στρατεύσας δὲ καὶ ἐπὶ Σαμάρειαν ἐπολιόρκει αὐτὴν διὰ τῶν υἱῶν αὐτοῦ Ἀριστοβούλου καὶ Ἀντιγόνου. λιμοῦ δὲ τὴν πόλιν πιέζοντος οἶ Σαμαρεῖς εἰς συμμαχίαν μετεκαλέσαντο τὸν Ἀντίοχον τὸν Κυζικηνόν. ὃς τοῖς περὶ Ἀριστόβουλον συμβαλὼν ἡττᾶται· εἶτ’ αὖθις συλλέξας πλῆθος τὴν χώραν ἐπόρθει τοῦ Ὑρκανοῦ, ἵν᾿ οὕτως ἀναγκάσῃ αὐτὸν λῦσαι τὴν πολιορκίαν. πολλοὺς δὲ τῶν σὺν αὐτῶ ἀποβάλλων ἀπῆρεν εἰς Τρίπολιν. Ὑρκανὸς δὲ τὴν Σαμάρειαν ἐλῶν πᾶσαν ἠφάνισε. λέγεται δέ, καθ’ ἣν ἡμέραν οἱ υἱοὶ αὐτοῦ τῷ Ἀντιόχῳ ἐμάχοντο, αὐτὸς ὡς ἀρχιερεὺς μόνος ἐν τῷ ναῷ θυμιῶν ἀκοῦσαι φωνῆς ὡς οἱ παῖδες αὐτοῦ ἄρτι νενικήκασι τὸν Ἀντίοχον· καὶ ἐξελθὼν ἀπήγγειλε τῷ πλήθει τὸ ἀκουσθέν. καὶ γέγονεν οὕτως. εὐπραγήσας δὲ Ὑρκανὸς ἐφθονήθη παρὰ τῶν Ἰουδαίων, μάλιστα δ’ ἐμισεῖτο παρὰ τῶν Φαρισαίων· οἱ δ’ εἰσὶ μία τῶν παρὰ Ἰουδαίοις αἱρέσεων, τριῶν οὐσῶν. οὑτοι μὲν οὑν οἱ Φαρισαῖοι εἱμαρμένην δοξάζουσι, τινὰ δὲ καὶ ἐφ’ ἡμῖν εἶναι συμβαίνειν τε καὶ μὴ γίνεσθαι. Ἐσσηνοὶ δὲ πάντων κυρίαν εἶναι τὴν εἱμαρμένην δοξάζουσι καὶ πάντα τοῖς ἀνθρώποις ἐξ ἐκείνης συμβαίνειν. Σαδδουκαῖοι δὲ τὴν μὲν εἱμαρμένην ἐκβάλλουσι, πάντα δὲ ἐφ’ ἡμῖν τίθενται, καὶ τῶν ἀγαθῶν ἡμὰς ἑαυτοῖς αἰτίους εἶναι διδάσκοντες καὶ τὰ χείρω δι’ ἀβουλίαν ἀφ’ ἑαυτῶν αἱρεῖσθαι. τῶν γοῦν Φαρισαίων πρότερον φιλίως ἐχόντων πρὸς Ὑρκανόν, μαθητὴς γὰρ αὐτῶν ἐγεγόνει, συνέβη ἐξ αἰτίας τινὸς ἔχθραν κτήσασθαι πρὸς αὐτόν. ἠδύναντο δὲ οὗτοι παρὰ τῷ πλήθει σφόδρα. Ὑρκανὸς δὲ τῇ τῶν Σαδδουκαίων προσετέθη μοίρᾳ, τῶν Φαρισαίων ἀπορραγείς, καὶ τὰ ὑπ’ αὐτῶν παραδοθέντα νόμιμα καταλῦσαι προέθετο. οἱ Σαδδουκαῖοι γὰρ ἐκείνα δεῖν ἡγεῖσθαι νόμιμα ἔλεγον τὰ γεγραμμένα, τὰ δὲ ἐκ παραδόσεως μὴ τηρεῖν. διὰ ταῦτα μεμίσητο παρὰ τῶν Φαρισαίων ὁ Ὑρκανός. βιώσας δὲ εὐτυχῶς ἐπ’ ἔτη τριάκοντα πρὸς ἑνὶ ἐτελεύτησεν ἐφ’ υἱοῖς πέντε.λέγεται δὲ καὶ προφητείας ἀξιωθῆναι, καὶ προειπεῖν περὶ τῶν δύο αὐτοῦ παίδων τῶν πρεσβυτέρων ὡς οὐ μενοῦσι τῶν πραγμάτων κυρτοί.Τελευτήσαντος δὲ Ὑρκανοῦ Ἀριστόβουλος τὴν ἀρχὴν διεδέξατο· καὶ εἰς βασιλείαν μεταθεῖναι ταύτην δόξαν αὐτῷ διάδημα περιτίθεται, μετὰ τετρακόσια ἔτη καὶ ὀγδοήκοντα πρὸς ἑνὶ ἐξ ὅτου ἐκ Βαβυλῶνος ὁ λαὸς πρὸς Ἱερουσαλὴμ ἐπανῆλθεν. οὕτος τοὺς μὲν ἄλλους τῶν ἀδελφῶν καὶ τὴν μητέρα περὶ C τῆς ἀρχῆς αὐτῷ διενεχθεῖσαν καθεῖρξε, τὸν δὲ μετ’ αὐτὸν Ἀντίγονον ἠγάπα καὶ τῶν ὁμοίων ἠξίου. τὴν μὲν οὑν μητέρα λιμῷ διέφθειρε, προσέθετο δὲ καὶ τὸν ἀδελφὸν τὸν Ἀντίγονον διαβολαῖς πιστεύσας. λαμπρῶς γὰρ αὐτοῦ ἀπὸ στρατείας ἐπανελθόντος ἐνόσει ὁ Ἀριστόβουλος· ἑορταζομένης δὲ τῆς σκηνοπηγίας ἀνέβη εἰς τὸ ἱερὸν ὁ Ἀντίγονος μετὰ τῶν περὶ αὐτὸν ὁπλιτῶν κεκοσμημένος λαμπρῶς. οἱ δὲ τοῦτον πρὸς τὸν ἀδελφὸν διαβάλλοντες μὴ κατ’ ἰδιώτην αὐτὸν ἔλεγον ἐλθεῖν εἰς τὴν ἑορτήν, ἀλλὰ βασιλικῇ κεχρημένον λαμπρότητι, καὶ ὅτι μετὰ τοσαύτης δορυφορίας στρατιωτῶν ἀνελθὼν βουλεύεται κατ’ αὐτοῦ. Ἀριστόβουλος δέ, καὶ τῆς οἰκείας ἀσφαλείας φροντίζων καὶ τοῦ ἀδελφοῦ προνοῶν, ἔν τινι τῶν ὑπογείων ἀφεγγεῖ τοὺς σωματοφύλακας ἵστησιν, ἐντειλάμενος ἀόπλου μὲν τοῦ ἀδελφοῦ φείδεσθαι, κτείνειν δὲ αὐτὸν μετὰ τῶν ὅπλων ἐρχόμενον· πέμπει δὲ καὶ πρὸς τὸν Ἀντίγονον, ἄοπλον αὐτὸν κελεύων ἥκειν. ἡ δὲ τοῦ Ἀριστοβούλου γυνὴ καὶ οἱ ταύτῃ συμφρονοῦντες κατὰ τοῦ Ἀντιγόνου ἔπεισαν τὸν σταλέντα λέγειν τῷ Ἀντιγόνῳ ὡς “ἀκούσας ὁ ἀδελφός σου ὅτι ὅπλα καινὰ κατεσκεύασας, ἀξιοῖ ὡπλισμένον ἐλθεῖν σε, ἵν ἴδοι αὐτά.’ ὁ δὲ μηδὲν ὑποτοπάσας, ἐνδεδυμένος τὴν πανοπλίαν ἀπῄει, καὶ γενόμενος κατὰ τὸν Στράτωνος πύργον, ὅπου ὁ τόπος ἀφώτιστος ἢν, κτείνεται παρὰ τῶν σωματοφυλάκων. Ἰούδας δέ τις Ἐσσαῖος τό γένος πολλὰ προλέγων καὶ ἀληθεύων, ἰδὼν τότε τὸν Ἀντίγονον παριόντα τὸ ἱερόν, ἀνεβόησεν ἀποθανεῖν ἐπευχόμενος ὡς διεψευσμένος ζῶντος τοῦ Ἀντιγόνου· προεῖπε γὰρ αὐτὸν κατ’ ἐκείνην θανούμενον τὴν ἡμέραν ἐν τῷ Στράτωνος πύργῳ·τὸν δὲ σταδίους ἀπέχειν ἑξακοσίους, ὡς ἀδύνατον εἶναι ἐκεῖ γενήσεσθαι τὸν Ἀντίγονον, ἤδη τῆς ἡμέρας κλινούσης. ταῦτα λέγοντος τοῦ Ἰούδα ἀγγέλλεται κτανθεὶς Ἀντίγονος ἐν τῷ ὑπογείῳ, ὃ καὶ αὐτὸ Στράτωνος ὠνόμαστο πύργος, ὁμωνύμως τῇ παραλίῳ Καισαρείᾳ. Τῷ μὲν οὖν Ἀντιγόνῳ τοιοῦτον γέγονε τέλος, τὸν δὲ Ἀριστόβουλον εὐθὺς ἡ δίκη μετῆλθε τῆς ἀδελφοκτονίας. καὶ διαφθαρέντων αὐτῷ τῶν ἐντὸς αἷμα ἀνέφερεν, ὅ τις τῶν ἐκείνῳ ὑπηρετούντων ἐκκομίζων ὤλισθεν εἰς τὸν τόπον οὗ ὁ Ἀντίγονος ἐσφάγη, ἔτι τοῦ αἵματος ἐκείνου ἔχοντα σπίλους, καὶ ἐξέχεεν, ὡς ἀναμεμῖχθαι ἀμφοτέρων τὰ αἵματα. γενομένης δὲ βοῆς παρὰ τῶν ἰδόντων, μαθὼν τὸ συμβὰν Ἀριστόβουλος οἰμώξας προήχθη εἰς δάκρυα καί “οὐκ ἄρα λήσειν εἶπεν ἔμελλον τὸν θεὸν ἐπ’ ἀσεβέσιν οὕτω τολμήμασι. καὶ ἄλλα δὲ ἐπειπὼν ἀποθνήσκει, βασιλεύσας ἐνιαυτόν.Σαλώμη δὲ ἡ ἐκείνου γυνή, ἣ καὶ Ἀλεξάνδρα ἐκέκλητο, λύσασα τοὺς ἀδελφοὺς τοῦ ἀνδρός, δεδεμένους γὰρ εἶχεν αὐτοὺς Ἀριστόβουλος, βασιλέα κασίστησιν Ἰαννένα τὸν καὶ Ἀλέξανδρον, προύχοντα καθ’ ἡλικίαν καὶ μετριώτατον. ὃς τὴν βασιλείαν παραλαβὼν κτείνει μὲν νεωτερίζοντα τὸν ἕνα τῶν ἀδελφῶν, τὸν δ᾿ ἕτερον ἀπραγμόνως ζῶντα ἐτίμα. πολέμους δέ τινας ποιησάμενος πρός τινας, καὶ πῄ μὲν κρατήσας, ἔστι δ’ ὅπου καὶ ἡττηθείς, τέλος καὶ πρὸς τοὺς ὁμοφύλους ἦρεν ὅπλα κατ’ αὐτοῦ στασιάσαντας . ἑορτῆς γὰρ οὔσης καὶ αὐτοῦ ἐπὶ τοῦ βωμοῦ ἀνελθόντος ὡς θύσαντος, κιτρίοις αὐτὸν τὸ πλῆθος ἔβαλλον, ἔθους ὄντος ἐν τῇ σκηνοπηγίᾳ θύρσους φοινίκων καὶ κιτρίων ἐν χεροῖν ἔχειν, καὶ ὕβρεις αὐτοῦ κατέχεον. οἷς παροξυνθεὶς ὁ Ἀλέξανδρος κτείνει περὶ ἑξακισχιλίους αὐτῶν. εἶτα συνάψας μάχην πρὸς Ἀραβας καὶ ἡττηθεὶς φεύγων εἰς Ἱεροσόλυμα παρανίνεται, καὶ πρὸς τὴν κακοπραγίαν αὐτῷ τοὐ ἔθνους ἐπιθεμένου, ἔτεσιν ἕξ μαχόμενος πρὸς αὐτό, ἔτρεφε γὰρ Πισίδας καὶ Κίλικας, οὐκ ἐλάττους ἀναιρεῖ μυριάδων πέντε. δι’ ἃ ἔτι μᾶλλον μεμίσητο, ὅστε πρὸς αὐτόν, τί δεῖ γενέσθαι πυνθανόμενον ὥστε παύσασθαι τὴν δυσμένειαν, τὸ πλῆθος ἀποθανεῖν αὐτὸν ἐξεβόησε. καὶ μετὰ ταῦτα δὲ Ἰουδαῖοι τῷ Ἀλεξάνδρῳ ἐμάχοντο, καὶ πλεῖστοι ἀπώλλυντο. κατακλείσας δὲ τοὺς δυνατωτάτους αὐτῶν ἔν τινι πόλει ἐπολιόρκει, καὶ κρατήσας αὐτῶν ἀπήγαγεν εἰς Ἱεροσόλυμα. καὶ ἐν ἀπόπτῳ μετὰ τῶν γυναικῶν ἑστιώμενος ὠμότατον ἔργον πεποίηκεν, ἀνασταυρώσας αὐτόν ὀκτακοσίους, καὶ τοὺς παῖδας αὐτῶν καὶ τὰς γυναῖκας ἐπ’ ὄψεσι σφῶν ἔτι ζώντων ἀπέσφαττε. τοῦτο τὸ ἀπηνὲς ἔργον ἔπεισε τοὺς ἀντιστασιώτας αὐτοῦ περὶ ὀκτακισχιλίους ὄντας φυγεῖν. καὶ ὁ Ἀλέξανδρος ἔκτοτε ἠρεμίας ἀπήλαυσεν. Ἔπειτα Ἀντίοχος ὁ κληθεὶς Διονύσιος κατὰ τῆς Ἰουσαίας ἐστράτευσε. καὶ μάχης καρτερὰς γενομένης πρὸς Ἰουδαίους ἀπέθανεν ἐν τῷ πολέμῳ Ἀντίοχος νικῶν καὶ τῷ πονοῦντι μέρει συνεπαρήγων.