ὁ δὲ δώροις προκατειλημμένος τῷ κατὰ τόπον ἄρχοντι κολάσαι τοὺς Ἰουδαίους ἐκέλευσεν, ὡς νεωτερίζοντας. ὁ δὲ Ἡρώδης ἀπιέναι ταχὺ αὐτοῖς συνεβούλευεν, ἵνα μὴ μεγάλου πειραθῶσι κακοῦ. ὡς δ’ οὐχ ὑπήκουον, ἐκδραμόντες οἱ Ῥωμαῖοι τινὰς μὲν ἀπέκτειναν, πολλοὺς δ᾿ ἐτραυμάτισαν· καὶ οἱ λοιποὶ διαφυγόντες ἡσύχαζον. τοῦ δὲ δήμου καταβοῶντος Ἡρώδου, παροξυνθεὶς ὁ Ἀντώνιος τοὺς δεδεμένους ἀπέκτεινεν. Ἀντίγονος δὲ Πακόρῳ τῷ Παρθῶν βασιλεῖ ὑπισχνεῖται χίλια δώσειν τάλαντα καὶ γυναῖκας παντακοσίας, ἢν τὴν ἀρχὴν Ὑρκανὸν ἀφέλωνται καὶ παραδῶσιν αὐτῷ καὶ τοὺς περὶ Ἡρώδην ἀνέλοιεν. διὰ ταῦτα ἐπὶ τὴν Ἰουδαίαν κατάγοντες Ἀντίγονον οἱ Πάρθοι ἐστράτευσαν· οἷς πολλάκις οἱ περὶ Ἡρώδην συμμίξαντες ἐκράτουν. ὁ δὲ τῶν Παρθῶν στρατηγὸς σὺν ὀλίγοις ἱππεῦσιν εἰς τὴν πόλιν ἧκεν, ὡς τάχα κατευνάσων τὴν στάσιν, τὸ δ᾿ ἀληθὲς ὡς Ἀντιγόνῳ συμπράξων. Φασαήλου δὲ ξενίσαντος αὐτόν, πείθει τὸν Φασάηλον παρὰ Βαρζαφαρμάνην ἐλθεῖν πρεσβεύοντα. καὶ ᾤχοντο Ὑρκανὸς καὶ Φασάηλος πρεσβεύοντες, Ἡρώδου μὴ συναινοῦντος· ὁ δὲ στρατηγὸς προύπεμπε σφᾶς. καὶ ὁ Βαρζαφαρμάνης τὸ μὲν πρῶτον γνησίως αὐτοὺς ὑπεδέξατο, ἔπειτα ἐπεβούλευε. καὶ οἱ περὶ Φασάηλον ἐν ὑποψίαις ἦσαν κατὰ τῶν βαρβάρων, ἔγνων δὲ καὶ νύκτωρ λάθρᾳ παρ’ αὐτῶν φυλασσόμενοι. μεμήνυτο δ᾿ αὐτοῖς ὅτι καὶ συνελήφθησαν ἄν, εἰ μὴ ὑπερετίθεντο οἱ βάρβαροι μέχρις ἂν Ἡρώδης τοῖς ἐκεῖ Πάρθοις ληφθείη, μὴ τὰ περὶ αὐτῶν μαθὼν διαφύγοι. Φασαήλῳ μὲν οὖν τινες συνεβούλευον εὐθὺς παριππάσασθαι, Ὀφέλλιος δὲ γαῖ πλοῖα πρὸς τὴν φυγὴν ὑπισχνεῖτο· ἐγγὺς γὰρ ἡ θάλασσα ἦν. ὁ δὲ Ὑρκανὸν ἀπολιπεῖν οὐκ ἐβούλετο. συλλαμβάνονται οὖν καὶ δεσμοῦνται. Ἡρώδης δὲ ταῦτα μαθών, οὓς εἶχεν ὁπλίτας λαβὼν νυκτὸς καὶ τὴν μητέρα καὶ τὴν ἀδελφὴν καὶ τὴν ἐγγεγυημένην αὐτῷ παῖδα τῆς Ὑρκανοῦ θυγατρὸς καὶ τὴν τῆς μνηστῆς ταύτης μητέρα τήν τε θεραπείαν πάσαν τὴν ἐπὶ Ἰδουμαίαν ἀπῄει, τοὺς πολεμίους λαθών.τοῦ ζεύγους δὲ περιτραπέντος ἐν τῇ ὁδῷ, καὶ τῆς μητρὸς αὐτοῦ κινδυνευούσης ἀποθανεῖν, μικροῦ ἑαυτὸν διεχρήσατο. ἀνακτησάμενος οὖν τὴν μητέρα καὶ θεραπείας ὡς ὁ καιρὸς ἤπειγεν ἀξιώσας, ἐβάδιζε συντονώτερον πρὸς Μασάδαν τὸ ἔρυμα. ἐν τῷ μέσῳ δὲ καὶ πρὸς Πάρθους διώκοντας μαχεσάμενος καὶ πρὸς Ἰουδαίους αὖθις ἐπιθεμένους αὐτῷ, ἐνίκησε καὶ ἐκράτησε. τοῦ μέντοι πλήθους τοῦ συνεπομένου αὐτῷ πολλοῦ ὄντος, τοῦ δὲ τῆς Μασάδας φρουρίου, πρὸς ὅπερ ἠπείγοντο, οὐκ ἐξαρκοῦντος ἅπαντας ὑποδέξασθαι, τοὺς μὲν πλείους ἀπέλυσε, δοὺς σφίσιν ἐφόδια, ὅσοι δὲ ἦσαν κοῦφοι καὶ τοὺς ἀναγκαιοτάτους ἔχων εἰς τὸ ἔρυμα παραγίνεται. καὶ ἀφεὶς αὐτόθι τάς τε γυναῖκας καὶ τὴν θεραπείαν ἀρκοῦντα τὰ ἐπιτήδεια ἔχοντας, αὐτὸς ἐπὶ τὴν Πέτραν τῆς Ἀραβίας ἐξώρμησεν. ἕωθεν δὲ τὰ μὲν ἄλλα τῶν Ἱεροσολυμιτῶν οἱ Πάρθοι διήρπαζον καὶ αὐτὰ τὰ βασίλεια, μόνων δὲ ἀπείχοντο τῶν Ὑρκανοῦ χρημάτων, ὄντων εἰς ὀγδοήκοντα τάλαντα· καὶ τὴν χώραν δὲ ἐκάκουν οἱ Πάρθοι.Ἀντίγονος μὲν οὖν οὕτω καταχθεὶς εἰς τὴν Ἰουδαίαν Ὑρκανὸν καὶ Φασάηλον δεσμώτας παραλαμβάνει. φοβούμενος δὲ τὸν Ὑρκανὸν μὴ τὸ πλῆθος αὐτῷ τὴν βασιλείαν ἀποκαταστήσῃ, ἀποτέμνει αὐτοῦ τὰ ὦτα, τοῦ νόμου τοὺς ἱερᾶσθαι μέλλοντας ὁλοκλήρους εἶναι κελεύοντος. Φασάηλος δὲ γνοὺς ἑαυτὸν μέλλοντα σφάττεσθαι, ἐπεὶ τὰς χεῖρας δεδέσμητο, πέτρᾳ προσαράξας τὴν κεφαλὴν ἑαυτὸν μὲν ἐξήγαγε τοῦ βίου, τὴν δ᾿ ἐκ τοῦ κτεῖναι αὐτὸν ἡδονὴν ἐστέρησε τὸν πολέμιον. πρὸ δέ γε τοῦ πάνυ ἐκλιπεῖν ἀκούσας ὡς διέδρα τοὺς πολεμίους Ἡρώδης ὁ ἀδελφός, εὐθύμως ἀπέθανε, καταλιπὼν ἐκδικητὴν καὶ τῶν ἐχθρῶν τιμωρόν. Ἡρώδης δὲ πρὸς Μάλχον τὸν Ἀράβων ἔσπευδε βασιλέα, εὐεργετηθέντα πρόσθεν ὑπ’ αὐτοῦ, ὡς παρ’ αὐτοῦ ληψόμενος χρήματα εἰς λύτρον τοῦ ἀδελφοῦ· οὔπω γὰρ ἦν τὰ κατ’ ἐκεῖνον μαθών. ἀγγείλαντος δὲ τοῦ Μάλχου αὐτῷ διά τινων ἀναχωρεῖν, ὡς τῶν Παρθῶν παραγγειλάντων μὴ δέχεσθαι αὐτόν, ἀπεκρίνατο μηδὲν ἐνοχλήσων ἥκειν, διαλεξόμένος δὲ περὶ τῶν ἀναγκαιοτάτων. καὶ ταῦτα εἰπὼν ἀπῄει ἐπ’ Αἴγυπτον, καὶ ἀπιὼν τὰ κατὰ τὸν ἀδελφὸν ἤκουσε. Μάλχῳ δὲ μετεμέλησε, καὶ ἔστειλε ἀναστρέψοντας τὸν Ἡρώδην ὁ δὲ πορρωτάτω ἦν. καὶ εἰς Αἴγυπτον καταχθεὶς κἀκεῖθεν εἰς Ῥώμην ἀφικόμενος Ἀντωνίῳ φράζει τὰ αὐτό καὶ τῷ Φασαήλῳ συμβεβηκότα, καὶ ὡς Ἀντίγονος ὑπὸ Παρθῶν εἰς τὴν βασιλείαν εἰσήχθη χρημάτων ὑποσχέσει καὶ γυναικῶν καὶ τἄλλα ὅσα ἔδρασέ τε καὶ ἔπαθεν. Ἀντώνιον δὲ οἶκτος εἰσέρχεται τῆς Ἡρώδου μεταβολῆς. καὶ Καῖσαρ δὲ διά τε ἄλλα καὶ χαριζόμενος Ἀντωνίῳ τοῦ Ἡρώδου ὑπεραλγοῦντι πρὸς συνεργίαν ἑτοιμότερος ἦν. παραστησάμενοι οὖν τῇ βουλῇ τὸν Ἡρώδην τάς τε τοῦ πατρὸς αὐτοῦ διεξῄεσαν εὐεργεσίας καὶ τὴν αὐτοῦ πρὸς Ῥωμαίους ἔλεγον εὔνοιαν· κατηγόρουν δὲ Ἀντιγόνου, καὶ πολέμιον ὠνόμαζον καὶ ἄλλοθεν μὲν καὶ ὅτι παρὰ Παρθῶν ἔλαβε τὴν ἀρχήν, τοὺς Ῥωμαίους ὑπεριδών.προσεπῆγε δὲ ὁ Ἀντώνιος ὅτι καὶ πρὸς τὸν κατὰ Παρθῶν πόλεμον Ἡρώδην βασιλεύειν συμφέρει. καὶ δόξαν πᾶσι τοῦτο ψηφίζονται. Καὶ ὁ μὲν οὕτω τὴν βασιλείαν εἰλήφει, Ἀντίγονος δὲ τὴν Μασάδαν ἐπολιόρκει διόλου. οἱ δὲ ἐντὸς αὐτῆς ἐσπάνιζον ὕδατος, ὡς καὶ τὸν ἀδελφὸν Ἡρώδου τὸν Ἰωσὴφ ἀποδρᾶναι βουλεύεσθαι σὺν διακοσίοις πρὸς Ἄραβας· ἀλλ’ ἐπεσχέθη, γενομένου νυκτὸς ὑετοῦ. Βενδίδιος δὲ ὁ Ῥωμαίων στρατηγὸς πεμφθεὶς ἐκ Συρίας Πάρθους ἀνείργειν, εἰς Ἰουδαίαν παρέβαλεν, ὡς συμμαχήσων δῆθεν τοῖς πολιορκουμένοις, τὸ δ’ ὅλον ὡς παρὰ Ἀντιγόνου χρηματισόμενος. ὁ μὲν οὖν πληρώσας τὸ βούλημα ἀνεχώρησε, Σίλωνα δὲ μετὰ μέρους τῆς στρατιᾶς καταλέλοιπεν, ἵνα μὴ γένηται τὸ λῆμμα κατάφωρον. Ἡρώδης δὲ ἐκ τῆς Ἰταλίας εἰς Πτολεμαΐδα καταπεπλευκὼς ἤλαυνεν ἐπ’ Ἀντίγονον, δύναμιν ἀθροίσας. ἐλῶν δ’ ἐν τῷ μέσῳ τὴν Ἰόπην, ἔνα μηδὲν εἴη τοῖς ἐχθροῖς ἔρυμα, ἔσπευδεν εἰς Μασάδαν, τοὺς οἰκείους ῥυσόμενος· καὶ τούτους ἀναλαβὼν πρὸς τὰ Ἱεροσόλυμα ἐπορεύετο· συνῆν δὲ αὐτῷ καὶ τὸ μετὰ Σίλωνος στρατιωτικόν. καὶ ἐκτὸς ἐστρατοπεδεύσατο· οἱ δ’ ἐντὸς ἀπὸ τοῦ τείχους μαχόμενοι ἀνεῖργον αὐτοὺς ἀπὸ τῶν πύργων. καὶ ὁ Σίλων δὲ τῶν οἰκείων στρατιωτῶν τινας καταβοᾶν τοῦ Ἡρώδου ἐποίησε διὰ σπάνιν τῶν ἀναγκαίων, ἐκίνει τε τὸ στρατόπεδον ὡς ἀναχωρήσων. ταῦτα δ᾿ ἐΠοίει τὸν Ἀντίγονον διὰ τὴν δωροδοκίαν αἰδούμενος. Ἡρώδης δὲ ἠξίου μένειν αὐτόν, καὶ ἐξορμήσας πλῆθος ἐπιτηδείων ἐκόμισεν, ὥστε μηκέτι ὑπολιπεῖν Σίλωνι τῆς ἀναχωρήσεως πρόφασιν. καὶ οἶ μὲν ἐν ἀφθόνοις ἦσαν, Ἡρώδης δὲ παραγενόμενος εἶς Σαμάρειαν ἐκεῖ τήν τε μητέρα καὶ τοὺς ἄλλους οἰκείους κατέθετο, αὐτὸς δὲ ἐπὶ Γαλιλαίαν ᾤχετο. καὶ προσάγεται πᾶσαν αὐτὴν πλὴν τῶν ἐν τοῖς σπηλαίοις κατοικούντων. ἢν δὲ τὰ σπήλαια ἐν ὄρεσι πάντῃ ἐξερρωγόσι καὶ πέτραις ὀξείαις ἐμπεριεχόμενα. καὶ τούτων δὲ δυσχερῶς μέν, ἀλλ’ ὅμως ἐκράτησε.