ἐς ταύτην Ἀρκάδιος τὴν ἀμηχανίαν ἐμπεπτωκώς, καίπερ οὐ γεγονὼς εἰς τὰ ἄλλα ἀγχίνους, βουλεύεται βουλὴν ἥτις οἱ τόν τε παῖδα καὶ τὴν ἀρχὴν διασώσασθαι εὐπετῶς ἴσχυσεν, εἴτε κοινολογησάμενος τῶν λογίων τισίν, οἷοι πολλοὶ βασιλεῖ παρεδρεύειν εἰώθασιν, ἢ θείας τινὸς ἐπιπνοίας αὐτῷ γενομένης.διαθήκης γὰρ διαθεὶς γράμματα, διάδοχον μὲν τῆς ἡγεμονίας ἀνεῖπε τὸν παῖδα, ἐπίτροπον δὲ αὐτῷ κατεστήσατο Ἰσδιγέρδην τὸν Περσῶν βασιλέα, ᾧ δὴ πολλὰ ἐν ταῖς διαθήκαις ἐπέσκηψε Θεοδοσίῳ τὴν βασιλείαν σθένει τε καὶ προνοίᾳ πάσῃ ξυνδιασώσασθαι.Ἀρκάδιος μὲν ὧδε τήν τε ἀρχὴν καὶ τὰ οἰκεῖα διοικησάμενος ἐτελεύτησεν· Ἰσδιγέρδης δὲ ὁ Περσῶν βασιλεύς, ἐπεὶ τὸ γράμμα τοῦτο ἀπενεχθὲν εἶδεν, ὢν καὶ πρότερον ἐπὶ τρόπου μεγαλοφροσύνῃ διαβόητος ἐς τὰ μάλιστα, ἀρετὴν ἐπεδείξατο θαύματός τε πολλοῦ καὶ λόγου ἀξίαν.τὰς γὰρ Ἀρκαδίου ἐντολὰς ἐν ἀλογίᾳ οὐδεμιᾷ ποιησάμενος εἰρήνῃ τε ἀφθόνῳ χρώμενος διαγέγονεν ἐς Ῥωμαίους τὸν πάντα χρόνον καὶ Θεοδοσίῳ τὴν ἀρχὴν διεσώσατο.αὐτίκα γοῦν πρὸς Ῥωμαίων τὴν βουλὴν γράμματα ἔγραψεν, ἐπίτροπός τε οὐκ ἀπαρνούμενος Θεοδοσίου βασιλέως εἶναι καὶ πόλεμον ἐπανατεινόμενος, ἤν τις αὐτῷ ἐς ἐπιβουλὴν ἐγχειροίη καθίστασθαι.Ἐπεὶ δὲ Θεοδόσιος μὲν ἀνήρ τε ἐγεγόνει καὶ ἡλικίας πόρρω ἀφῖκτο, Ἰσδιγέρδης δὲ νοσήσας ἐξ ἀνθρώπων ἠφάνιστο, ἐπῆλθε μὲν ἐς Ῥωμαίων τὴν γῆν Οὐαραράνης ὁ Περσῶν βασιλεὺς στρατῷ μεγάλῳ, ἔδρασε δὲ οὐδὲν ἄχαρι, ἀλλ’ ἄπρακτος ἐπανῆλθεν εἰς τὰ οἰκεῖα τρόπῳ τοιῷδε.Ἀνατόλιον τὸν τῆς ἕω στρατηγὸν Θεοδόσιος ὁ βασιλεὺς πρεσβευτὴν ἐς Πέρσας μόνον αὐτὸν ἐτύγχανε πέμψας· ὃς ἐπειδὴ ἄγχιστα ἐγεγόνει τοῦ Μήδων στρατοῦ, ἀποθρώσκει μὲν τοῦ ἵππου μόνος, πεζῇ δὲ βαδίζων ἐπὶ Οὐαραράνην ᾔει.καὶ αὐτὸν Οὐαραράνης ἰδὼν τῶν παρόντων ἀνεπυνθάνετο ὅστις ποτὲ ὁ προσιὼν εἴη. οἱ δὲ τῶν Ῥωμαίων εἶναι στρατηγὸν ἔφασαν.καταπλαγεὶς οὖν τῷ ὑπερβάλλοντι τῆς τιμῆς ὁ βασιλεὺς αὐτὸς στρέψας τὸν ἵππον ὀπίσω ἀπήλαυνε, καί οἱ ἅπας ὁ τῶν Περσῶν λεὼς εἵπετο.γενόμενος δὲ ἐν γῇ τῇ οἰκείᾳ τόν τε πρεσβευτὴν ξὺν φιλοφροσύνῃ πολλῇ εἶδε, καὶ τὴν εἰρήνην ξυνεχώρησεν οὕτως ὥσπερ Ἀνατόλιος αὐτοῦ ἔχρῃζεν, ἐφ’ ᾧ μέντοι μηδέτεροι ἐν χωρίῳ οἰκείῳ ἐν γειτόνων τοῖς τῶν ἑτέρων ὁρίοις ὄντι ὀχύρωμα νεώτερόν τι ἐργάζονται. οὗ δὴ αὐτοῖς ἐξειργασμένου ἑκάτεροι τὰ οἰκεῖα ὅπη ἐβούλοντο ἔπρασσον.Χρόνῳ δὲ ὕστερον Περόζης ὁ Περσῶν βασιλεὺς πρὸς τὸ Οὔννων τῶν Ἐφθαλιτῶν ἔθνος, οὕσπερ λευκοὺς ὀνομάζουσι, πόλεμον περὶ γῆς ὁρίων διέφερε, λόγου τε ἄξιον στρατὸν ἀγείρας ἐπ’ αὐτοὺς ᾔει.Ἐφθαλῖται δὲ Οὐννικὸν μὲν ἔθνος εἰσί τε καὶ ὀνομάζονται, οὐ μέντοι ἀναμίγνυνται ἢ ἐπιχωριάζουσιν Οὔννων τισὶν ὧν ἡμεῖς ἴσμεν, ἐπεὶ οὔτε χώραν αὐτοῖς ὅμορον ἔχουσιν οὔτε πη αὐτῶν ἄγχιστα ᾤκηνται, ἀλλὰ προσοικοῦσι μὲν Πέρσαις πρὸς βορρᾶν ἄνεμον, οὗ δὴ πόλις Γοργὼ ὄνομα πρὸς αὐταῖς που ταῖς Περσῶν ἐσχατιαῖς ἐστιν, ἐνταῦθα δὲ περὶ γῆς ὁρίων διαμάχεσθαι πρὸς ἀλλήλους εἰώθασιν.οὐ γὰρ νομάδες εἰσὶν ὥσπερ τὰ ἄλλα Οὐννικὰ ἔθνη, ἀλλ’ ἐπὶ χώρας ἀγαθῆς τινος ἐκ παλαιοῦ ἵδρυνται.ταῦτά τοι οὐδέ τινα ἐσβολὴν πεποίηνται πώποτε ἐς Ῥωμαίων τὴν γῆν ὅτι μὴ ξὺν τῷ Μήδων στρατῷ. μόνοι δὲ Οὔννων οὗτοι λευκοί τε τὰ σώματα καὶ οὐκ ἄμορφοι τὰς ὄψεις εἰσίν.οὐ μὴν οὔτε τὴν δίαιταν ὁμοιότροπον αὐτοῖς ἔχουσιν οὔτε θηρίου βίον τινὰ ᾗπερ ἐκεῖνοι ζῶσιν, ἀλλὰ καὶ πρὸς βασιλέως ἑνὸς ἄρχονται καὶ πολιτείαν ἔννομον ἔχοντες ἀλλήλοις τε καὶ τοῖς πέλας ἀεὶ ὀρθῶς καὶ δικαίως ξυμβάλλουσι,Ῥωμαίων τε καὶ Περσῶν οὐδέν τι ἧσσον. οἱ μέντοι εὐδαίμονες αὑτοῖς φίλους ἑταιρίζονται ἄχρι ἐς εἴκοσιν, ἂν οὕτω τύχοι, ἢ τούτων πλείους, οἵπερ αὐτοῖς ξυμπόται μὲν ἐς ἀεὶ γίνονται, τῶν δὲ χρημάτων μετέχουσι πάντων, κοινῆς τινος ἐξουσίας αὐτοῖς ἐς ταῦτα οὔσης.ἐπειδὰν δὲ τῷ αὐτοὺς ἑταιρισαμένῳ τελευτῆσαι ξυμβαίη, τούτους δὴ τοὺς ἄνδρας ζῶντας ξὺν αὐτῷ ἐς τὸν τάφον ἐσκομίζεσθαι νόμος.Ἐπὶ τούτους τοὺς Ἐφθαλίτας τῷ Περόζῃ πορευομένῳ ξυμπαρῆν πρεσβευτής, ὃς δὴ ἔτυχε πρὸς βασιλέως Ζήνωνος παρ’ αὐτὸν ἐσταλμένος, Εὐσέβιος ὄνομα. Ἐφθαλῖται δὲ δόκησιν παρεχόμενοι τοῖς πολεμίοις ὅτι δὴ αὐτῶν κατωρρωδηκότες τὴν ἔφοδον ἐς φυγὴν ὥρμηνται, ᾔεσαν δρόμῳ ἐς χῶρόν τινα ὅνπερ ὄρη ἀπότομα πανταχόθεν ἐκύκλουν, συχνοῖς τε καὶ ἀμφιλαφέσιν ἐς ἄγαν καλυπτόμενα δένδροις.ἐντὸς δὲ τῶν ὀρῶν προϊόντι ὡς πορρωτάτω ὁδὸς μέν τις ἐφαίνετο ἐν μέσῳ εὐρεῖα ἐπὶ πλεῖστον διήκουσα, ἔξοδον δὲ τελευτῶσα οὐδαμῆ εἶχεν, ἀλλ’ ἐς αὐτὸν μάλιστα τὸν κύκλον τῶν ὀρῶν ἔληγε.Περόζης μὲν οὖν, δόλου παντὸς ἀφροντιστήσας οὐκ ἐννοῶν τε ὡς ἐν γῇ ἀλλοτρίᾳ πορεύοιτο, ἀνεπισκέπτως ἐδίωκε.τῶν δὲ Οὔννων ὀλίγοι μέν τινες ἔμπροσθεν ἔφευγον, οἱ δὲ πλεῖστοι ἐν ταῖς δυσχωρίαις διαλαθόντες κατὰ νώτου ἐγένοντο τοῦ τῶν πολεμίων στρατοῦ, οὔπω τε αὐτοῖς ἐβούλοντο ἔνδηλοι εἶναι, ὅπως δὴ τῆς ἐνέδρας πόρρω χωρήσαντες ἐντός τε τῶν ὀρῶν ἐπὶ πλεῖστον γεγενημένοι μηκέτι ὀπίσω ἀναστρέφειν οἷοί τε ὦσιν.