Ἡρώδου γὰρ πρώτῃ τῇ γυναικὶ περὶ τῶν κατ’ αὐτὸν ὡς εἰκὸς εὐαγγελιζομένου καὶ πρὸ τῶν ἄλλων ἀσπαζομένου, ἡ δὲ πρὸς μὲν τοὺς ἀσπασμοὺς ἔστενε, πρὸς δὲ τὰς εὐτυχίας ἀχθομένῃ ἐῴκει, ὡς ἐκταράττεσθαι τὸν βασιλέα καὶ ἀδημονεῖν διὰ τὸ τοῦ μίσους παράλογον, καὶ ὁρμῆσαι μὲν πολλάκις πρὸς ἄμυναν τῆς ὑπεροψίας αὐτῆς, ἀνακόπτεσθαι δὲ ὅτι προκατείληπτο ὑπὸ ἔρωτος. τὸ δὲ σύμπαν ἐδεδοίκει μὴ λάθῃ κολάσας ἐκείνην μᾶλλον ἑαυτὸν κακῶς διαθέμενος, τῆς ἐρωμένης οὐκ οὔσης. ἡ δέ γε μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ παρώξυνον τὸν Ἡρώδην διαβολαῖς ζηλοτυπίαν αὐτῷ καὶ μῖσος ἐνιείσαις. καὶ ὃς χεῖρον εἶχεν ἀεὶ πρὸς αὐτὴν, τῆς μὲν οὐκ ἀποκρυπτούσης τὴν πρὸς ἐκεῖνον διάθεσιν, τοῦ δὲ τὸν ἔρωτα πρὸς ὀργὴν ἀεὶ μεταβάλλοντος. καὶ εἰ μὴ πρὸς Καίσαρα ἔσπευδεν ἤδη κεκρατηκότα, Ἀντωνίου καὶ Κλεοπάτρας θανόντων, εἰς Αἴγυπτον, τάχα εὐθὺς ἂν ἐπράχθη τὸ δεινόν. νῦν δὲ τὰ περὶ τὴν οἰκίαν ὡς εἶχε κατέλιπε, καὶ εἰς Αἴγυπτον ἀφικόμενος μεγίστων ἠξιώθη παρὰ τοῦ Καίσαρος, καὶ ἐπανῄει λαμπρότερος. ἤρα δὲ τῆς Μαριὰμ καὶ σφόδρα διακαῶς· ἡ δὲ τὰ μὲν ἄλλα σώφρων ἣν αὐτῷ καὶ πιστή, κατατρυφῶσα δὲ τοῦ ἀνδρὸς δεδουλωμένου διὰ τὸν ἔρωτα πολλάκις μὲν ἐξύβριζεν εἰς αὐτόν, καὶ τὴν αὐτοῦ δὲ μητέρα καὶ τὴν ἀδελφὴν ἐπὶ δυσγενείᾳ ἐχλεύαζεν. ἐξερράγη δὲ τὸ μῖσος εἰς τοὐμφανὲς ἐκ τοιαύτης λαβῆς. μεσημβρίας οὔσης ὁ βασιλεὺς εἰς τὸν θάλαμον εἰσῄει ἀναπαυσόμενος καὶ ἐκάλει τὴν Μαριάμ, ἡ δὲ εἰσελθοῦσα ἐλοιδορεῖτο αὐτῷ ὡς τὸν πάππον αὐτῆς καὶ τὸν ἀδελφὸν ἀποκτείναντι. ἐχαλέπαινε δὲ ἐπὶ τούτοις ὁ βασιλεύς. καὶ ἡ Σαλώμη τοῦ καιροῦ δραξαμένη, τὸν οἰνοχόον προδιαφθείρασα κατηγορῆσαι τῆς Μαριάμ, πείθει τοῦτον τότε τῷ βασιλεῖ προσελθεῖν καὶ ἃ παρ’ ἐκείνης ἐδιδάχθη αὐτῷ διαλέξασθαι. ὁ δὲ δώροις ἔλεγε παρὰ τῆς Μαριὰμ δεξιωθῆναι, ἀναπειθούσης φίλτρον αὐτῷ δοῦναι· τὸ δ’ εἶναί τι φάρμακον οὗ τὴν δύναμιν ἰσχυρίζετο ἀγνοεῖν.τούτων ἀκούσας ὁ βασιλεὺς ἔτι μᾶλλον κεκίνητο εἰς ὀργήν, καὶ τὸν τῆς γυναικὸς οἰνοχόον, πιστότατον ὄντα αὐτῇ, ἐβασάνιζεν. ὁ δὲ οὐδὲν περὶ ὧν ἐβασανίζετο οὔτ’ ᾔδει οὔτ’ ἔλεγεν, ἀλλὰ τὸ μῖσος τῆς γυναικὸς ἔφασκε γενέσθαι διὰ τοὺς λόγους οὓς ὁ Σόεμος αὐτῇ φράσειεν. οὔπω τὸν λόγον εἰς τέλος ἐκεῖνος ἤνεγκε καὶ μέγα βοήσας Πρῴ δὴ οὐκ ἄν ἔφη “Σόεμος τὰς ἐντολὰς ἐξεφαύλισεν, εἰ μή τις αὐτῷ πρὸς τὴν γυναῖκα κοινωνία ἐγένετο.” τὸν μὲν οὖν Σόεμον εὐθὺς κτανθῆναι ἐκέλευσε, τῆς δὲ γυναικὸς κατηγόρει τοὺς οἰκειοτάτους συναγαγὼν περὶ φίλτρων καὶ φαρμάκων, καὶ ὀργίλως κατ’ αὐτῆς διέκειτο. οὕτω δ’ ἔχοντα ὁρῶντες αὐτὸν οἱ παρόντες θάνατον ἐκείνης κατεψηφίσαντο. καὶ ἡ μὲν ἤγετο τὴν ἐπὶ θανάτῳ, Ἀλεξάνδρα δ᾿ ἡ μήτηρ αὐτῆς ἤδη καὶ περὶ ἑαυτῇ δεδοικυῖα, καὶ τὴν ἄγνοιαν ὧν ἡ Μαριὰμ κατηγορήθη ἐμφαίνουσα, ἐκ πηδήσασα κακὴν καὶ ἀχάριστον πρὸς τόν ἄνδρα τὴν θυγατέρα ἐκάλει, καὶ δίκαια πάσχειν ἔλεγεν. ἡ δὲ οὔτ’ ταραχθεῖσα πρὸς ταῦτα οὔτε λόγον δοῦσα ἀπῄει πρὸς τὸν θάνατον ἀτρεμαίῳ τῷ καταστήματι καὶ γενναίῳ φρονήματι καὶ τὴν εὐγένειαν κἀν τοῖς ἐσχάτοις ἐμφαίνουσα.Καὶ ἡ μὲν οὕτως ἀπέθανε τῆς Σαλώμης αὐτῇ κατεπειξάσης τὸν θάνατον, Ἡρώδης δὲ τότε μᾶλλον ἐξῆπτο πρὸς τὸν ἐκείνης ἔρωτα, καὶ πολλάκις ἀνακλήσεις ἦσαν αὐτῆς καὶ θρῆνοι ἀσχήμονες. καὶ οὕτως αὐτοῦ τὸ πάθος ἐκράτησεν ὡς καὶ καλεῖν τὴν Μαριὰμ κελεύειν τοῖς ὑπηρέταις. καὶ τέλος ταῖς ἐρήμοις ἐκδοὺς ἑαυτόν, καὶ ταύταις ἐναδημονῶν, δεινῇ περιπίπτει νόσῳ· ἡ δὲ φλόγωσις ἦν καὶ πεῖσις ἰνίου καὶ τῆς διανοίας παραλλαγή. καὶ ὁ μὲν οὕτως ἐνοσηλεύετο, ἡ Ἀλεξάνδρα δὲ ἐν Ἱεροσολύμοις καὶ τὰ τῶν νόσων πυθομένη τοῦ βασιλέως, τῶν περὶ τὴν πόλιν δύο φρουρίων ἐπειρᾶτο κρατῆσαι. ὃ μαθὼν ὁ Ἡρώδης αὐτίκα αὐτὴν ἀποκτεῖναι προσέταξεν, αὐτὸς δὲ μόλις διαφυγὼν τὸν ἐκ τοῦ νοσεῖν κίνδυνον χαλεπὸς ἦν καὶ δυσάρεστος καὶ πρὸς τιμωρίας καὶ φόνους ἕτοιμος· καὶ οὐ τῶν πολλῶν μόνον ἐγίνοντο φόνοι, ἀλλὰ καὶ τῶν ἀναγκαιοτάτων φίλων αὐτοῦ. παρέβαινε δὲ καὶ τὰ ἔθη τὰ πάτρια καὶ ξενικοῖς ἐπιτηδεύμασι διέφθειρε τὴν πάλαι κατάστασιν. πρὸς ἃ τὸ πλῆθος τετάρακτό τε καὶ ἐχαλέπαινε. δέκα δὲ ἄνδρες τῶν πολιτῶν συνομοσάμενοι καὶ ξιφίδια τοῖς ἱματίοις ὑποβαλόντες εἰς τὸ θέατρον ἐχώρουν ἀπὸ συνθήματος ἢ καὶ αὐτὸν τὸν Ἡρώδην διαχρησόμενοι ἢ τέως τῶν περὶ ἐκεῖνον πολλούς. φωραθέντες δέ, καὶ μηδ’ ἀρνησάμενοι τὸ βούλευμα, ἀλλὰ καὶ τὰ ξίφη ἀναδείξαντες, πάσαν αἰκίαν ὑπομείναντες διεφθάρησαν. τὸν δὲ τούτους καταμηνύσαντα μετὰ μικρόν τινες διαρπάσαντες καὶ μελιστὶ διελόντες κυσὶν ἐπέρριψαν. οὓς εὑρηκὼς Ἡρώδης ἐτιμωρήσατο πανοικί. ἡ δὲ τοῦ πλήθους μῆνις ἐπέμενε. Συνέβη δὲ τότε κατὰ τὴν χώραν πάθη δεινότατα, λιμός τε καὶ νόσοι σωμάτων ἐξ ἀσυνήθους διαίτης δι’ ἔνδειαν σιτίων γινομένης, καὶ ἐπὶ τούτοις πάσι λοιμός. Ἡρώδης δὲ τῷ καιρῷ βοηθεῖν προθυμούμενος οὔτε χρημάτων ηὐπόρει, προκαταναλώσας αὐτὰ δι’ ἐπίδειξιν εἰς πόλεων ἐπισκευάς, οὔτε αἱ πληστάζουσαι χῶραι σῖτον εἶχον, τῆς αὐτῆς ἐνδείας καὶ ἐν ἐκείναις ἐπικρατούσης.