καὶ Ῥωμαίων ἴσως ἐντυχόντες στρατῷ ἡσσῶντο μὲν τῇ μάχῃ, ἁλώσιμοι δὲ παντάπασιν οὐκ ἐγίνοντο χωρίων ἰσχύϊ. μάχῃ τοίνυν ὁ Σίττας αὐτοὺς πρὸ τοῦδε τοῦ πολέμου νικήσας, ἐπαγωγά τε πολλὰ ἐς αὐτοὺς εἰπών τε καὶ πράξας,προσποιήσασθαι παντελῶς ἴσχυσε. τήν τε γὰρ δίαιταν ἐπὶ τὸ ἡμερώτερον μεταβαλόντες ἐς καταλόγους αὑτοὺς Ῥωμαϊκοὺς ἐσεγράψαντο, καὶ τὸ λοιπὸν ξὺν τῷ ἄλλῳ Ῥωμαίων στρατῷ ἐπὶ τοὺς πολεμίους ἐξίασι. τήν τε δόξαν ἐπὶ τὸ εὐσεβέστερον μετέθεντο, ἅπαντες Χριστιανοὶ γεγενημένοι. τὰ μὲν οὖν ἀμφὶ τοῖς Τζάνοις ταύτῃ πη ἔσχεν.ʽΥπερβάντι δὲ τὰ αὐτῶν ὅρια φάραγξ ἐστὶ βαθεῖά τε καὶ λίαν κρημνώδης, μέχρι ἐς τὰ Καυκάσια ὄρη διήκουσα. ἐνταῦθα χωρία τε πολυανθρωπότατά ἐστι καὶ ἄμπελός τε καὶ ἡ ἄλλη ὀπώρα διαρκῶς φύεται.καὶ μέχρι μὲν ἐς τριῶν ἡμερῶν ὁδὸν μάλιστα Ῥωμαίοις ἡ φάραγξ αὕτη ὑποτελὴς τυγχάνει οὖσα, τὸ δὲ ἐνθένδε οἱ Περσαρμενίων ὅροι ἐκδέχονται, οὗ δὴ καὶ τὸ τοῦ χρυσοῦ μέταλλόν ἐστιν ὅπερ Καβάδου δόντος ἐπετρόπευε τῶν τις ἐπιχωρίων Συμεώνης ὄνομα.οὗτος ὁ Συμεώνης, ἐπειδὴ ἀμφοτέρους ἐς τὸν πόλεμον ἀκμάζοντας εἶδε, Καβάδην τῆς τῶν χρημάτων προσόδου ἀποστερεῖν ἔγνω.διὸ δὴ αὑτόν τε καὶ τὸ Φαράγγιον Ῥωμαίοις ἐνδοὺς οὐδετέροις τὸν ἐκ τοῦ μετάλλου χρυσὸν ἀποφέρειν ἠξίου.Ῥωμαῖοι μὲν γὰρ οὐδὲν ἔπραττον, ἀποχρῆν σφίσιν ἡγούμενοι ἀπολωλέναι τοῖς πολεμίοις τὴν ἐνθένδε φοράν, Πέρσαι δὲ οὐχ οἷοί τε ἦσαν ἀκόντων Ῥωμαίων τοὺς ταύτῃ ᾠκημένους ἀντιστατούσης τῆς δυσχωρίας βιάζεσθαι.Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους Ναρσῆς τε καὶ Ἀράτιος, οἳ Βελισαρίῳ καὶ Σίττᾳ ἐν Περσαρμενίων τῇ χώρᾳ κατ’ ἀρχὰς τοῦδε τοῦ πολέμου ἐς χεῖρας ἦλθον, ὥσπερ ἔμπροσθέν μοι δεδήλωται, ξὺν τῇ μητρὶ αὐτόμολοι ἐς Ῥωμαίους ἧκον, καὶ αὐτοὺς Ναρσῆς ὁ βασιλέως ταμίας ἐδέξατο ʽΠερσαρμένιος γὰρ καὶ αὐτὸς γένος ἐτύγχανἐ χρήμασί τε αὐτοὺς δωρεῖται μεγάλοις.ὅπερ ἐπειδὴ Ἰσαάκης, ὁ νεώτατος αὐτῶν ἀδελφός, ἔμαθε, Ῥωμαίοις λάθρα ἐς λόγους ἐλθὼν Βῶλον αὐτοῖς τὸ φρούριον, ἄγχιστά πη ὂν τῶν Θεοδοσιουπόλεως ὁρίων, παρέδωκε.στρατιώτας γὰρ ἐγγύς πη ἐπέστελλε κρύπτεσθαι, οὓς δὴ τῷ φρουρίῳ νύκτωρ ἐδέξατο, μίαν αὐτοῖς λάθρα ἀνακλίνας πυλίδα· οὕτω τε καὶ αὐτὸς ἐς Βυζάντιον ἦλθεν.Οὕτω μὲν Ῥωμαίοις τὰ πράγματα εἶχε. Πέρσαι δὲ πρὸς Βελισαρίου ἐν Δάρας ἡσσημένοι τῇ μάχῃ οὐδ’ ὣς ἐνθένδε ἀναχωρεῖν ἔγνωσαν, ἕως Ῥουφῖνος, ἐπεὶ ἐς ὄψιν τὴν Καβάδου ἦλθεν, ἔλεξεν ὧδε, “Ἔπεμψέ με, ὦ βασιλεῦ, ὁ σὸς ἀδελφὸς μέμψιν δικαίαν μεμφόμενος, ὅτι δὴ Πέρσαι ἀπ’ οὐδεμιᾶς αἰτίας ἐς γῆν τὴν αὐτοῦ ἐν ὅπλοις ἦλθον.καίτοι βασιλεῖ μεγάλῳ τε καὶ ἐς τόσον ξυνέσεως ἥκοντι ἐκ πολέμου εἰρήνην πρυτανεῦσαι μᾶλλον ἂν πρέποι ἢ τῶν πραγμάτων εὖ καθεστώτων ταραχὴν οὐ δέον αὑτῷ τε καὶ τοῖς πέλας προστρίβεσθαι.οἷς δὴ καὶ αὐτὸς εὔελπις ὢν ἐνθάδε ἀφῖγμαι, ὅπως τὸ λοιπὸν ἀμφοτέροις τὰ ἐκ τῆς εἰρήνης ἀγαθὰ εἴη.” Ῥουφῖνος μὲν τοσαῦτα εἶπε.Καβάδης δὲ ἀμείβεται ὧδε, “Ὦ παῖ Σιλβανοῦ, μηδαμῶς ἀντιστρέφειν τὰς αἰτίας πειρῶ, πάντων ἐξεπιστάμενος μάλιστα ταραχῆς ἁπάσης αἰτιωτάτους γεγονέναι τοὺς Ῥωμαίους ὑμᾶς. πύλας γὰρ τὰς Κασπίας ἡμεῖς ἔσχομεν ἐπὶ τῷ Περσῶν τε καὶ Ῥωμαίων ἀγαθῷ, βιασάμενοι τοὺς ἐκείνῃ βαρβάρους, ἐπεὶ Ἀναστάσιος ὁ Ῥωμαίων αὐτοκράτωρ, ὥς που καὶ αὐτὸς οἶσθα, παρὸν αὐτὰς χρήμασιν ὠνεῖσθαι, οὐκ ἤθελεν, ὅπως μὴ στράτευμα εἰς πάντα τὸν αἰῶνα ἐνταῦθα ἔχων χρήματα μεγάλα ὑπὲρ ἀμφοτέρων προΐεσθαι ἀναγκάζηται.ἐξ ἐκείνου τε ἡμεῖς στρατιὰν τοσαύτην τὸ πλῆθος ἐνταῦθα καταστησάμενοι καὶ ἐς τὸν παρόντα χρόνον ἐκτρέφοντες δεδώκαμεν ὑμῖν τό γε κατὰ τοὺς ἐκείνῃ βαρβάρους μέρος ἀδῄωτον τὴν χώραν οἰκεῖν, ξὺν. πολλῇ ἀπραγμοσύνῃ τὰ ὑμέτερα αὐτῶν ἔχουσιν.ὥσπερ δὲ οὐχ ἱκανὸν ὑμῖν τοῦτό γε, καὶ πόλιν μεγάλην Δάρας ἐπιτείχισμα Πέρσαις πεποίησθε, καίπερ διαρρήδην ἐν ταῖς σπονδαῖς ἀπειρημένον ἅσπερ Ἀνατόλιος πρὸς Πέρσας ἔθετο· καὶ ἀπ’ αὐτοῦ δυοῖν στρατοπέδοιν ἀνάγκη πόνοις τε καὶ δαπάνῃ κεκακῶσθαι τὰ Περσῶν πράγματα, τὸ μέν, ὅπως μὴ Μασσαγέται τὴν ἀμφοτέρων γῆν ἄγειν τε καὶ φέρειν ἀδεῶς δύνωνται, τὸ δέ, ὅπως ἂν τὰς ὑμετέρας ἐπιδρομὰς ἀναστέλλοιμεν.ὑπὲρ ὧν ἔναγχος μεμφομένων ἡμῶν, δυοῖν τε τὸ ἕτερον ἀξιούντων παρ’ ὑμῶν γίγνεσθαι, ἢ ἐξ ἀμφοτέρων τὸν ἐς πύλας τὰς Κασπίας στρατὸν στέλλεσθαι, ἢ πόλιν Δάρας καταλύεσθαι, τῶν μὲν λεγομένων τὴν μάθησιν οὐ προσίεσθε, κακῷ δὲ μείζονι κρατύνασθαι τὴν ἐς Πέρσας ἐπιβουλὴν ἔγνωτε, εἴ τι μεμνήμεθα τῆς ἐν Μίνδουος οἰκοδομίας· καὶ νῦν δὲ Ῥωμαίοις ἑλετὰ μὲν τὰ τῆς εἰρήνης, αἱρετὰ δὲ τὰ ὅπλα, ἢ τὰ δίκαια πρὸς ἡμᾶς τιθεμένοις, ἢ ἀπ’ ἐναντίας αὐτῶν ἰοῦσιν.οὐ γὰρ τὰ ὅπλα καταθήσουσι πρότερον Πέρσαι, πρὶν δὴ αὐτοῖς Ῥωμαῖοι ἢ τὰς πύλας δικαίως τε καὶ ὀρθῶς ξυμφυλάξουσιν, ἢ πόλιν Δάρας καταλύσουσι.”τοσαῦτα Καβάδης εἰπὼν τὸν πρεσβευτὴν ἀπεπέμψατο, παραδηλώσας ὥς οἱ βουλομένῳ εἴη χρήματά τε πρὸς Ῥωμαίων λαβεῖν καὶ τὰς τοῦ πολέμου καταλύειν αἰτίας.