οἱ δὲ ἀπέθνησκον οὐδὲν ἔχοντες λέγειν. εἷς δέ τις τὰς βασάνους μὴ φέρων εἶπε λέγειν Ἀλέξανδρον, ἐπαινούμενον διὰ τὸ τοῦ σώματος μέγεθος καὶ τὸ εὐστόχως βάλλειν ἐκ τόξου καὶ τἄλλα, ὅτι εἴ τι παρὰ τῆς φύσεως αὐτῷ δέδοται καλὸν ἢ ἐξ ἀσκήσεως προσεγένετο, εἰς δυστύχημα περιίσταται· ἄχθεσθαι γὰρ ἐπὶ τοῖς καλοῖς αὐτοῦ τὸν πατέρα. προσετίθει δὲ ὡς καὶ βουλεύσαιτο σὺν Ἀριστοβούλῳ ἐν κυνηγεσίῳ ἀνελεῖν τὸν πατέρα καὶ εἰς Ῥώμην φυγεῖν τὴν βασιλείαν μετελευσόμενος. εὑρέθη δὲ καὶ γράμματα Ἀλεξάνδρου πρὸς τὸν ὁμαίμονα μὴ δίκαια λέγοντα ποιεῖν τὸν πατέρα προτιμῶντα τὸν Ἀντίπατρον. ἐπὶ τούτοις συλλαβὼν ἔδησε τὸν Ἀλέξανδρον. ἔσπευδε δὲ καὶ μεῖζόν τι λαβεῖν τεκμήριον κατὰ τοῦ υἱοῦ, ἵνα μὴ προπετῶς δόξῃ αὐτὸν δεδεκώς. πολλοὺς οὖν καὶ τῶν ἐν τέλει βασανίζων διέφθειρε, μηδὲν εἰπόντας οἶον ἐκεῖνος ᾤετο. ὡς δέ τις τόν νεωτέρων ἐν ταῖς ἀνάγκαις ἐγένετο, ἐπιστέλλειν ἔλεγε τὸν Ἀλέξανδρον τοῖς ἐν Ῥώμῃ φίλοις, ἀξιοῦντα κληθῆναι ὑπὸ τοῦ Καίσαρος, μηνύσοντα Μιθριδάτην τὸν βασιλέα Παρθῶν τῷ πατρὶ φιλιωθέντα κατὰ Ῥωμαίων· εἶναι δὲ αὐτῷ καὶ φάρμακον κατεσκευασμένον ἐν Ἀσκάλωνι. ταῦτα Ἡρώδης τῆς προπετείας ἐλογίζετο παραμύθιον. τὸ μέντοι φάρμακον εὐθὺς ζητηθὲν οὐχ εὑρέθη. διὰ δὲ τὴν τῶν κακῶν ὑπερβολὴν ὁ Ἀλέξανδρος φιλονείκως διατεθείς, καὶ βουληθεὶς ἀμύνασθαι τοὺς ἐχθρούς, ἵν’ αὐτῷ συναπόλωνται, γράμματα πέπομφε τῷ πατρὶ ὡς οὐδὲν δεῖ βασανίζειν· μελετηθῆναι γὰρ τὴν ἐπιβουλήν, καὶ ταύτης μετέχειν τόν τε Φερώραν καὶ τοὺς πιστοτάτους αὐτῷ τῶν φίλων· Σαλώμην δὲ καὶ νύκτωρ ἐπεισελθοῦσαν αὐτῷ μιγῆναι καὶ ἄκοντι· ἀλλὰ καὶ πάντας εἰς ταὐτὸν ἥκειν, ἔν ἐκ μέσου γεγονότος αὐτοῦ ἀπαλλαγεῖεν τοῦ ἀεὶ φθαρήσεσθαι προσδοκᾶν.Ἀρχέλαος δὲ ὁ τῶν Καππαδοκῶν βασιλεὺς ταῦτα μαθών, καὶ ἀγωνιῶν ὑπέρ τε τῆς θυγατρὸς καὶ τοῦ κηδεστοῦ, παραγέγονε, καὶ εὐφυῶς μετῄει τῶν λυπούντων τὴν ἐπανόρθωσιν, τοῦ μὲν νεανίσκου καταγινώσκων, ἐπιεικῆ δὲ τὸν Ἡρώδην ἀποκαλῶν, τόν τε γάμον διαλύειν ἔλεγε. τοιαῦτα δὲ λέγοντος τοῦ Ἀρχελάου ἐνεδίδου τῆς χαλεπότητος ὁ Ἡρώδης καὶ κατήνεκτο πρὸς λύπην καὶ δάκρυα, ἐδεῖτό τε μὴ λύειν τὸν γάμον, ἀλλὰ χαλᾶν τὴν ὀργὴν ἐφ’ οἶς ὁ νεανίσκος ἡμάρτηκεν. Ἀρχέλαος δὲ ἤδη μαλαχθέντα τὸν Ἡρώδην θεώμενος εἰς ἄλλους τὰς αἰτίας μετέφερε, καὶ μᾶλλον εἰς τὸν Φερώραν. ὁ δὲ πρὸς Ἀρχέλαον ἐτράπετο, ἵν ἔσοιτο αὐτῷ πρὸς Ἡρώδην διαλλακτής. καὶ ὃς συνεβούλευεν αὐτῷ βέλτιον εἶναι δι’ ἑ αὐτοῦ προσιέναι τῷ ἀδελφῷ καὶ δεῖσθαι, πάντων ὁμολογοῦντα αἴτιον ἑαυτόν· μαλάξαι γὰρ οὕτω τὸ σκληρὸν τῆς ὀργῆς· καὶ αὐτὸς δὲ παρὼν συλλήψεσθαι ἐπηγγέλλετο. πείθεται ὁ Φερώρας. καὶ Ἀλέξανδρος μὲν τῶν αἰτιῶν ἀπελύετο, Ἀρχέλαος δὲ τῷ Ἡρώδῃ τὸν Φερώραν διήλλαξε.Μετὰ καιρὸν δὲ πολὺ χεῖρον ἔσχε τὰ κατὰ τοὺς παῖδας καὶ τὴν οἰκίαν Ἡρώδῃ. Εὐρυκλῆς γὰρ ἀπὸ Λακεδαίμονος οὐκ ἄσημος τῶν ἐκεῖ, κάκιστος δὲ τὴν προαίρεσιν ἄνθρωπος, ἐπιδημήσας πρὸς Ἡρώδην δίδωσιν αὐτῷ δῶρα, καὶ πλείω λαβὼν γέγονε φίλος ἐν τοῖς μάλιστα τοῦ βασιλέως. ἦν δὲ αὐτῷ καταγωγὴ ἐν τοῖς Ἀντιπάτρου· προσῄει δὲ καὶ Ἀλεξάνδρῳ, γνωστὸς εἶναι λέγων καὶ Ἀρχελάῳ, ὅθεν καὶ τὴν Γλαφύραν τιμᾶν ὑπεκρίνετο. τούτῳ συνήθει γεγονότι Ἀλέξανδρος τὰ καθ’ ἑαυτὸν ἐξετραγῴδει, καὶ τὰ κατὰ τὴν μητέρα ἐδίδασκε, καὶ ἔλεγε μὴ δοκεῖν ἀνεκτά. καὶ ὁ μὲν ἀλγῶν τοιούτους λόγους πεποίητο πρὸς τὸν Εὐρυκλῆν, ὁ δὲ πάντα τῷ Ἀντιπάτρῳ ἀνέφερεν. Ἀντίπατρος δὲ δώροις αὐτὸν ἐδεξιοῦτο καὶ ἠξίου πρὸς τὸν πατέρα τοὺς λόγους φράζειν. ὁ δὲ οὕτω τὸν βασιλέα διέθηκεν ὡς ἀμετάγνωστον ποιῆσαι τὸ μῖσος. καὶ ὁ μὲν ἀπῄει χρηματισάμενος, Ἡρώδης δὲ τοσοῦτον πρὸς τοὺς παῖδας ἐξώργιστο ὡς μηκέτι δεῖσθαι διαβολῶν, ἀλλ’ αὐτὸς περιεργάζεσθαι τὰ ἐκείνων καὶ παρατηρεῖν ἕκαστα. Δύο γοῦν τῶν σωματοφυλάκων τοῦ βασιλέως κατ’ ὀργὴν αὐτοῦ ἀπεωσμένοι τοῖς περὶ Ἀλέξανδρον συνιππάζοντο καὶ δῶρα ἐξ ἐκείνου ἐλάμβανον. ὑποπτεύσας οὖν τούτους Ἡρώδης εὐθὺς ἐβασάνιζεν. οἱ δὲ τὸ μὲν πρῶτον διεκαρτέρουν, εἶτ’ ἀπήγγελλον ὡς πείθοι αὐτοὺς κτεῖναι θηρῶντα τὸν Ἡρώδην Ἀλέξανδρος . καὶ ὁ φρούραρχος δὲ τοῦ Ἀλεξανδρίου ἠτάζετο ὡς ἐπαγγειλάμενος δέξασθαι τοὺς νεανίσκους ἐν τῷ φρουρίῳ. κἀκεῖνος μὲν οὐδὲν ὡμολόγει, ὁ δὲ υἱὸς αὐτοῦ ταῦτα γενέσθαι κατέθετο, καὶ γράμματα ἐπέδωκε περὶ τούτων, ὡς εἰκάσαι, τῆς τοῦ Αλεξάνδρου χειρός. ὁ μὲν οὖν Ἡρώδης οὐκέτι ἐνδοιάσιμος ἦν περὶ τῆς τῶν παίδων ἐπιβουλῆς, Ἀλέξανδρος δὲ δι’ Ἀντιπάτρου τὸ γραμματίδιον κακουργηθῆναι ἀπισχυρίζετο. τότε μὲν οὖν φυλακὴ τῶν νεανίσκων ἐγίνετο, καὶ καταδίκων εἶχον ἀδοξίαν καὶ δέος.ὁ δ᾿ Ἀριστόβουλος τὴν ἑαυτοῦ πενθερὰν Σαλώμην συναλγεῖν οἰόμενος καὶ μισεῖν τὸν τὰ τοιαῦτα πειθόμενον, ῾ταῦτα ταῦτα καὶ σοί” ἔφη “κίνδυνον προμηνύει, διαβεβλημένῃ κατ’ ἐλπίδα γάμου Συλαίου.” τούτους ἐκείνη τοὺς λόγους εὐθὺς προσφέρει τῷ ἀδελφῷ. ὁ δὲ δεθῆναι κελεύει καὶ ἄμφω τοὺς υἱοὺς καὶ ἀπ’ ἀλλήλων διαστῆναι, γράψαι τε ἕκαστον ὅσα κατὰ τοῦ πατρὸς ἐμελέτησαν. οἱ δὲ γράφουσιν ἐπιβουλὴν μὲν οὔτ’ ἐννοῆσαι κατὰ τοῦ πατρὸς οὔτε μὴν συσκευάσασθαι, δρασμὸν δὲ μελετῆσαι, καὶ τοῦτον δι’ ἀνάγκην, ὑπόπτου καὶ περιδεοῦς οὔσης αὐτοῖς τῆς ζωῆς. τότε τοίνυν ἥκοντος ἐξ Ἀρχελάου πρεσβευτοῦ ἐξῆγε τὸν Ἀλέξανδρον δεσμώτην, καὶ περὶ τῆς φυγῆς ἐπυνθάνετο ἐπ’ ἀκροάσει τοῦ πρεσβευτοῦ, ὅπου καὶ πῶς ἐγνώκασιν ἀποχωρεῖν· ὁ δὲ πρὸς Ἀρχέλαον ἔφη ἐκεῖθεν εἰς Ῥώμην συνθέμενον διαπέμψειν, ἄλλο δὲ οὐδὲν ἄτοπον ἢ δυσχερὲς λογίσασθαι κατὰ τοῦ πατρός. τούτων οὕτω ῥηθέντων ὁ βασιλεὺς γράμματα πρὸς Καίσαρα δοὺς δύο τῶν ὑπ’ αὐτὸν ἐκέλευσεν ἐν παράπλῳ τῇ Κιλικίᾳ προσσχόντας ἐντυχεῖν Ἀρχελάῳ καὶ μέμψασθαι ὅτι τῆς ἐπιβουλῆς τοῖς παισὶ συνεφάψαιτο. Ἀρχέλαος μέντοι ἀπελογεῖτο δέξασθαι τοὺς νεανίας συνθέσθαι διὰ τὸ συμφέρον κἀκείνοις καὶ τῷ πατρί, οὐ μὴν πρὸς Καίσαρα πέμψειν. εἰς Ῥώμην δὲ ἀποκομισθέντες οἱ τῶν ἐπιστολῶν κομισταὶ ταύτας δεδώκασι Καίσαρι. ὁ δὲ ἀντεπέστειλεν ἄχθεσθαι ἐπὶ τοῖς παισίν, ἐπ’ ἐκείνῳ δὲ τὴν πᾶσαν ἐξουσίαν ποιεῖν. καὶ εἰ μέν τι ἀνόσιον πεποιήκασιν, ἐπεξιέναι ὡς πατραλοίας, εἰ δὲ δρασμὸν ἐνενόησαν, ἄλλως νουθετήσαντα μηδὲν ἀνήκεστον διαπράξασθαι. συμβουλεύειν δ’ αὐτῷ περὶ Βηρυτὸν συναγαγόντα συνέδριον, καὶ παραλαβόντα τοὺς ἡγεμόνας καὶ τὸν τῶν Καππαδοκῶν βασιλέα Ἀρχέλαον καὶ ὅσους τῶν ἄλλων οἶδεν ἐπιφανεῖς ἀξιώμασί, μετ’ ἐκείνων τὸ δέον σκοπεῖν.