οἱ δὲ ὀπίσω κατὰ βραχὺ ὑπεχώρησαν. Πέρσαι δὲ αὐτοὺς οὐκ ἐδίωξαν, ἀλλ’ αὐτοῦ ἔμενον, κύκλωσιν, οἶμαι, πρὸς τῶν πολεμίων τινὰ δείσαντες. μετὰ δὲ Ῥωμαῖοι μὲν οἱ φυγόντες ἐκ τοῦ αἰφνιδίου πρὸς αὐτοὺς ὥρμησαν.οἱ δὲ οὐχ ὑποστάντες τὴν ἔφοδον ὀπίσω ἀπήλαυνον ἐς τὴν φάλαγγα, καὶ αὖθις οἵ τε ἀμφὶ Βούζην καὶ Φάραν ἐν χώρᾳ τῇ οἰκείᾳ ἐτάξαντο.ἐν τούτῳ τῷ ἔργῳ Περσῶν ἑπτὰ ἔπεσον, ὧν δὴ τῶν σωμάτων Ῥωμαῖοι ἐκράτησαν, καὶ τὸ λοιπὸν ἡσυχάζοντες ἐν τάξει ἑκάτεροι ἔμενον.εἷς δὲ ἀνὴρ Πέρσης νεανίας, ἄγχιστα τοῦ Ῥωμαίων στρατοῦ τὸν ἵππον ἐλάσας, προὐκαλεῖτο ἅπαντας εἴ τίς οἱ βούλοιτο ἐς χεῖρας ἰέναι.καὶ τῶν μὲν ἄλλων ὑποστῆναι τὸν κίνδυνον ἐτόλμα οὐδείς, Ἀνδρέας δὲ ἦν τις ἐν τοῖς Βούζου οἰκείοις, οὐ στρατιώτης μὲν οὐδέ τι ἀσκήσας τῶν κατὰ τὸν πόλεμον πώποτε, παιδοτρίβης δὲ καὶ παλαίστρᾳ τινὶ ἐν Βυζαντίῳ ἐφεστηκώς.διὸ δὴ καὶ τῷ στρατῷ εἵπετο, ἅτε τοῦ Βούζου σώματος ἐν βαλανείῳ ἐπιμελούμενος, γένος δὲ Βυζάντιος ἦν. οὗτος ἐθάρσησε μόνος, οὔτε Βούζου οὔτε ἄλλου ὁτουοῦν ἐπαγγείλαντος, αὐτόματος τῷ ἀνθρώπῳ ἐς μονομαχίαν ἐπεξιέναι. φθάσας δὲ τὸν βάρβαρον ἔτι περισκοπούμενον ὅπη ὁρμήσεται, παρὰ μαζὸν τὸν δεξιὸν τῷ δόρατι παίει.ὁ δὲ πληγὴν ἀνδρὸς ἰσχυροῦ λίαν οὐκ ἐνεγκὼν ἐκ τοῦ ἵππου ἐς ἔδαφος πίπτει. καὶ αὐτὸν Ἀνδρέας μαχαίρᾳ τινὶ βραχείᾳ ὥσπερ ἱερεῖον ὑπτίως κείμενον ἔθυσε, κραυγή τε ὑπερφυὴς ἔκ τε τοῦ περιβόλου καὶ τοῦ Ῥωμαίων στρατοπέδου ἤρθη.Πέρσαι δὲ τῷ γεγονότι περιαλγήσαντες ἕτερον εἰς τὴν αὐτὴν πρᾶξιν ἱππέα καθῆκαν, ἀνδρεῖον μὲν καὶ μεγέθους σώματος πέρι εὖ ἥκοντα, οὐ νεανίαν δέ, ἀλλὰ καί τινας τῶν ἐν τῇ κεφαλῇ τριχῶν πολιὸν ὄντα.ὃς δὴ παρὰ τὸ τῶν πολεμίων στράτευμα ἐπιών, ἐπὶ πλεῖστον δὲ τὴν μάστιγα σείων ᾗ παίειν τὸν ἵππον εἰώθει, Ῥωμαίων τὸν βουλόμενον ἐς μάχην ἐκάλει.οὐδενὸς δέ οἱ ἐπεξιόντος, Ἀνδρέας αὖθις ἅπαντας λαθὼν ἐς μέσον ἦλθε, καίπερ αὐτῷ πρὸς τοῦ Ἑρμογένους ἀπειρημένον.ἄμφω γοῦν τοῖς δόρασιν ἐς ἀλλήλους θυμῷ πολλῷ ἐχόμενοι ὥρμησαν, καὶ τά τε δόρατα τοῖς θώραξιν ἐρεισθέντα δεινῶς ἀπεκρούσθη οἵ τε ἵπποι ἐς τὰς κεφαλὰς ἀλλήλοις συγκρούσαντες ἔπεσόν τε αὐτοὶ καὶ τοὺς ἐπιβάτας ἀπέβαλον.τὼ δὲ ἄνδρε τούτω ἄγχιστά· πη πεσόντε ἀλλήλοιν ἐξανίστασθαι σπουδῇ πολλῇ ἄμφω ἠπειγέσθην, ἀλλ’ ὁ μὲν Πέρσης τοῦτο δρᾶν, ἅτε οἱ τοῦ μεγέθους ἀντιστατοῦντος, οὐκ εὐπετῶς εἶχεν, Ἀνδρέας δὲ προτερήσας ʽτοῦτο γὰρ αὐτῷ ἡ κατὰ τὴν παλαίστραν μελέτη ἐδίδοὐ τῷ τε γόνατι ἐξανιστάμενον αὐτὸν ἔτυψε καὶ αὖθις εἰς τὸ ἔδαφος πεσόντα ἔκτεινε.κραυγή τε ἐκ τοῦ τείχους καὶ τοῦ Ῥωμαίων στρατοῦ οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, ἤρθη· καὶ οἱ μὲν Πέρσαι ἐς τὸ Ἀμμώδιος τὴν φάλαγγα διαλύσαντες ἀνεχώρησαν, οἱ δὲ Ῥωμαῖοι παιανίσαντες ἐντὸς τοῦ περιβόλου ἐγένοντο.ἤδη γὰρ καὶ ξυνεσκόταζεν. οὕτω τε ἀμφότεροι τὴν νύκτα ἐκείνην ηὐλίσαντο.Τῇ δὲ ὑστεραίᾳ Πέρσαις μὲν στρατιῶται μύριοι ἐκ Νισίβιδος πόλεως μετάπεμπτοι ἦλθον, Βελισάριος δὲ καὶ Ἑρμογένης πρὸς Μιρράνην ἔγραψαν τάδε, “Πρῶτον ἀγαθὸν τὴν εἰρήνην εἶναι ὡμολόγηται παρὰ πάντων ἀνθρώπων οἷς τι καὶ κατὰ τὸβραχὺ λογισμοῦ μέτεστιν. ὥστε ἤν τις διαλυτὴς αὐτῆς γένοιτο, τῶν κακῶν αἰτιώτατος ἂν οὐ τοῖς πέλας μόνον, ἀλλὰ καὶ ὁμογενέσι τοῖς αὑτοῦ εἴη. στρατηγὸς μὲν οὖν ἄριστος οὗτος ἐκεῖνός ἐστιν, ὃς δὴ ἐκ πολέμου εἰρήνην διατίθεσθαι ἱκανὸς πέφυκε.σὺ δὲ τῶν πραγμάτων εὖ καθεστώτων Ῥωμαίοις τε καὶ Πέρσαις πόλεμον ἐπάγειν ἡμῖν αἰτίαν οὐκ ἔχοντα ἔγνωκας, καίπερ ἑκατέρου μὲν βασιλέως εἰρηναῖα βουλευομένου, πρέσβεων δὲ παρόντων ἡμῖν ἐν γειτόνων ἤδη, οἳ δὴ τὰ διάφορα τῇ ἐς ἀλλήλους ὁμιλίᾳ οὐκ εἰς μακρὰν διαλύσουσιν, ἢν μή τι ἀνήκεστον ἐκ τῆς σῆς ἐφόδου ξυμβαῖνον ταύτην ἡμῖν ἀναστέλλειν τὴν ἐλπίδα ἰσχύσῃ.ἀλλ’ ἄπαγε ὅτι τάχιστα τὸν στρατὸν ἐς τὰ Περσῶν ἤθη, μηδὲ τοῖς μεγίστοις ἀγαθοῖς ἐμποδὼν ἵστασο, μή ποτε Πέρσαις, ὡς τὸ εἰκός, εἴης τῶν ξυμβησομένωνδεινῶν αἴτιος.” ταῦτα ἐπεὶ Μιρράνης ἀπενεχθέντα τὰ γράμματα εἶδεν, ἀμείβεται ὧδε, “Ἐποίησα ἂν τὰ αἰτούμενα, τοῖς γεγραμμένοις ἀναπεισθείς, εἰ μὴ Ῥωμαίων ἡ ἐπιστολὴ ἐτύγχανεν οὖσα, οἷς τὸ μὲν ἐπαγγέλλεσθαι πρόχειρόν ἐστιν, ἔργῳ δὲ τὰ ἐπηγγελμένα ἐπιτελεῖν χαλεπώτατόν τε καὶ κρεῖσσον ἐλπίδος, ἄλλως τε ἢν καὶ ὅρκοις τισὶ κυρώσητε τὰ ξυγκείμενα.ἡμεῖς μὲν οὖν πρὸς τὴν ὑμετέραν ἀπειπόντες ἀπάτην, ἐν ὅπλοις ἠναγκάσμεθα παρ’ ὑμᾶς ἥκειν, ὑμεῖς δέ, ὦ φίλοι Ῥωμαῖοι, μηδὲν ἄλλο τὸ λοιπὸν οἴεσθε ἢ πολεμητέα ὑμῖν ἐς Πέρσας εἶναι. ἐνταῦθα γὰρ ἡμᾶς ἢ τεθνάναι ἢ καταγηράσκειν δεήσει, ἕως ἔργῳ τὰ δίκαια πρὸς ἡμᾶς θήσεσθε.” τοσαῦτα μὲν καὶ ὁ Μιρράνης ἀντέγραψεν.αὖθις δὲ οἱ ἀμφὶ Βελισάριον ἔγραψαν ὧδε, “Οὐ πάντα χρή, ὦ βέλτιστε Μιρράνη, τῇ ἀλαζονείᾳ χαρίζεσθαι, οὐδὲ τοῖς πέλας ἐπιφέρειν ὀνείδη τὰ μηδαμόθεν προσήκοντα.Ῥουφῖνον γὰρ ἐπὶ πρεσβείᾳ ἥκοντα οὐκ ἄποθεν εἶναι ἡμεῖς τε εἴπομεν ξὺν τῷ ἀληθεῖ καὶ αὐτὸς οὐκ ἐς μακρὰν εἴσῃ.