ἅπερ Ῥουφῖνος ἐς Βυζάντιον ἥκων βασιλεῖ ἤγγειλεν. οὗ δὴ οὐ πολλῷ ὕστερον καὶ Ἑρμογένης ἀφίκετο, καὶ ὁ χειμὼν ἔληγε, καὶ τέταρτον ἔτος ἐτελεύτα Ἰουστινιανῷ βασιλεῖ τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντι.Ἅμα δὲ ἦρι ἀρχομένῳ στράτευμα Περσῶν Ἀζαρέθου ἡγουμένου ἐσέβαλεν ἐς Ῥωμαίων τὴν γῆν. ἦσαν δὲ πεντακισχίλιοί τε καὶ μύριοι, ἱππεῖς ἅπαντες. καὶ αὐτοῖς Ἀλαμούνδαρος ὁ Σακκίκης ξυνῆν, πάμπολύν τινα ὅμιλον Σαρακηνῶν ἔχων.αὕτη τε Πέρσαις ἡ ἐσβολὴ οὐ καθάπερ εἰώθει ἐγένετο· οὐ γὰρ ἐς τὴν Μεσοποταμίαν ἐσέβαλλον ὥσπερ τὰ πρότερα, ἀλλ’ ἐς τὴν πάλαι μὲν Κομμαγηνήν, τανῦν δὲ καλουμένην Εὐφρατησίαν, ὅθεν δὴ οὐ πώποτε Πέρσαι πρότερον, ὅσα γε ἡμᾶς εἰδέναι, ἐπὶ Ῥωμαίους ἐστράτευσαν.ὅτου δὲ ἕνεκα Μεσοποταμία τε ἡ χώρα ἐκλήθη καὶ οἱ Πέρσαι τῆς ἐς ταύτην ἐφόδου ἀπέσχοντο ἐρῶν ἔρχομαι.Ὄρος οὐ λίαν ἀπότομον ἐν Ἀρμενίοις ἐστί, Θεοδοσιουπόλεως μὲν δύο καὶ τεσσαράκοντα σταδίοις διέχον, τετραμμένον δὲ αὐτῆς πρὸς βορρᾶν ἄνεμον. καὶ πηγαὶ δύο ἐνθένδε ἐξίασι, ποταμοὺς δύο ποιοῦσαι αὐτίκα, Εὐφράτην μὲν ἡ ἐν δεξιᾷ, ἡ δὲ δὴ ἑτέρα Τίγρην ὄνομα.τούτοιν ἅτερος μέν, ὁ Τίγρης, οὔτε περιόδοις τισὶ χρώμενος οὔτε ὑδάτων ὅτι μὴ ὀλίγων οἱ ἐπιγινομένων,εὐθὺ Ἀμίδης πόλεως κάτεισι. καὶ αὐτῆς ἐς τὰ πρὸς βορρᾶν ἄνεμον προϊὼν χωρεῖ ἐς τῶν Ἀσσυρίων τὴν χώραν. ὁ δὲ δὴ Εὐφράτης φέρεται μὲν κατ’ ἀρχὰς ἐπί τινα χῶρον ὀλίγον, εὐθὺς δὲ προϊὼν ἀφανίζεται, οὐχ ὑπόγειος μέντοι γινόμενος, ἀλλά τί οἱ ξυμβαῖνον θαυμάσιον οἶον· ὑπὲρ γὰρ τοῦ ὕδατος τέλμα ἐπὶ πλεῖστον βαθὺ γίνεται,μῆκος μὲν ὅσον ἐπὶ σταδίους πεντήκοντα, εὖρος δὲ εἴκοσι· καὶ καλάμων φύεται πολύ τι χρῆμα ἐν τῷ πηλῷ τούτῳ.ἐς τόσον δὲ σκληρός τις ὁ χοῦς ἐνταῦθά ἐστιν ὥστε τοῖς ἐντυγχάνουσιν οὐδὲν ἄλλο δοκεῖν ἢ ἤπειρον εἶναι. ἐπ’ αὐτῷ τοίνυν ξυμβαίνει οὐδὲν δεδιότας πεζούς τε καὶ ἱππέας πορεύεσθαι.καὶ μὴν καὶ ἅμαξαι παρίασιν ἐνθένδε πολλαὶ ἡμέρᾳ ἑκάστῃ, ἀλλ’ οὐδὲν τὸ παράπαν ἰσχύουσι κινεῖν τι ἢ ἐξελέγχειν τοῦ τέλματος.καίουσι δὲ τοὺς καλάμους οἱ ἐπιχώριοι ἀνὰ πᾶν ἔτος, τοῦ μὴ τὰς ὁδοὺς πρὸς αὐτῶν εἴργεσθαι, καί ποτε πνεύματος ἐνταῦθα ἐξαισίου ἐπιπεσόντος μέχρι ἐς τὰ τῶν ῥιζῶν ἔσχατα τὸ πῦρ ἐξικνεῖσθαι τετύχηκε, καὶ τὸ ὕδωρ ἐν χωρίῳ ὀλίγῳ φανῆναι·χρόνου δὲ ὁ χοῦς αὖθις οὐ πολλοῦ ξυμφυεὶς ἀπέδωκε τῷ χωρίῳ τὸ σχῆμα ἐφ’ οὗπερ τὸ πρότερον ἦν. ἐνθένδε τε ὁ ποταμὸς πρόεισιν ἐς τὴν Κελεσηνὴν καλουμένην χώραν, οὗ δὴ τὸ ἐν Ταύροις τῆς Ἀρτέμιδος ἱερὸν ἦν, ἔνθεν λέγουσι τὴν Ἀγαμέμνονος Ἰφιγένειαν ξύν τε Ὀρέστῃ καὶ Πυλάδῃ φυγεῖν τὸ τῆς Ἀρτέμιδος ἄγαλμα φέρουσαν.ὁ γὰρ ἄλλος νεώς, ὃς δὴ καὶ ἐς ἐμέ ἐστιν ἐν πόλει Κομάνῃ, οὐχ ὁ ἐν Ταύροις ἐστίν. ἀλλ’ ὅπως ἐγένετο ἐγὼ δηλώσω.Ἐπειδὴ ἐκ Ταύρων Ὀρέστης ξὺν τῇ ἀδελφῇ ἀπιὼν ᾤχετο, ξυνέπεσεν αὐτῷ νοσῆσαι τὸ σῶμα. καὶ ἀμφὶ τῇ νόσῳ πυνθανομένῳ χρῆσαι τὸ μαντεῖόν φασιν οὐ πρότερον λωφήσειν αὐτῷ τὸ κακόν, πρὶν τῇ Ἀρτέμιδι ναὸν δείμασθαι ἐν χώρῳ τοιούτῳ οἷον δὴ τὸν ἐν Ταύροις ξυμβαίνει εἶναι, ἐνταῦθά τε ἀποκείρασθαι τὴν αὑτοῦ κόμην καὶ αὐτῇ ὁμωνύμως καλέσαι τὴν πόλιν.διὸ δὴ Ὀρέστην περιιόντα τὰ ἐκείνῃ χωρία ἐν Πόντῳ γενέσθαι, κατιδεῖν τε ὄρος ὃ δὴ ἐνταῦθα ἀπότομον ἀπεκρέματο, ἔρρει τε ἔνερθεν παρὰ τὰς τοῦ ὄρους ἐσχατιὰς ποταμὸς Ἶρις.ὑποτοπήσαντα οὖν τὸν Ὀρέστην τότε τοῦτόν οἱ τὸν χῶρον δηλοῦν τὸ μαντεῖον, πόλιν τε ἐνταῦθα λόγου ἀξίαν καὶ τὸν τῆς Ἀρτέμιδος νεὼν δείμασθαι, τήν τε κόμην ἀποθριξάμενον ὁμωνύμως αὐτῇ καλέσαι τὴν πόλιν ἣ δὴ Κόμανα καὶ ἐς ἐμὲ ὀνομάζεται.τούτων τε Ὀρέστῃ ἐξειργασμένων οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, τὴν νόσον ἀκμάζειν. αἰσθόμενον δὲ τὸν ἄνθρωπον ὡς οὐκ ἐπιτηδείως ταῦτα τῷ μαντείῳ ποιοίη, ἅπαντα αὖθις περιιόντα διασκοπεῖσθαι καὶ χῶρόν τινα ἐν Καππαδόκαις εὑρεῖν τῷ ἐν Ταύροις τὰ μάλιστα ἐμφερέστατον.ὅνπερ καὶ ἐγὼ πολλάκις ἰδὼν ἠγάσθην τε ὑπερφυῶς καί μοι ἐδόκουν ἐν Ταύροις εἶναι. τό τε γὰρ ὄρος τοῦτο ἐκείνῳ ἀτεχνῶς ἔοικεν, ἐπεὶ κἀνταῦθα ὁ Ταῦρός ἐστι, καὶ ὁ ποταμὸς Σάρος τῷ ταύτῃ Εὐφράτῃ εἰκάζεται.πόλιν τε οὖν ἀξιοθέατον ᾠκοδομήσατο ἐνταῦθα Ὀρέστης καὶ νεὼς δύο, τὸν ἕτερον μὲν τῇ Ἀρτέμιδι, τὸν δὲ ἄλλον τῇ ἀδελφῇ Ἰφιγενείᾳ, οὓς δὴ Χριστιανοὶ ἱερὰ σφίσι πεποίηνται, τῆς οἰκοδομίας οὐδὲν τὸ παράπαν μεταβαλόντες.αὕτη καλεῖται καὶ νῦν ἡ χρυσῆ Κόμανα, τῆς Ὀρέστου κόμης ἐπώνυμος οὖσα, ἣν δὴ ἐκεῖνον ἐνταῦθά φασιν ἀποκειράμενον διαφυγεῖν τὸ ἀρρώστημα.τινὲς δὲ λέγουσιν αὐτὸν οὐκ ἄλλην τινὰ νόσον ἢ τὴν μανίαν ταύτην ἀποφυγεῖν, ἥπερ αὐτὸν ἔσχεν ἐπειδὴ τὴν μητέρα τὴν ἑαυτοῦ ἔκτεινεν. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἐπάνειμι.Ἔκ τε γὰρ τῶν ἐν Ταύροις Ἀρμενίων καὶ χώρας τῆς Κελεσηνῆς ποταμὸς Εὐφράτης ἐν δεξιᾷ ῥέων γῆν τε πολλὴν περιβάλλεται, καὶ ποταμῶν οἱ ἄλλων τε ἀναμιγνυμένων καὶ αὐτοῦ Ἀρσίνου ὃς δὴ ἐκ τῶν Περσαρμενίων καλουμένων πολὺς φέρεται, μέγας τε, ὡς τὸ εἰκός, γεγενημένος ἐς τοὺς πάλαι μὲν Λευκοσύρους, νῦν δὲ Ἀρμενίους μικροὺς καλουμένους χωρεῖ, ὧν δὴ πόλις πρώτη Μελιτηνὴ λόγου πολλοῦ ἀξία ἐστί.