γλιχομένοις δὲ ὑμῖν πολεμίων ἔργων ἀντιταξόμεθα ξὺν θεῷ, ὃν ἡμῖν ἐν τῷ κινδύνῳ ξυλλήψεσθαι ἴσμεν, ἠγμένον μὲν τῇ Ῥωμαίων ἀπραγμοσύνῃ, ἀλαζονείᾳ δὲ τῇ Περσῶν νεμεσήσαντα καὶ οἷς ἐπὶ τὴν εἰρήνην προκαλουμένοις ἡμῖν εἶτα ἀντιτείνειν ἐγνώκατε.ἀντιταξόμεθα δὲ τὰ γεγραμμένα παρ’ ἑκατέρων ἀπ’ ἄκρων σημείωνἐς τὴν ξυμβολὴν ἀναψάμενοι.” τοσαῦτα μὲν ἡ γραφὴ ἐδήλου. Μιρράνης δὲ καὶ αὖθις ἀμείβεται ὧδε, “Οὐδὲ ἡμεῖς ἄνευ θεῶν τῶν ἡμετέρων ἐς τὸν πόλεμον καθιστάμεθα, ξὺν αὐτοῖς δὲ παρ’ ὑμᾶς ἥξομεν, οὕσπερ τῇ ὑστεραίᾳ Πέρσας ἐς Δάρας ἐσβιβάσειν ἐλπίδα ἔχω.ἀλλά μοι τό τε βαλανεῖον καὶ ἄριστον ἐν παρασκευῇ τοῦ περιβόλου ἐντὸς γινέσθω.” ταῦτα οἱ ἀμφὶ Βελισάριον ἀναλεξάμενοι παρεσκευάζοντο ἐς τὴν ξυμβολήν.Τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ Πέρσας ἅπαντας περὶ ἡλίου ἀνατολὰς ξυγκαλέσας Μιρράνης ἔλεξε τοιάδε, “Οὐκ ἀγνοῶ μὲν ὡς οὐ λόγοις τῶν ἡγουμένων, ἀλλ’ ἀρετῇ τε οἰκείᾳ καὶ τῇ ἐς ἀλλήλους αἰδοῖ θαρσεῖν ἐν τοῖς κινδύνοις εἰώθασι Πέρσαι.ὁρῶν δὲ ὑμᾶς διαλογιζομένους τί δήποτε οὐ συνειθισμένον Ῥωμαίοις πρότερον ἄνευ θορύβων τε καὶ ἀταξίας εἰς μάχην ἰέναι, οἱ δὲ ξὺν κόσμῳ τινὶ ἔναγχος οὐδαμόθεν σφίσι προσήκοντι Πέρσας ἐπιόντας ὑπέστησαν, τοῦδε εἵνεκα παραίνεσιν ποιεῖσθαί τινα εἰς ὑμᾶς ἔγνωκα, ὅπως μὴ δόξῃ οὐκ ἀληθεῖ χρωμένοις ὑμῖν σφαλῆναι συμβαίη.μὴ γὰρ οἴεσθε Ῥωμαίους ἀμείνους τὰ πολέμια ἐκ τοῦ αἰφνιδίου γενέσθαι μηδὲ ἀρετῆς τι ἢ ἐμπειρίας κεκτῆσθαι πλέον, ἀλλὰ καὶ δειλοὺς αὐτοὺς γεγονέναι μᾶλλον ἢ τὰ πρότερα ὄντες ἐτύγχανον· οἵ γε οὕτω Πέρσας δεδίασιν ὥστε οὐδὲ τάφρου χωρὶς ἐς τὴν φάλαγγα καθίστασθαι τετολμήκασιν.οὐδὲ ξὺν ταύτῃ μάχης τινὸς ἦρξαν, ἀλλ’ ἐπεὶ ἐς χεῖρας αὐτοῖς οὐδαμῶς ἤλθομεν, ἄσμενοί τε καὶ κρεῖσσον ἐλπίδος τὰ πράγματα σφίσι κεχωρηκέναι οἰόμενοι ἐπὶ τὸ τεῖχος ἐχώρησαν.διὸ δὴ αὐτοῖς οὐδὲ ξυντεταράχθαι τετύχηκεν, οὔπω εἰς κίνδυνον πολέμου ἐλθοῦσιν. ἢν δέ γε ἡ μάχη ἐκ χειρὸς γένηται, ὀρρωδία τε αὐτοὺς καὶ ἀπειρία περιλαβοῦσαι ἐς ἀκοσμίαν τὴν συνήθη, ὡς τὸ εἰκός, καταστήσουσι.τὰ μὲν οὖν τῶν πολεμίων τοιαῦτά ἐστιν· ὑμᾶς δέ, ὦ ἄνδρες Πέρσαι, τοῦ βασιλέων βασιλέως ἡ κρίσις εἰσίτω.ἢν γὰρ μὴ ἐπαξίως τῆς Περσῶν ἀρετῆς ἐν τῷ παρόντι ἀνδραγαθίζοισθε, κόλασις ὑμᾶς οὐκεὐκλεὴς περιστήσεται.” οὕτω μὲν Μιρράνης παρακελευσάμενος ἐπὶ τοὺς πολεμίους τὸ στράτευμα ἦγε. Βελισάριος δὲ καὶ Ἑρμογένης πρὸ τοῦ περιβόλου πάντας Ῥωμαίους ἀγείραντες παρεκελεύσαντο ὧδε,“Ὡς μὲν οὐκ εἰσὶ παντάπασιν ἀνίκητοι Πέρσαι οὐδὲ κρείσσους ἢ θνήσκειν ἐπίστασθε δή που, μάχῃ τῇ προτέρᾳ σταθμώμενοι· ὡς δὲ τῇ τε ἀνδρίᾳ καὶ σώματος ἰσχύϊ περιόντες αὐτῶν, μόνῳ ἡττᾶσθε τῷ τοῖς ἄρχουσιν ἀπειθέστεροι εἶναι,οὐδεὶς ἂν ἀντείποι. ὅπερ ἐπανορθοῦν πόνῳ οὐδενὶ ὑμῖν πάρεστι. τὰ μὲν γὰρ τῆς τύχης ἐναντιώματα σπουδῇ ἐπανορθοῦσθαι οὐδαμῶς πέφυκε, γνώμη δὲ τῶν οἰκείων κακῶν ῥᾳδίως ἂν ἀνθρώπῳ ἰατρὸς γένοιτο·ὥστε ἢν τῶν παραγγελλομένων κατακούειν ᾖ βουλομένοις ὑμῖν, αὐτίκα δὴ ἀναδήσεσθε τὸ τοῦ πολέμου κράτος. οἱ γὰρ οὐκ ἄλλῳ τῳ ἢ τῷ ἡμετέρῳ ἀκόσμῳ θαρσοῦντες ἐφ’ ἡμᾶς ἥκουσι.σφαλέντες δὲ καὶ νῦν τῆς τοιαύτης ἐλπίδος ὁμοίως τῇ προλαβούσῃ ξυμβολῇ ἀπαλλάξουσι. καὶ τὸ πλῆθος τῶν πολεμίων, ᾧ μάλιστα δεδίττονται,ὑμᾶς ὑπερφρονεῖν ἄξιον. τὸ γὰρ πεζὸν ἅπαν οὐδὲν ἄλλο ἢ ὅμιλός ἐστιν ἀγροίκων οἰκτρῶν, οἳ ἐς τὴν παράταξιν ἐπ’ ἄλλῳ οὐδενὶ ἔρχονται ἢ τεῖχός τε διορύττειν καὶ τοὺς τεθνεῶτας σκυλεύειν καὶ τἄλλα τοῖς στρατιώταις ὑπηρετεῖν.διὸ δὴ ὅπλα μὲν οἷς ἂν καὶ τοὺς ἐναντίους ἐνοχλοῖεν οὐδαμῆ ἔχουσι, τοὺς δὲ θυρεοὺς τοιούτους τὸ μέγεθος προβέβληνται μόνον ὅπως αὐτοὶ πρὸς τῶν πολεμίων ἥκιστα βάλλωνται.οὐκοῦν ἄνδρες ἀγαθοὶ ἐν τῷδε τῷ κινδύνῳ γενόμενοι οὐκ ἐν τῷ παρόντι μόνον Πέρσας νικήσετε, ἀλλὰ καὶ τῆς ἀπονοίας κολάσετε, ὡς μήποτε αὖθις εἰς γῆν τὴν Ῥωμαίων στρατεύσονται.”Ταύτην Βελισάριός τε καὶ Ἑρμογένης τὴν παραίνεσιν ποιησάμενοι, ἐπειδὴ Πέρσας ὁδῷ ἰόντας ἐπὶ σφᾶς εἶδον, τρόπῳ τῷ προτέρῳ κατὰ τάχος τοὺς στρατιώτας διέταξαν.καὶ οἱ βάρβαροι παρ’ αὐτοὺς ἥκοντες μετωπηδὸν ἔστησαν. οὐχ ἅπαντας μέντοι Πέρσας ὁ Μιρράνης ἀντίους τοῖς πολεμίοις, ἀλλὰ τοὺς ἡμίσεις ἔστησε, τοὺς δὲ ἄλλους ὄπισθεν μένειν εἴασεν.οἳ δὴ τοὺς μαχομένους ἐκδεχόμενοι ἔμελλον ἀκμῆτες ἐπιθήσεσθαι τοῖς ἐναντίοις, ὅπως ἀεὶ ἐκ περιτροπῆς ἅπαντες μάχωνται.μόνον δὲ τὸν τῶν ἀθανάτων λεγομένων λόχον ἡσυχῆ μένειν, ἕως αὐτὸς σημήνῃ, ἐκέλευεν.αὐτός τε κατὰ μέσον τοῦ μετώπου ταξάμενος, Πιτυάξην μὲν τοῖς ἐν δεξιᾷ, Βαρεσμανᾶν δὲ τοῖς ἐς τὸ ἀριστερὸν κέρας ἐπέστησεν. οὕτω μὲν ἀμφότεροι ἐτετάχατο. Φάρας δὲ Βελισαρίῳ τε καὶ Ἑρμογένει παραστὰς εἶπεν,“Οὐδέν μοι δοκῶ ἐνταῦθα ξὺν τοῖς Ἐρούλοις μένων τοὺς πολεμίους ἐργάσασθαι μέγα· ἢν δὲ κρυπτόμενοι ἐς τὸ κάταντες τοῦτο, εἶτα, ἐπειδὰν ἐν τῷ ἔργῳ γένωνται Πέρσαι, διὰ τοῦδε τοῦ λόφου ἀναβαίνοντες ἐκ τοῦ αἰφνιδίου κατὰ νώτου αὐτῶν ἴωμεν ὄπισθεν βάλλοντες, τὰ ἀνήκεστα αὐτούς, ὡς τὸ εἰκός, δράσομεν.” ὁ μὲν ταῦτα εἶπε, καὶ ἐπεὶ τοὺς ἀμφὶ Βελισάριον ἤρεσκε, κατὰ ταῦτα ἐποίει.