τὸ δὲ ἐντεῦθεν τά τε Σαμόσατα παραρρεῖ καὶ τὴν Ἱεράπολιν καὶ πάντα τὰ ἐκείνῃ χωρία μέχρι ἐς τῶν Ἀσσυρίων τὴν γῆν, οὗ δὴ ἀλλήλοιν ἄμφω τὼ ποταμὼ ἀναμιγνυμένω ἐς ὄνομα τὸ τοῦ Τίγρητος ἀποκέκρινται.χώρα γοῦν ἣ ἐκ Σαμοσάτων ἐκτὸς Εὐφράτου ποταμοῦ ἐστι πάλαι μὲν Κομμαγηνὴ ἐκλήθη, τανῦν δὲ τῷ ποταμῷ ἐστιν ἐπώνυμος. ἡ δὲ τούτου ἐντός, ἣ δὴ αὐτοῦ τε μέση καὶ Τίγρητός ἐστι, Μεσοποταμία, ὡς τὸ εἰκός, ὀνομάζεται· μοῖρα μέντοι αὐτῆς οὐ τούτῳ μόνον τῷ ὀνόματι, ἀλλὰ καὶ ἄλλοις τισὶν ἐπικαλεῖται.ἥ τε γὰρ ἄχρις Ἀμίδης πόλεως Ἀρμενία πρὸς ἐνίων ὠνόμασται, Ἔδεσσά τε ξὺν τοῖς ἀμφ’ αὐτὴν χωρίοις Ὀσροηνὴ τοῦ Ὀσρόου ἐπώνυμός ἐστιν, ἀνδρὸς ἐνταῦθα βεβασιλευκότος ἐν τοῖς ἄνω χρόνοις ἡνίκα Πέρσαις οἱ ταύτῃ ἄνθρωποι ἔνσπονδοι ἦσαν.Πέρσαι οὖν ἐπειδὴ πρὸς Ῥωμαίων Νίσιβίν τε πόλιν καὶ ἄλλα ἄττα Μεσοποταμίας χωρία ἔλαβον, ἡνίκα ἐπὶ Ῥωμαίους στρατεύειν ἔμελλον, χώραν μὲν τὴν ἐκτὸς Εὐφράτου ποταμοῦ ἐν ὀλιγωρίᾳ ποιούμενοι, ἐκ τοῦ ἐπὶ πλεῖστον ἄνυδρόν τε καὶ ἀνθρώπων ἔρημον οὖσαν, ἐνταῦθα δὲ πόνῳ οὐδενὶ ἀγειρόμενοι, ἅτε ἐν χώρᾳ οἰκείᾳ τε καὶ πολεμίᾳ τῇ οἰκουμένῃ ἀγχοτάτω οὔσῃ, ἐνθένδε τὰς ἐσβολὰς ἀεὶ ἐποιοῦντο.Ἡνίκα δὲ ἡσσηθεὶς ὁ Μιρράνης τῇ μάχῃ καὶ τοὺς πλείστους ἀποβαλὼν τῷ ἄλλῳ στρατῷ ἐς τὰ Περσῶν ἤθη ἀφίκετο, ποινῆς ἔτυχε πρὸς βασιλέως Καβάδου πικρᾶς.κόσμον γὰρ ἀφείλετο αὐτὸν ὃν δὴ ἀναδεῖσθαι τῶν ἐν τῇ κεφαλῇ τριχῶν εἰώθει, ἔκ τε χρυσοῦ καὶ μαργάρων πεποιημένον. ἀξίωμα δὲ τοῦτο ἐν Πέρσαις μέγα μετά γε τὴν βασιλέως τιμήν.ἐνταῦθα γὰρ οὔτε δακτυλίῳ χρυσῷ οὔτε ζώνῃ οὔτε περόνῃ χρῆσθαι οὔτε ἄλλῳ ὁτῳοῦν θέμις, ὅτι μὴ ἐκ βασιλέως ἀξιωθέντι.Καὶ τὸ λοιπὸν ὁ Καβάδης ἐν βουλῇ εἶχεν ὅντινα τρόπον αὐτὸς ἐπὶ Ῥωμαίους στρατεύοι. Μιρράνου γὰρ σφαλέντος οὕτως ὥσπερ ἐρρήθη, ἐπ’ ἄλλῳ οὐδενὶ τὸ θαρρεῖν εἶχε.καί οἱ ἐπὶ πλεῖστον ἀπορουμένῳ Ἀλαμούνδαρος ὁ τῶν Σαρακηνῶν βασιλεὺς προσελθὼν εἶπεν “Οὐ πάντα, ὦ δέσποτα, χρεών ἐστι πιστεύειν τῇ τύχῃ οὐδὲ τοὺς πολέμους οἴεσθαι δεῖν κατορθοῦν ἅπαντας. οὐδὲ γὰρ εἰκὸς τοῦτό γε οὐδὲ ἄλλως ἀνθρώπειον, ἀλλὰ καὶ ἀξύμφορος αὕτη μάλιστα τοῖς αὐτῇ ἐχομένοις ἡ ἔννοιά ἐστι.τοὺς γὰρ ἅπαντα σφίσιν ἐλπίσαντας τἀγαθὰ ἔσεσθαι σφαλέντας ποτέ, ἂν οὕτω τύχοι, ἡ ἐλπὶς οὐ δέον ἡγησαμένη τοῦ προσήκοντος μᾶλλον ἠνίασε.διὸ δὴ οὐκ ἔχοντες ἀεὶ ἐπὶ τῇ τύχῃ τὸ θαρρεῖν ἄνθρωποι οὐκ ἐκ τοῦ εὐθέος ἐς κίνδυνον πολέμου καθίστανται, κἂν τῷ παντὶ τῶν πολεμίων ὑπεραίρειν αὐχῶσιν, ἀλλ’ ἀπάτῃ τε καὶ μηχαναῖς τισι περιελθεῖν τοὺς ἐναντίους ἐν σπουδῇ ἔχουσιν.οἷς γὰρ ἐκ τοῦ ἀντιπάλου ὁ κίνδυνός ἐστιν οὐκ ἐν βεβαίῳ τὰ τῆς νίκης χωρεῖ. νῦν οὖν μήτε οἷς Μιρράνης ἠτύχησεν οὕτω περιώδυνος, ὦ βασιλέων βασιλεῦ, γίνου, μήτε αὖθις ἀποπειράσασθαι βούλου τῆς τύχης.Μεσοποταμίας γὰρ καὶ τῆς Ὀσροηνῆς καλουμένης χώρας, ἅτε τῶν σῶν ὁρίων ἄγχιστα οὔσης, αἵ τε πόλεις ὀχυρώταταί εἰσι πασῶν μάλιστα καὶ στρατιωτῶν πλῆθος οἷον οὐ πώποτε πρότερον τανῦν ἔχουσιν, ὥστε ἡμῖν αὐτόσε ἰοῦσιν οὐκ ἐν τῷ ἀσφαλεῖ τὰ τῆς ἀγωνίας γενήσεται, ἐν μέντοι τῇ χώρᾳ, ἣ ἐκτὸς Εὐφράτου ποταμοῦ τυγχάνει οὖσα, καὶ τῇ ταύτης ἐχομένῃ Συρίᾳ οὔτε πόλεως ὀχύρωμα οὔτε στράτευμα λόγου ἄξιόν ἐστι.ταῦτα γὰρ πολλάκις πρὸς τῶν ἐπὶ κατασκοπῇ ἐς ταύτας ἐσταλμένων Σαρακηνῶν ἤκουσα.ἔνθα δὴ καὶ πόλιν Ἀντιόχειαν εἶναί φασι, πλούτῳ τε καὶ μεγέθει καὶ πολυανθρωπίᾳ πρώτην πόλεων ἁπασῶν τῶν ἐν τοῖς ἑῴοις Ῥωμαίοις οὖσαν· ἣ δὴ ἀφύλακτός τε καὶ στρατιωτῶν ἔρημός ἐστιν.οὐ γὰρ ἄλλου οὐδενὸς τῷ ταύτης δήμῳ ὅτι μὴ πανηγύρεών τε καὶ τρυφῆς μέλει καὶ τῆς ἐν θεάτροις ἀεὶ πρὸς ἀλλήλους φιλονεικίας.ὥστε ἢν ἐκ τοῦ ἀπροσδοκήτου ἐπ’ αὐτοὺς ἴωμεν, τήν τε πόλιν αἱρήσειν ἡμᾶς ἐξ ἐπιδρομῆς οὐδὲν ἀπεικὸς καὶ μηδενὶ ἐντυχόντας πολεμίων στρατῷ εἶτα ἐπανελθεῖν ἐς τὰ Περσῶν ἤθη, οὔπω πεπυσμένων τὰ ξυμπεσόντα τῶν ἐν Μεσοποταμίᾳ στρατιωτῶν.ὕδατος δὲ ἢ ἄλλου του τῶν ἐπιτηδείων ἀπορίας πέρι μηδέν σε εἰσίτω· ἐγὼ γὰρ τῷ στρατῷ ἐξηγήσομαι ὅπη ἂν δοκῇ ἄριστα εἶναι.”Ταῦτα ἀκούσας Καβάδης οὔτε ἀντιτείνειν οὔτε ἀπιστεῖν εἶχεν. ἦν γὰρ Ἀλαμούνδαρος ξυνετώτατός τε καὶ τῆς κατὰ πόλεμον ἐμπειρίας εὖ ἥκων, Πέρσαις τε πιστὸς ἐς τὰ μάλιστα καὶ διαφερόντως δραστήριος, ὃς δὴ ἐς πεντήκοντα ἐνιαυτῶν χρόνον ἐς γόνυ ἐλθεῖν τὰ Ῥωμαίων ἐποίησε πράγματα.ἐκ γὰρ τῶν Αἰγύπτου ὁρίων ἀρξάμενος καὶ μέχρι ἐς Μεσοποταμίαν ληιζόμενος τὰ ἐκείνῃ χωρία, ἦγέ τε καὶ ἔφερεν ἐφεξῆς ἅπαντα, καίων τε τὰς ἐν ποσὶν οἰκοδομίας καὶ τοὺς ἀνθρώπους κατὰ πολλὰς ἀεὶ μυριάδας ἀνδραποδίζων, καὶ αὐτῶν τοὺς μὲν πλείστους ἀποκτείνων οὐδενὶ λόγῳ, τοὺς δὲ ἄλλους ἀποδιδόμενος χρημάτων μεγάλων.ἀπήντα δέ οἱ τῶν πάντων οὐδείς. οὐ γάρ ποτε ἀνεπισκέπτως ἐποιεῖτο τὴν ἔφοδον, ἀλλ’ οὕτως ἐξαπιναίως τε καὶ αὐτῷ ἐς τὰ μάλιστα ἐπιτηδείως, ὥστε ὁ μὲν ἤδη ὡς τὰ πολλὰ ξὺν τῇ λείᾳ πάσῃ ἀπιὼν ᾤχετο, οἱ δὲ στρατηγοί τε καὶ στρατιῶται πυνθάνεσθαί τε τὰ ξυμπεσόντα καὶ ἀγείρεσθαι ἐπ’ αὐτὸν ἤρχοντο.