εἷς δέ τις Σαμαῖος ὀνόματι, δίκαιος ἀνὴρ καὶ πεποιθὼς ὡς λέων, εἶπεν “ὦ ἄνδρες, οὐκ οἶδά τινα τῶν κεκλημένων εἰς δίκην οὕτω παραστάντα, οὔτε ὑμεῖς, οἶμαι, ἀλλὰ πᾶς κριθησόμενος δεδιότος παρίσταται σχήματι, ὁ δὲ βέλτιστος Ἡρώδης φόνων δίκην φεύγων ἕστηκε περὶ αὐτὸν ἔχων ὁπλίτας, εἰ κατακριθείη κατὰ τὸν νόμον, κτενοῦντας ἡμᾶς. ἀλλ᾿ Ἡρώδην μὲν οὐ μεμψαίμην, ὑμᾶς δὲ τοσαύτην ἄδειαν παρασχόντας αὐτῷ. ἴστε τοίνυν δίκαιον τὸν θεόν, καὶ ὡς οὗτος, ὃν νῦν δι᾿ Ὑρκανὸν ἀπολῦσαι βούλεσθε, κολάσει ὑμᾶς ποτε καὶ αὐτὸν Ὑρκανόν.” ὅτι δὲ ταῦτα εἰς ἔργον ἐξέβη δηλώσει προϊὼν ὁ λόγος. Ὑρκανὸς δὲ εἰς ἄλλην ἡμέραν τὴν δίκην ὑπερέθετο, καὶ λάθρᾳ ὑπέθετο τῷ Ἡρώδῃ τὴν πόλιν ὑπεξελθεῖν. καὶ ὁ μὲν ἀπῄει, οἱ δὲ τοῦ συνεδρίου ἠγανάκτουν. Σέξτου δὲ τὴν στρατηγίαν τῆς Κοίλης Συρίας χρημάτων τῷ Ἡρώδῃ ἀποδομένου , οὐ πολὺ τὸ ἐν μέσῳ παρῆλθε καὶ ἧκεν Ἡρώδης σὺν στρατιᾷ, ὀργιζόμενος κατὰ Ὑρκανοῦ ὅτι ὅλως εἰς δίκην ἐκλήθη. ἐκώλυσαν δὲ αὐτὸν τοῖς Ιεροσολύμοις προσβαλεῖν ὁ πατὴρ καὶ ὁ ἀδελφός.Καὶ τὰ μὲν κατὰ τὴν Ἰουδαίαν ἐν τούτοις ἦν, τὰ δὲ κατὰ τὴν Συρίαν τετάρακτο ἐξ αἰτίας τοιαύτης. Βάσσος Καικίλιος, εἷςτῶν τὰ Πομπηίου φρονούντων, κτείνει μὲν Σέξτον Καίσαρα δι’ ἐπιβουλῆς, αὐτὸς δὲ τῶν πραγμάτων ἐκράτει. τῶν δὲ Καίσαρος Ἰουλίου στρατηγῶν κατὰ Βάσσου ὡρμηκότων, ὁ Ἀντίπατρος αὐτοῖς διὰ τῶν υἱῶν συνεμάχησε, μεμνημένος ὧν ὑπὸ τοῦ Καίσαρος εὐηργέτητο. τριβομένου δὲ τοῦ καιροῦ ἐν τῷ πολέμῳ, Μάρκος ἦλθεν ἐκ Ῥώμης εἰς τὴν τοῦ Σέξτου ἀρχήν. ὁ δέ γε Καῖσαρ ὑπὸ τῶν περὶ Βροῦτον καὶ Κάσσιον ἐν Ῥώμῃ κτείνεται. πολέμου δὲ συνερρωγότος ἐπὶ τῷ θανάτῳ τοῦ Καίσαρος, καὶ τῶν ἐν τέλει ἐπὶ στρατιάς συλλογὴν ἄλλων ἀλλαχῇ διεσπαρμένων, Κάσσιος ἀφικνεῖται εἰς Συρίαν, καὶ περιιὼν ταύτην ὅπλα καὶ στρατιώτας συνήθροιζε, καὶ ἐφορολόγει βαρύτατα, καὶ ἐξ Ἰουδαίας ἑπτακόσια τάλαντα ἀργυρίου ἐπράξατο, ὣν τὴν εἴσπραξιν ὁ Ἀντίπατρος τοῖς υἱοῖς ἀμφοῖν κατεμέρισεν. ὁ οὑν Ἡρώδης πρῶτος ὅσα ἦν αὐτῷ προστεταγμένον Κασσίῳ προσενεγκών, φίλος ἦν αὐτῷ ἐς τὰ μάλιστα. ἀνῃρέθη δ’ ἂν ὑπὸ Κασσίου ὁ Μάλιχος, εἰ μὴ ὁ Ὑρκανὸς ἐπέσχεν αὐτῷ τὴν ὁρμήν, ἑκατὸν ταλάντοις δεξιωσάμενος δι’ Ἀντιπάτρου αὐτόν. ἤδη δὲ Κασσίου μεταστάντος τῆς Ἰουδαίας Ἀντιπάτρῳ Μάλιχος ἐπεβούλευεν, ὡς εἰ οὗτος φθαρείη, ἀσφαλείας ἐσομένης τῷ Ὑρκανῷ περὶ τὴν ἀρχήν. ταῦτα δ᾿ οὐκ ἔλαθε τὸν Ἀντίπατρον, ἀλλ’ ἠσφαλίζετο ἑαυτόν· καὶ ὁ Μάλιχος ἠρνεῖτο μεθ’ ὅρκων. Μάρκος δ᾿ ἐν τῇ Συρίᾳ στρατηγῶν μικροῦ ἀνεῖλεν ἂν τὸν Μάλιχον, εἰ μὴ Ἀντίπατρος παρακαλέσας αὐτὸν περιέσωσε. Κάσσιός γε μὴν καὶ Μάρκος ἀθροίσαντες στρατιὰν τῷ Ἡρώδῃ τὴν ἐπιμέλειαν ἐνεχείρισαν, στρατηγὸν αὐτὸν Κοίλης Συρίας ποιήσαντες, ὑποσχόμενοι καὶ βασιλέα τῆς Ἰουδαίας ἀναδείξειν μετὰ τὸν πόλεμον, ὃς τότε πρὸς Ἀντώνιον καὶ τὸν νέον Καίσαρα συγκεκρότητο. ὅτε καὶ άλιχος τὸν Ὑρκανοῦ οἰνοχόον χρήμασιν ὑπελθὼν φαρμάκῳ κτείνει Ἀντίπατρον· παρὰ γὰρ Ὑρκανῷ εἱστιῶντο ἑκάτεροι.γνόντων δὲ τὴν ἐπιβουλὴν τῶν Ἀντιπάτρου υἱῶν, ὁ Μάλιχος ἔξαρνος ἦν. τῷ μὲν οὖν Ἡρώδῃ εὐθὺς ἐδόκει τὸν φόνον τοῦ πατρὸς ἐκδικεῖν, ὁ δέ γε Φασάηλος δόλῳ μᾶλλον ἤθελε τὸν Μάλιχον μετελθεῖν, ἔνα μὴ ἐμφυλίου πολέμου γένωνται αἴτιοι. πιστεύειν οὑν τῇ ἀρνήσει τοῦ Μαλίχου ὑπεκρίνοντο. ἐνστάσης δὲ ἑορτῆς ἐν Ἱεροσολύμοις ἧκεν Ἡρώδης μετὰ στρατιᾶς εἰς τὴν πόλιν· Ὑρκανὸς δὲ Μαλίχῳ πεισθεὶς ἐκώλυεν αὐτῷ τὴν εἰς τὴν πόλιν εἰσέλευσιν, προφάσει τοῦ μὴ δεῖν ὄχλον ἀλλοδαπὸν ἀναμίγνυσθαι τῷ πλήθει ἁγνεύοντι. ὁ δὲ μὴ φροντίσας τῶν λόγων εἴσεισι νυκτὸς εἰς τὴν πόλιν. Μάλιχος δ’ ἔτι τῆς ὑποκρίσεως εἴχετο, δακρύων τὸν Ἀντίπατρον καὶ ὡς φίλον ἀνακαλούμενος, κρύφα δὲ ἐποιεῖτο τοῦ σώματος φυλακήν. ἑλόντος δὲ Κασσίου τὴν Λαοδίκειαν, ἄμφω πρὸς αὐτὸν ἀπῄεσαν. καὶ Ἡρώδης μὲν ἐκεῖ τῖσαι δίκας τὸν Μάλιχον ἐταμίευεν· ὁ δὲ ὑποπτεύσας τὸ πρᾶγμα, τοῦ παιδὸς αὐτῷ ὁμηρεύοντος ἐν Τύρῳ, ἐμελέτησε τοῦτον ὑποκλέψαι, καὶ εἰς τὴν Ἰουδαίαν ἀπᾶραι καὶ τὴν ἀρχὴν κατασχεῖν. Ἡρώδης δὲ τὴν γνώμην τοῦ Μαλίχου ὑπονοήσας, προεισπέμψας εἰς Τυρὸν λάθρᾳ πείθει τοὺς χιλιάρχους πρὸς Μάλιχον ἐξελθεῖν καὶ διαφθεῖραι αὐτόν. ἤδη γὰρ αὐτοῖς παρὰ Κασσίου προώριστο συμπράττειν Ἡρώδῃ ἐπὶ δικαίᾳ πράξει. οἱ δὲ πλησίον τῆς πόλεως αὐτῷ ὑπαντήσαντες κατακεντοῦσιν αὐτόν. Ὑρκανὸς δὲ ὑπὸ φόβου ἄφωνος ἦν. ἀνενεγκὼν δὲ ἠρώτα ὅπως ἀνῄρηται Μάλιχος· καὶ ἀκούσας ὅτι Κασσίου προστάξαντος, ἐπῄνεσε τὴν πρᾶξιν, πονηρὸν εἰπὼν εἶναι καὶ τῆς πατρίδος ἐπίβουλον.Κασσίου δὲ ἐκ Συρίας ἀπάραντος πρὸς Ἀντώνιον, ὁ Ἡρώδης ἐν διαφόροις ἠρίστευσε, καὶ τῷ Ἀριστοβούλου δὲ υἱῷ Ἀντιγόνῳ ἄρτι τῶν ἄκρων ἐπιβάντι τῆς Ἰουδαίων γῆς ὑπαντήσας μάχῃ· ἐνίκησε καὶ τῶν ὁρίων ταύτης ἐξέωσεν. ὅθεν ἀφικόμενον εἰς Ἱεροσόλυμα ἐστεφάνου ὅ τε δῆμος καὶ Ὑρκανός. μνηστεύεται δὲ καὶ τὴν Ὑρκανοῦ θυγατριδῆν Ἀλεξάνδρου δὲ θυγατέρα τοῦ Ἀριστοβούλου παιδός. εἶχε δὲ πρότερον ἑτέραν γυναῖκα δημότιν, Δωρίδα καλουμένην, ἐξ ἧς αὐτῷ παῖς Ἀντίπατρος γίνεται τῶν ἄλλων πρεσβύτερος. Ἀντωνίου δὲ καὶ Καίσαρος Κάσσιον καὶ Βροῦτον περὶ Φιλίππους νενικηκότων, ὁ μὲν ἐπὶ Γαλλίας ἐχώρει, πρὸς δὲ τὴν Ἀσίαν Ἀντώνιος. γενομένῳ δ᾿ ἐν Βιθυνίᾳ πανταχόθεν ἀπήντων πρεσβεῖαι. παρῆσαν δὲ καὶ Ἰουδαῖοι κατηγοροῦντες Φασαήλου τε καὶ Ἡρώδου. ἐλθόντα δὲ τὸν Ἡρώδην ἐπὶ ἀπολογίᾳ διὰ τιμῆς ἦγεν Ἀντώνιος, καὶ οὐδὲ λόγου ἠξίωντο οἷ κατήγοροι, χρήμασι ταῦτα τοῦ Ἡρώδου πριαμένου παρ’ Ἀντωνίου. ἐλθόντι δ’ εἰς Ἔφεσον Ἀντωνίῳ ἔπεμψεν Ὑρκανὸς στέφανον χρυσοῦν, καὶ ἠξίου τοὺς Ἰουδαίους , οὓς ᾐχμαλώτισε Κάσσιος οὐ νόμῳ πολέμου, ἐλευθέρους ἀπολυθῆναι καὶ τὴν χώραν ἀποδοθῆναι, ἣν αὐτοὺς ἀφείλετο Κάσσιος. δικαίαν οὖν εἶναι κεκρικὼς τὴν ἀξίωσιν εἰς ἔργον ἐκβῆναι προσέταξε. μετὰ ταῦτα εἰς Συρίαν παραγενομένῳ τῷ Ἀντωνίῳ καὶ ὑπὸ τῶν τῆς Κλεοπάτρας ἐρώτων κεκρατημένῳ προσίασιν ἄνδρες ἑκατὸν Ἰουδαίων οἱ δυνατώτατοι, καὶ κατηγόρουν Ἡρώδου καὶ τῶν περὶ αὐτόν, παρόντος καὶ Ὑρκανοῦ. Ἀντώνιος δὲ πυνθάνεται Ὑρκανοῦ πότεροι τοῦ ἔθνους προΐστανται ἄμεινον· καὶ ὃς τοὺς περὶ Ἡρώδην εἶπεν, ὤν αὐτοῦ κηδεστής. ὁ γοῦν Ἀντώνιος οἰκείως πρὸς αὐτοὺς ἔχων διὰ τὴν τοῦ πατρὸς αὐτῶν ξενίαν καὶ ἄμφω τετράρχας ὠνόμασε καὶ τὰ Ἰουδαίων αὐτοῖς ἐπέτρεψε πράγματα· καὶ δέκα δήσας τῶν κατηγόρων ἔκτεινεν ἂν αὐτούς, εἰ μὴ οἱ ἀδελφοὶ παρῃτήσαντο. αὖθις δὲ χίλιοι τῷ Ἀντωνίῳ περὶ Τυρὸν ὑπήντησαν.