ἐν τοῖς καὶ Ἀσκὰν ἦν, ὃς δὴ πολλοὺς μὲν κτείνας τῶν ἐν Πέρσαις δοκίμων, κρεουργηθεὶς δὲ κατὰ βραχὺ μόλις ἔπεσε, λόγον αὑτοῦ πολὺν τοῖς πολεμίοις ἀπολιπών. καὶ ξὺν αὐτῷ ἄλλοι ὀκτακόσιοι ἄνδρες ἀγαθοὶ γενόμενοι ἐν τῷ πόνῳ τούτῳ ἀπέθανον, οἵ τε Ἴσαυροι ξὺν τοῖς ἄρχουσι σχεδὸν ἅπαντες, οὐδὲ ὅπλα ἀνταίρειν τοῖς πολεμίοις τολμήσαντες.ἀπειρίᾳ γὰρ τοῦ ἔργου τούτου πολλῇ εἴχοντο, ἐπεὶ ἄρτι τῆς γεωργίας ἀφέμενοι ἐς κίνδυνον πολέμου κατέστησαν,ἀγνῶτα σφίσι τὰ πρότερα ὄντα. καίτοι μάλιστα πάντων αὐτοὶ ἔναγχος ἐς τὴν μάχην ἀγνοίᾳ πολέμου ὀργῶντες Βελισαρίῳ τότε τὴν δειλίαν ὠνείδιζον. οὐ μὴν οὐδὲ Ἴσαυροι ἅπαντες, ἀλλὰ Λυκάονες οἱ πλεῖστοι ἦσαν.Βελισάριος δὲ ξὺν ὀλίγοις τισὶν ἐνταῦθα μείνας, τέως μὲν τοὺς ἀμφὶ τὸν Ἀσκὰν ἀντέχοντας ἑώρα, καὶ αὐτὸς ξὺν τοῖς παροῦσι τοὺς πολεμίους ἠμύνατο·ἐπεὶ δὲ αὐτῶν οἱ μὲν ἔπεσον, οἱ δὲ ὅπη ἐδύναντο ἐς φυγὴν ὥρμηντο, τότε δὴ καὶ αὐτὸς ξὺν τοῖς ἑπομένοις φυγὼν ἐς τῶν πεζῶν τὴν φάλαγγα ἦλθεν, οἳ ξὺν τῷ Πέτρῳ ἔτι ἐμάχοντο, οὐ πολλοὶ ὄντες, ἐπεὶ καὶ αὐτῶν ἔτυχον φυγόντες οἱ πλεῖστοι.ἔνθα δὴ αὐτός τε τὸν ἵππον ἀφῆκε καὶ πάντας αὐτὸ δρᾶν τοὺς ἑπομένους ἐκέλευε, πεζούς τε ξὺν τοῖς ἄλλοις τοὺς ἐπιόντας ἀμύνασθαι.Περσῶν δὲ ὅσοι τοῖς φεύγουσιν εἵποντο, δι’ ὀλίγου τὴν δίωξιν ποιησάμενοι, εὐθὺς ἐπανῆκον, ἔς τε τοὺς πεζοὺς καὶ Βελισάριον ξὺν τοῖς ἄλλοις ἅπασιν ὥρμηντο. οἱ δὲ τὰ νῶτα ἐς τὸν ποταμὸν τρέψαντες, ὅπως μή τις αὐτοῖς πρὸς τῶν πολεμίων κύκλωσις γένοιτο, ἐκ τῶν παρόντων τοὺς ἐπιόντας ἠμύνοντο.αὖθίς τε ἡ μάχη καρτερὰ γέγονε, καίπερ οὐκ ἐξ ἀντιπάλου τῆς δυνάμεως οὖσα. πεζοί τε γὰρ καὶ λίαν ὀλίγοι πρὸς ξύμπασαν ἐμάχοντο τὴν Περσῶν ἵππον. οὐ μέντοι αὐτοὺς οἱ πολέμιοι οὔτε τρέπεσθαι οὔτε ἄλλως βιάζεσθαι εἶχον.ἐν χρῷ τε γὰρ ἀλλήλοις ἐς ὀλίγον ἀεὶ ξυναγόμενοι καὶ ὡς ἰσχυρότατα ταῖς ἀσπίσι φραξάμενοι, ἔβαλλον μᾶλλον ἐς τοὺς Πέρσας ἐπιτηδείως ἢ αὐτοὶ πρὸς ἐκείνων ἐβάλλοντο.πολλάκις τε ἀπειπόντες οἱ βάρβαροι ἐπ’ αὐτοὺς ἤλαυνον, ὡς ξυνταράξοντές τε καὶ διαλύσοντες τὴν παράταξιν, ἀλλ’ ἄπρακτοι ἐνθένδε ὀπίσω αὖθις ἀπήλαυνον.οἱ γὰρ ἵπποι αὐτοῖς τῷ τῶν ἀσπίδων πατάγῳ ἀχθόμενοι ἀνεχαιτίζοντό τε καὶ ἐς ταραχὴν ξὺν τοῖς ἐπιβάταις καθίσταντο. διαγεγόνασί τε οὕτως ἑκάτεροι ἕως ἐγεγόνει τῆς ἡμέρας ὀψέ.νυκτὸς δὲ ἤδη ἐπιλαβούσης Πέρσαι μὲν ἐς τὸ στρατόπεδον ἀνεχώρησαν, Βελισάριος δὲ ὁλκάδος ἐπιτυχὼν ξὺν ὀλίγοις τισὶν ἐς τοῦ ποταμοῦ τὴν νῆσον κατῆρεν, οὗ δὴ καὶ οἱ ἄλλοι Ῥωμαῖοι νηχόμενοι ἦλθον.τῇ δὲ ὑστεραίᾳ Ῥωμαῖοι μὲν ὁλκάδων σφίσιν ἐκ Καλλινίκου πόλεως παραγενομένων πολλῶν ἐς αὐτὴν ἐκομίσθησαν, Πέρσαι δὲ τοὺς νεκροὺς ἐσκυλευκότες ἐπ’ οἴκου ἅπαντες ἀνεχώρησαν. οὐ μὴν τοὺς σφετέρους νεκροὺς τῶν πολεμίων ἐλάσσους εὗρον.Ἀζαρέθης δέ, ἐπεὶ ξὺν τῷ στρατῷ ἐς Πέρσας ἀφίκετο, καίπερ ἐν τῇ μάχῃ εὐημερήσας, ἀχαρίστου Καβάδου μάλιστα ἔτυχεν ἐξ αἰτίας τοιᾶσδε.νόμος ἐστὶ Πέρσαις, ἡνίκα ἐπὶ τῶν πολεμίων τινὰς στρατεύεσθαι μέλλωσι, τὸν μὲν βασιλέα ἐπὶ θρόνου τοῦ βασιλείου καθῆσθαι, κοφίνους δέ οἱ πολλοὺς ἐνταῦθά πη εἶναι, καὶ παρεῖναι μὲν τὸν στρατηγὸν ὃς δὴ τῷ στρατῷ ἐπὶ τοὺς ἐναντίους ἐξηγήσεσθαι ἐπίδοξός ἐστι, παριέναι δὲ τὸ στράτευμα τοῦτο ἐς τοῦ βασιλέως τὴν ὄψιν κατ’ ἄνδρα ἕνα, καὶ αὐτῶν ἕκαστον βέλος ἓν ἐς τὰς ταρπὰς ῥιπτεῖν, μετὰ δὲ αὐτὰς μὲν τῇ βασιλέως σφραγῖδι κατασεσημασμένας φυλάττεσθαι, ἐπειδὰν δὲ ἐς Πέρσας ἐπανίοι τὸ στράτευμα τοῦτο, τῶν στρατιωτῶν ἕκαστον ἐκ τῶν ἀρρίχων ἓν ἀναιρεῖσθαι βέλος.ἀριθμοῦντες οὖν τῶν βελῶν ὅσα πρὸς τῶν ἀνδρῶν οὐκ ἀνῄρηται, οἷς ἐπίκειται ἡ τιμὴ αὕτη, ἀγγέλλουσι τῷ βασιλεῖ τὸ πλῆθος τῶν οὐκ ἐπανηκόντων στρατιωτῶν, ταύτῃ τε ὅσοι ἐν τῷ πολέμῳ τετελευτήκασιν ἔνδηλοι γίνονται.οὕτω μὲν οὖν Πέρσαις ὁ νόμος ἐκ παλαιοῦ ἔχει. ἐπεὶ δὲ Ἀζαρέθης ἐς ὄψιν τῷ βασιλεῖ ἦλθεν, ἀνεπυνθάνετο αὐτοῦ ὁ Καβάδης εἴ τι χωρίον παραστησάμενος Ῥωμαϊκὸν ἥκοι, ἐπεὶ ξὺν τῷ Ἀλαμουνδάρῳ ὡς Ἀντιόχειαν καταστρεψόμενος ἐπὶ Ῥωμαίους στρατεύσειεν. ὁ δὲ Ἀζαρέθης χωρίον μὲν ἑλεῖν οὐδὲν ἔφασκε, Ῥωμαίους δὲ καὶ Βελισάριον μάχῃ νενικηκέναι.Καβάδης μὲν οὖν παριέναι τὸ ξὺν τῷ Ἀζαρέθῃ ἐκέλευε στράτευμα, ἔκ τε τῶν ταρπῶν βέλος ἕκαστος ἀνῃρεῖτο ᾗπερ εἰώθει.πολλῶν δὲ ἀπολελειμμένων βελῶν ὠνείδιζέ τε τῷ Ἀζαρέθῃ ὁ βασιλεὺς τὴν νίκην καὶ ἐν τοῖς ἀτιμοτάτοις τὸ λοιπὸν εἶχε. τὰ μὲν οὖν τῆς νίκης ἐς τοῦτο ἐτελεύτα τῷ Ἀζαρέθῃ.Ἔννοια δὲ τότε Ἰουστινιανῷ βασιλεῖ γέγονεν Αἰθίοπάς τε καὶ Ὁμηρίτας ἐπὶ τῷ Περσῶν πονηρῷ ἑταιρίσασθαι. ὅπη δὲ τῆς γῆς οἱ ἄνθρωποι οἵδε ᾤκηνται καὶ καθ’ ὅ τι αὐτοὺς Ῥωμαίοις ξυνοίσειν βασιλεὺς ἤλπισεν, ἐρῶν ἔρχομαι.τὰ Παλαιστίνης ὅρια πρὸς ἀνίσχοντα ἥλιον ἐς θάλασσαν τὴν Ἐρυθρὰν καλουμένην διήκει.αὕτη δὲ ἡ θάλασσα ἐξ Ἰνδῶν ἀρχομένη ἐνταῦθα τελευτᾷ τῆς Ῥωμαίων ἀρχῆς. καὶ πόλις Αἰλὰς καλουμένη πρὸς τῇ ταύτης ἠϊόνι ἐστίν, ἔνθα ἡ θάλασσα, ὥσπερ μοι εἴρηται, ἀπολήγουσα πορθμός τις ἐς ἄγαν στενὸς γίνεται. καὶ αὐτὸν ἐνθένδε ἐσπλέοντι ἐν δεξιᾷ μὲν ὄρη τὰ Αἰγυπτίων πρὸς νότον ἄνεμον τετραμμένα ἐστίν, ἐπὶ θάτερα δὲ χώρα ἔρημος ἀνθρώπων ἐπὶ πλεῖστον διήκει πρὸς βορρᾶν ἄνεμον, ἥ τε γῆ αὕτη τῷ ἐσπλέοντι ἑκατέρωθεν ὁρατὴ γίνεται, μέχρι ἐς τὴν Ἰωτάβην καλουμένην νῆσον, Αἰλᾶ πόλεως σταδίους οὐχ ἧσσον ἢ χιλίους διέχουσαν.