οὕτω γὰρ ᾤετο αὐτούς τε οὐκέτι τά γε ἀμφὶ τὴν Ὄασιν ἐνοχλήσειν χωρία καὶ γῆς τῆς σφίσι διδομένης μεταποιουμένους, ἅτε οἰκείας οὔσης, ἀποκρούσεσθαι Βλέμυάς τε, ὡς τὸ εἰκός, καὶ βαρβάρους τοὺς ἄλλους.ἐπεί τε τοὺς Νοβάτας ταῦτα ἤρεσκε, τήν τε μετανάστασιν αὐτίκα δὴ μάλα πεποίηντο ᾗπερ ὁ Διοκλητιανὸς σφίσιν ἐπέστελλε, καὶ Ῥωμαίων τάς τε πόλεις καὶ χώραν ξύμπασαν ἐφ’ ἑκάτερα τοῦ ποταμοῦ ἐξ Ἐλεφαντίνης πόλεως ἔσχον.τότε δὴ ὁ βασιλεὺς οὗτος αὐτοῖς τε καὶ Βλέμυσιν ἔταξε δίδοσθαι ἀνὰ πᾶν ἔτος ῥητόν τι χρυσίον ἐφ’ ᾧ μηκέτι γῆν τὴν Ῥωμαίων ληίσωνται.ὅπερ καὶ ἐς ἐμὲ κομιζόμενοι οὐδέν τι ἧσσον καταθέουσι τὰ ἐκείνῃ χωρία. οὕτως ἄρα βαρβάρους ἅπαντας οὐδεμία μηχανὴ διασώσασθαι τὴν ἐς Ῥωμαίους πίστιν ὅτι μὴ δέει τῶν ἀμυνομένων στρατιωτῶν.καίτοι καὶ νῆσόν τινα ἐν ποταμῷ Νείλῳ ἄγχιστά πη τῆς Ἐλεφαντίνης πόλεως εὑρὼν ὁ βασιλεὺς οὗτος φρούριόν τε ταύτῃ δειμάμενος ὀχυρώτατον, κοινούς τινας ἐνταῦθα νεώς τε καὶ βωμοὺς Ῥωμαίοις τε καὶ τούτοις δὴ κατεστήσατο τοῖς βαρβάροις, καὶ ἱερεῖς ἑκάστων ἐν τῷ φρουρίῳ τούτῳ ἱδρύσατο, ἐν τῷ βεβαίῳ τὴν φιλίαν αὐτοῖς ἔσεσθαι τῷ μετέχειν τῶν ἱερῶν σφίσιν οἰόμενος.διὸ δὴ καὶ Φίλας ἐπωνόμασε τὸ χωρίον. ἄμφω δὲ ταῦτα τὰ ἔθνη, οἵ τε Βλέμυες καὶ οἱ Νοβάται, τούς τε ἄλλους θεοὺς οὕσπερ Ἕλληνες νομίζουσι πάντας, καὶ τήν τε Ἶσιν τόν τε Ὄσιριν σέβουσι, καὶ οὐχ ἥκιστά γε τὸν Πρίαπον.οἱ μέντοι Βλέμυες καὶ ἀνθρώπους τῷ ἡλίῳ θύειν εἰώθασι. ταῦτα δὲ τὰ ἐν Φίλαις ἱερὰ οὗτοι δὴ οἱ βάρβαροι καὶ ἐς ἐμὲ εἶχον, ἀλλὰ βασιλεὺς αὐτὰ Ἰουστινιανὸς καθελεῖν ἔγνω.Ναρσῆς γοῦν, Περσαρμένιος γένος, οὗ πρόσθεν ἅτε ηὐτομοληκότος ἐς Ῥωμαίους ἐμνήσθην, τῶν ἐκείνῃ στρατιωτῶν ἄρχων τά τε ἱερὰ καθεῖλε, βασιλέως οἱ ἐπαγγείλαντος, καὶ τοὺς μὲν ἱερεῖς ἐν φυλακῇ ἔσχε, τὰ δὲ ἀγάλματα ἐς Βυζάντιον ἔπεμψεν. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἐπάνειμι.Ὑπὸ τοὺς χρόνους τοῦ πολέμου τοῦδε Ἑλλησθεαῖος ὁ τῶν Αἰθιόπων βασιλεύς, Χριστιανός τε ὢν καὶ δόξης τῆσδε ὡς μάλιστα ἐπιμελούμενος, ἐπειδὴ Ὁμηριτῶν τῶν ἐν τῇ ἀντιπέρας ἠπείρῳ ἔγνω πολλοὺς μὲν Ἰουδαίους ὄντας, πολλοὺς δὲ δόξαν τὴν παλαιὰν σέβοντας ἣν δὴ καλοῦσιν Ἑλληνικὴν οἱ νῦν ἄνθρωποι, ἐπιβουλῇ μέτρον οὐκ ἐχούσῃ ἐς τοὺς ἐκείνῃ Χριστιανοὺς χρῆσθαι, στόλον τε νηῶν καὶ στράτευμα ἀγείρας ἐπ’ αὐτοὺς ἦλθε, καὶ μάχῃ νικήσας τόν τε βασιλέα καὶ τῶν Ὁμηριτῶν πολλοὺς ἔκτεινεν, ἄλλον τε αὐτόθι Χριστιανὸν βασιλέα καταστησάμενος, Ὁμηρίτην μὲν γένος, ὄνομα δὲ Ἐσιμιφαῖον, φόρον τε αὐτῷ τάξας Αἰθίοψι φέρειν ἀνὰ πᾶν ἔτος, ἐπ’ οἴκου ἀνεχώρησε.τούτου τοῦ Αἰθιόπων στρατοῦ δοῦλοί τε πολλοὶ καὶ ὅσοι ἐπιτηδείως ἐς τὸ κακουργεῖν εἶχον τῷ μὲν βασιλεῖ ἕπεσθαι οὐδαμῆ ἤθελον, αὐτοῦ δὲ ἀπολειπόμενοι ἔμενον ἐπιθυμίᾳ τῆς Ὁμηριτῶν χώρας· ἀγαθὴ γὰρ ὑπερφυῶς ἐστιν.Οὗτος ὁ λεὼς χρόνῳ οὐ πολλῷ ὕστερον ξὺν ἑτέροις τισὶν Ἐσιμιφαίῳ τῷ βασιλεῖ ἐπαναστάντες, αὐτὸν μὲν ἔν τινι τῶν ἐκείνῃ φρουρίων καθεῖρξαν, ἕτερον δὲ Ὁμηρίταις βασιλέα κατεστήσαντο,Ἄβραμον ὄνομα. ὁ δὲ Ἄβραμος οὗτος Χριστιανὸς μὲν ἦν, δοῦλος δὲ Ῥωμαίου ἀνδρὸς ἐν πόλει Αἰθιόπων Ἀδούλιδι ἐπὶ τῇ κατὰ θάλασσαν ἐργασίᾳ διατριβὴν ἔχοντος.ἃ δὴ Ἑλλησθεαῖος μαθὼν τίσασθαί τε Ἄβραμον ὁμοῦ τοῖς ξὺν αὐτῷ ἐπαναστᾶσι τῆς ἐς τὸν Ἐσιμιφαῖον ἀδικίας ἐν σπουδῇ ἔχων, στράτευμά τε τρισχιλίων ἀνδρῶν καὶ ἄρχοντα τῶν τινα ξυγγενῶν τῶν αὑτοῦ ἐπ’ αὐτοὺς ἔπεμψεν.οὗτος ὁ στρατὸς οὐκέτι ἐθέλοντες ἐπ’ οἴκου ἐπανιέναι ἀλλ’ αὐτοῦ ἐν χώρᾳ ἀγαθῇ μένειν, κρύφα τοῦ ἄρχοντος τῷ Ἀβράμῳ ἐς λόγους ἦλθον, ἔς τε ξυμβολὴν καταστάντες τοῖς ἐναντίοις, ἐπειδὴ ἐν τῷ ἔργῳ ἐγένοντο, κτείναντες τὸν ἄρχοντα τῷ τε τῶν πολεμίων στρατῷ ἀνεμίγνυντο καὶ αὐτοῦ ἔμενον.θυμῷ δὲ πολλῷ Ἑλλησθεαῖος ἐχόμενος καὶ ἄλλο στράτευμα ἐπ’ αὐτοὺς ἔπεμψεν, οἳ δὴ τοῖς ἀμφὶ τὸν Ἄβραμον ἐς χεῖρας ἐλθόντες παρὰ πολύ τε ἡσσηθέντες τῇ μάχῃ ἐπ’ οἴκου εὐθὺς ἀνεχώρησαν. δείσας τε τὸ λοιπὸν ὁ τῶν Αἰθιόπων βασιλεὺς ἐπὶ τὸν Ἄβραμον οὐκέτι ἐστράτευσεν.Ἑλλησθεαίου δὲ τελευτήσαντος φόρους Ἄβραμος ὡμολόγησε φέρειν τῷ μετ’ αὐτὸν τὴν Αἰθιόπων βασιλείαν παραλαβόντι, οὕτω τε τὴν ἀρχὴν ἐκρατύνατο. ἀλλὰ ταῦτα μὲν χρόνῳ τῷ ὑστέρῳ ἐγένετο.Τότε δὲ Ἰουστινιανὸς ὁ βασιλεὺς ἐν μὲν Αἰθίοψι βασιλεύοντος Ἑλλησθεαίου, Ἐσιμιφαίου δὲ ἐν Ὁμηρίταις, πρεσβευτὴν Ἰουλιανὸν ἔπεμψεν, ἀξιῶν ἄμφω Ῥωμαίοις διὰ τὸ τῆς δόξης ὁμόγνωμον Πέρσαις πολεμοῦσι ξυνάρασθαι, ὅπως Αἰθίοπες μὲν ὠνούμενοί τε τὴν μέταξαν ἐξ Ἰνδῶν ἀποδιδόμενοί τε αὐτὴν ἐς Ῥωμαίους, αὐτοὶ μὲν κύριοι γένωνται χρημάτων μεγάλων, Ῥωμαίους δὲ τοῦτο ποιήσωσι κερδαίνειν μόνον, ὅτι δὴ οὐκέτι ἀναγκασθήσονται τὰ σφέτερα αὐτῶν χρήματα ἐς τοὺς πολεμίους μετενεγκεῖν ʽαὕτη δέ ἐστιν ἡ μέταξα ἐξ ἧς εἰώθασι τὴν ἐσθῆτα ἐργάζεσθαι ἣν πάλαι μὲν Ἕλληνες Μηδικὴν ἐκάλουν, τανῦν δὲ σηρικὴν ὀνομάζουσιν̓, Ὁμηρῖται δὲ ὅπως Καϊσὸν τὸν φυγάδα φύλαρχον Μαδδηνοῖς καταστήσωνται καὶ στρατῷ μεγάλῳ αὐτῶν τε Ὁμηριτῶν καὶ Σαρακηνῶν τῶν Μαδδηνῶν ἐσβάλωσιν ἐς τὴν Περσῶν γῆν.