ἄνδρες Ῥωμαῖοι, ἢ τί πεπονθότες κίνδυνον αἱρεῖσθαι ὑμῖν αὐτοῖς οὐκ ἀναγκαῖον βουλεύεσθε; μίαν εἶναι νίκην ἀκίβδηλον οἴονται ἄνθρωποι τὸ μηδὲν δεινὸν πρὸς τῶν πολεμίων παθεῖν, ὅπερ ἡμῖν ἔν γε τῷ παρόντι δέδωκεν ἥ τε τύχη καὶ ἡμῶν τὸ κατὰ τῶν ἐναντίων δέος.οὐκοῦν ἤ ἀπόνασθαι τῶν παρόντων ἀγαθῶν ἄμεινον ἢ παρελθόντα ταῦτα ζητεῖν. Πέρσαι γὰρ πολλαῖς μὲν ἐλπίσιν ἠγμένοι ἐπὶ Ῥωμαίους ἐστράτευσαν, πάντων δὲ τανῦν ἐκπεπτωκότες ἐς φυγὴν ὥρμηνται.ὥστε ἢν οὐχ ἑκόντας αὐτοὺς μεταβάλλεσθαι μὲν τῆς ἐς τὴν ὑπαγωγὴν γνώμης, ἐς χεῖρας δὲ ἰέναι ἡμῖν αὐτοῖς ἀναγκάσωμεν, νενικηκότες μὲν πλέον τὸ παράπαν οὐδὲν ἕξομεν.τί γὰρ ἄν τις τόν γε φεύγοντα τρέποι; σφαλέντες δὲ ἴσως τῆς τε ὑπαρχούσης στερησόμεθα νίκης, οὐ πρὸς τῶν πολεμίων ἀφαιρεθέντες, ἀλλ’ αὐτοὶ ταύτην προέμενοι, καὶ τῇ βασιλέως γῇ τὸ τοῖς πολεμίοις ἐκκεῖσθαι τῶν ἀμυνομένων χωρὶς τὸ λοιπὸν δώσομεν.καίτοι καὶ τοῦτο ἐνθυμεῖσθαι ὑμᾶς ἄξιον, ὡς τῶν ἀναγκαίων, οὐ τῶν αὐθαιρέτων κινδύνων ξυναίρεσθαι ὁ θεὸς ἀεὶ τοῖς ἀνθρώποις φιλεῖ.χωρὶς δὲ τούτων τοῖς μὲν οὐκ ἔχουσιν ἂν ὅπη τραπεῖεν ἀνδραγαθίζεσθαι οὐχ ἑκουσίοις ξυμβήσεται, ἡμῖν δὲ πολλὰ τὰ ἐναντιώματα ἐς τὴν ξυμβολὴν τετύχηκεν εἶναι·πεζῇ τε γὰρ βαδίζοντες πολλοὶ ἥκουσι καὶ νήστεις ἅπαντες τυγχάνομεν ὄντες. ἀφίημι γὰρ λέγειν ὥς τινες οὔπω καὶ νῦν πάρεισι.” Βελισάριος μὲν τοσαῦτα εἶπεν.Ὁ δὲ στρατὸς ἐς αὐτὸν ὕβριζον οὐ σιγῇ τινι οὐδὲ ἐν παραβύστῳ, ἀλλ’ αὐτῷ ἐς ὄψιν ξὺν κραυγῇ ἥκοντες μαλθακόν τε καὶ τῆς προθυμίας διαλυτὴν ἐκάλουν, ὃ δὴ καὶ τῶν ἀρχόντων τινὲς ξὺν τοῖς στρατιώταις ἡμάρτανον, ταύτῃ τὸ εὔτολμον ἐνδεικνύμενοι.καὶ αὐτῶν τῷ ἀναισχύντῳ καταπλαγεὶς Βελισάριος ἀντιστρέψας τὴν παραίνεσιν ἐγκελευομένῳ τε ἤδη ἐπὶ τοὺς πολεμίους ἐῴκει καὶ διατάσσοντι ἐς παράταξιν, ἔφασκέ τε ὡς οὐκ εἰδείη μὲν αὐτῶν τὴν ἐς τὸ μάχεσθαι προθυμίαν τὰ πρότερα, νῦν δὲ θαρσεῖν τε καὶ ξὺν ἐλπίδι τῇ ἀμείνονι ἐπὶ τοὺς πολεμίους ἰέναι.καὶ τὴν φάλαγγα μετωπηδὸν ποιησάμενος διέταξεν ὧδε. ἐς κέρας μὲν τὸ ἀριστερὸν πρὸς τῷ ποταμῷ τοὺς πεζοὺς ἅπαντας ἔστησεν, ἐς δὲ τὸ δεξιόν, ᾗ δὴ ὁ χῶρος ἀνάντης ἦν, Ἀρέθαν τε καὶ τοὺς ξὺν αὐτῷ Σαρακηνοὺς ἅπαντας, αὐτὸς δὲ ξὺν τοῖς ἱππεῦσι κατὰ μέσον εἱστήκει. οὕτω μὲν Ῥωμαῖοι ἐτάξαντο.Ἀζαρέθης δὲ ἐπεὶ ξυνιόντας ἐς παράταξιν τοὺς πολεμίους εἶδε, τοιάδε παρεκελεύσατο “Πέρσας μὲν ὄντας ὑμᾶς μὴ οὐχὶ τοῦ βίου τὴν ἀρετὴν ἀνταλλάξασθαι, ἤν τις αἵρεσιν ἀμφοῖν διδοίη, οὐδεὶς ἂν ἀντείποι.ἐγὼ δέ φημι οὐδ’ ἂν βουλομένοις ἐφ’ ὑμῖν εἶναι τούτοιν ποιεῖσθαι τὴν αἵρεσιν. οἷς μὲν γὰρ ἐξὸν διαφυγοῦσι τὸν κίνδυνον ξὺν τῇ ἀτιμίᾳ βιοῦν, οὐδέν, ἤν γε βούλοιντο, ἀπεικὸς ἀντὶ τῶν βελτίστων ἑλέσθαι τὰ ἥδιστα, οἷς δὲ τὸ θνήσκειν ἐπάναγκες, ἢ ξὺν τῇ εὐκλείᾳ πρὸς τῶν πολεμίων, ἢ πρὸς τοῦ κρατοῦντος ἐς τὴν κόλασιν αἰσχρῶς ἀγομένοις, πολλὴ ἄνοια μὴ πρὸ τῶν αἰσχίστων ἑλέσθαι τὰ κρείσσω.ὅτε τοίνυν ταῦτα οὕτως ἔχει, προσήκειν ὑμᾶς ἅπαντας οἶμαι μὴ τοὺς πολεμίους μόνον, ἀλλὰ καὶ δεσπότην τὸν ὑμέτερον ἐν νῷ ἔχοντας, οὕτως ἐς μάχην τήνδε καθίστασθαι.”Τοσαῦτα καὶ Ἀζαρέθης παρακελευσάμενος ἀντίξουν τοῖς ἐναντίοις τὴν φάλαγγα ἔστησε, Πέρσας μὲν τὰ ἐν δεξιᾷ ἔχοντας, Σαρακηνοὺς δὲ τὰ εὐώνυμα. καὶ αὐτίκα μὲν ἐς χεῖρας ἀμφότεροι ἦλθον.ἦν δὲ ἡ μάχη καρτερὰ μάλιστα. τά τε γὰρ τοξεύματα ἑκατέρωθεν συχνὰ ἐπὶ πλεῖστον βαλλόμενα φόνον ἀμφοτέρων πολὺν ἐποίει, καί τινες ἐν μεταιχμίῳ γινόμενοι ἔργα ἐς ἀλλήλους ἐπεδείκνυντο ἀρετῆς ἄξια, μᾶλλον δὲ Πέρσαι ἐκ τῶν τοξευμάτων πολλοὶ ἔθνησκον.τὰ μὲν γὰρ αὐτῶν βέλη συχνότερα μὲν ἀτεχνῶς ἦν, ἐπεὶ Πέρσαι τοξόται τε σχεδόν τί εἰσιν ἅπαντες καὶ πολὺ θᾶσσον ἢ οἱ ἄλλοι ξύμπαντες ἄνθρωποι ποιεῖσθαι τὰς βολὰς ἐκδιδάσκονται,ἐκ δὲ τόξων μαλθακῶν τε καὶ οὐ λίαν ἐντεταμένων βαλλόμενα θώρακι ἴσως ἢ κράνει ἢ καὶ ἀσπίδι ἐντυχόντα Ῥωμαίου ἀνδρὸς ἀπεκαυλίζετό τε καὶ λυπεῖν τὸν προσπίπτοντα οὐδαμῆ εἶχε.Ῥωμαίων δὲ τὰ τε τοξεύματα βραδύτερα μὲν ἐς ἀεί ἐστιν, ἅτε δὲ ἐκ τόξων σκληρῶν τε ὑπεράγαν καὶ δεινῶς ἐντεταμένων βαλλόμενα, προσθείη δὲ ἄν τις καὶ πρὸς ἀνδρῶν ἰσχυροτέρων, πολλῷ ἔτι μᾶλλον ἢ οἱ Πέρσαι οἷς ἂν ἐντύχοιεν εὐπετῶς σίνονται, ὅπλου οὐδενὸς ἐμποδὼν αὐτῶν γινομένου τῇ ῥύμῃ.ἤδη μὲν οὖν τῆς ἡμέρας αἱ δύο παρῳχήκεσαν μοῖραι, καὶ ἡ μάχη ἔτι ἀγχώμαλος ἦν. τότε δὲ ξυμφρονήσαντες ὅσοι δὴ ἄριστοι ἐν τῷ Περσῶν στρατεύματι ἦσαν, ἐσήλαυνον ἐς τῶν πολεμίων τὸ δεξιὸν κέρας, οὗ δὴ Ἀρέθας τε καὶ οἱ Σαρακηνοὶ ἐτετάχατο.οἱ δὲ οὕτω τὴν φάλαγγα διαλύσαντες δίχα ἐγένοντο, ὥστε καὶ δόξαν ἀπήνεγκαν ὅτι δὴ Πέρσαις τὰ Ῥωμαίων πράγματα προὔδοσαν. τοὺς γὰρ ἐπιόντας οὐχ ὑποστάντες αὐτίκα ἐς φυγὴν ἅπαντες ὥρμηντο.οἱ γοῦν Πέρσαι διαρρήξαντες οὕτω τὴν τῶν ἐναντίων παράταξιν, κατὰ νώτου εὐθὺς τῆς Ῥωμαίων ἵππου ἐγένοντο. Ῥωμαῖοι δὲ κεκμηκότες ἤδη τῇ τε ὁδῷ καὶ τῷ πόνῳ τῆς μάχης νήστεις τε ἅπαντες ἐς τόδε τῆς ἡμέρας ὄντες, καὶ πρὸς τῶν πολεμίων ἑκατέρωθεν ἐνοχλούμενοι, οὐκέτι ἀντεῖχον, ἀλλ’ οἱ μὲν πολλοὶ φεύγοντες ἀνὰ κράτος ἐς τοῦ ποταμοῦ τὰς νήσους ἄγχιστά που οὔσας ἐχώρησαν, τινὲς δὲ καὶ αὐτοῦ μένοντες ἔργα θαυμαστά τε καὶ λόγου πολλοῦ ἄξια τοὺς πολεμίους εἰργάσαντο.