καλουμένῃ χώρᾳ, πόλεως Ἀμίδης τεσσαράκοντά τε καὶ διακοσίοις σταδίοις διέχουσα πρὸς βορρᾶν ἄνεμον· πρὸς αὐτῷ δὲ Νυμφίῳ τῷ ποταμῷ ἐστιν, ὃς τήν τε Ῥωμαίων γῆν καὶ Περσῶν διορίζει.οἱ μὲν οὖν Πέρσαι τῷ περιβόλῳ προσέβαλλον, οἱ δὲ πολιορκούμενοι κατ’ ἀρχὰς μὲν αὐτοὺς ἀνδρείως ὑφίσταντο, οὐ διὰ πολλοῦ δὲ ἀνθέξειν ἐπίδοξοι ἦσαν.ὅ τε γὰρ περίβολος ἐπιμαχώτατος ἦν ἐκ τοῦ ἐπὶ πλεῖστον καὶ πολιορκίᾳ Περσῶν ῥᾷστα ἁλώσιμος, αὐτοί τε τὰ ἐπιτήδεια οὐ διαρκῶς εἶχον, οὐ μὴν οὐδὲ μηχανὰς οὐδέ τι ἄλλο ἀξιόχρεων καθ’ ὅ τι ἀμύνωνται.Σίττας δὲ καὶ ὁ Ῥωμαίων στρατὸς ἐς χωρίον μὲν Ἀτταχᾶς ἦλθον, Μαρτυροπόλεως ἑκατὸν σταδίοις διέχον, ἐς τὰ πρόσω δὲ οὐκ ἐτόλμων ἰέναι, ἀλλ’ αὐτοῦ ἐνστρατοπεδευσάμενοι ἔμενον.ξυνῆν δὲ αὐτοῖς καὶ Ἑρμογένης αὖθις ἐπὶ πρεσβείᾳ ἐκ Βυζαντίου ἥκων. ἐν τούτῳ δὲ τοιόνδε τι ξυνηνέχθη γενέσθαι.Κατασκόπους ἐκ παλαιοῦ ἔν τε Ῥωμαίοις καὶ Πέρσαις δημοσίᾳ σιτίζεσθαι νόμος, οἳ δὴ λάθρα ἰέναι παρὰ τοὺς πολεμίους εἰώθασιν ὅπως περισκοπήσαντες ἐς τὸ ἀκριβὲς τὰ πρασσόμενα εἶτα ἐπανιόντες τοῖς ἄρχουσιν ἐσαγγείλωσι.τούτων πολλοὶ μὲν εὐνοίᾳ, ὡς τὸ εἰκός, χρῆσθαι ἐς τοὺς ὁμογενεῖς ἐν σπουδῇ ἔχουσι, τινὲς δὲ καὶ τοῖς ἐναντίοις προΐενται τὰ ἀπόρρητα.τότε οὖν ἐκ Περσῶν κατάσκοπός τις ἐς Ῥωμαίους σταλεὶς ἐς ὄψιν τε Ἰουστινιανῷ βασιλεῖ ἥκων, ἄλλα τε πολλὰ ἐξεῖπεν ἐν τοῖς βαρβάροις πρασσόμενα καὶ ὡς γένος Μασσαγετῶν ἐπὶ τῷ Ῥωμαίων πονηρῷ αὐτίκα δὴ μάλα ἐς τὰ Περσῶν ἤθη ἐξίασιν, ἐνθένδε τε ἐς Ῥωμαίων τὴν γῆν ἰόντες τῷ Περσῶν στρατῷ ἕτοιμοί εἰσιν ἀναμίγνυσθαι·ὁ δὲ ταῦτα ἀκούσας, πεῖράν τε ἤδη τοῦ ἀνθρώπου ἀληθείας πέρι ἐς αὑτὸν ἔχων, χρήμασιν αὐτὸν ἁδροῖς τισι χαρισάμενος πείθει ἔς τε τὸ Περσῶν στρατόπεδον ἰέναι ὃ δὴ Μαρτυροπολίτας ἐπολιόρκει, καὶ τοῖς ταύτῃ βαρβάροις ἀγγεῖλαι ὅτι δὴ οἱ Μασσαγέται οὗτοι χρήμασιν ἀναπεισθέντες τῷ Ῥωμαίων βασιλεῖ μέλλουσιν ὅσον οὔπω ἐπ’ αὐτοὺς ἥξειν.ὁ δὲ κατὰ ταῦτα ἐποίει, ἔς τε τὸ τῶν βαρβάρων στρατόπεδον ἀφικόμενος τῷ τε Χαναράγγῃ καὶ τοῖς ἄλλοις ἀπήγγελλε στράτευμα Οὔννων πολεμίων σφίσιν οὐκ ἐς μακρὰν ἐς τοὺς Ῥωμαίους ἀφίξεσθαι.οἱ δὲ ἐπεὶ ταῦτα ἤκουσαν, κατωρρώδησάν τε καὶ ἐπὶ τοῖς παροῦσι διηποροῦντο.Ἐν τούτῳ δὲ ξυνέβη πονήρως τῷ Καβάδῃ νοσῆσαι τὸ σῶμα, καὶ Περσῶν ἕνα τῶν οἱ ἐν τοῖς μάλιστα ἐπιτηδειοτάτων καλέσας, Μεβόδην ὄνομα, ἐκοινολογεῖτο ἀμφί τε τῷ Χοσρόῃ καὶ τῇ βασιλείᾳ, δεδιέναι τε Πέρσας ἔφασκε μή τι τῶν αὐτῷ βεβουλευμένων ἀλογῆσαι ἐν σπουδῇ ἕξουσιν.ὁ δέ οἱ τῆς γνώμης τὴν δήλωσιν ἐν γράμμασιν ἀπολιπεῖν ἠξίου, θαρσοῦντα ὡς οὐ μή ποτε αὐτὴν ὑπεριδεῖν τολμήσωσι Πέρσαι.Καβάδης μὲν οὖν ἄντικρυς διετίθετο βασιλέα Χοσρόην Πέρσαις καθίστασθαι. τὸ δὲ γράμμα ὁ Μεβόδης αὐτὸς ἔγραφε, καὶ ὁ Καβάδης αὐτίκα ἐξ ἀνθρώπων ἠφάνιστο.καὶ ἐπεὶ τὰ νόμιμα πάντα ἐπὶ τῇ τοῦ βασιλέως ταφῇ ἐγεγόνει, ὁ μὲν Καόσης τῷ νόμῳ θαρσῶν ἐπεβάτευε τῆς τιμῆς, ὁ δὲ Μεβόδης ἐκώλυε, φάσκων οὐδένα χρῆναι αὐτόματον ἐς τὴν βασιλείαν ἰέναι, ἀλλὰ ψήφῳ Περσῶν τῶν λογίμων.καὶ ὃς ἐπέτρεπε ταῖς ἀρχαῖς τὴν περὶ τοῦ πράγματος γνῶσιν, οὐδὲν ἐνθένδε ἔσεσθαί οἱ ἐναντίωμα ὑποτοπάζων.