καταστήσας δὲ τὰ αὐτόθι ὁ βασιλεὺς εἰς Σαμάρειαν ὥρμησεν, ὡς μάχῃ κριθησόμενος πρός Ἀντίγονον. ἐν τούτοις δὲ Πακόρου πεσόντος ἐν πολέμῳ, καὶ τόν Παρθῶν τραπέντων ὑπὸ Ῥωμαίων, πέμπει τῷ Ἡρώδῃ βοηθὸν Μαχαιρᾶν σὺν στρατιᾷ ὁ Βενδίδιος. καὶ τούτω μὲν ὁ Ἡρώδης τὸν ἀδελφὸν Ἰωσὴφ καταλέλοιπεν, ἐντειλάμενος μὴ ἀποκινδυνεύειν μηδὲ τῷ Μαχαίρᾳ διαφέρεσθαι, αὐτὸς δὲ πρὸς Ἀντώνιον ἔσπευδε πολιορκοῦντα Σαμόσατα, πόλιν τῶν παρευφρατιδίων. ὡς δὲ ἤγγιζεν ὁ Ἡρώδης, πέμπει τὸ στράτευμα ὑπαντησόμενον αὐτῷ ὁ Ἀντώνιος, καὶ παρόντα ἠσπάζετο, καὶ Σοσσίῳ συμμαχεῖν αὐτῶ ἐνετέλλετο· καὶ ὃς τὸ κεκελευσμένον ἐπλήρου. Ἰωσὴφ δὲ ὁ ἀδελφὸς Ἡρώδου ἐπὶ Ἱεριχοῦντα σπεύδων περιπίπτει τοῖς Ἀντιγόνου, καὶ ἐν δυσχωρίαις ἀποληφθεὶς θνήσκει γενναίως μαχόμενος, καὶ ἅπαν ἀπέβαλε τὸ στράτευμα. Ἀντίγονος δὲ τὴν αὐτοῦ τεμὼν κεφαλὴν τῷ ἀδελφῷ αὐτοῦ Φερώρᾳ ἀποδίδωσι τὰ λάντων πεντήκοντα.Ἀποστάντες δὲ οἱ Γαλιλαῖοι τοὺς τὰ Ἡρώδου C φρονοῦντας ἐν τῇ λίμνῃ κατεπόντωσαν, καὶ τῆς Ἰουδαίας ἐνεωτερίσθη πολλά. ἠγγέλη δὲ ταῦτα Ἡρώδῃ καὶ ἡ τοῦ ἀδελφοῦ τελευτὴ ἐν Δάφνῃ τῆς Ἀντιοχείας. ἐπειγομένῳ οὖν, ὡς κατὰ Γαλιλαίαν ἐγένετο, συνήντησαν αὐτῷ οἱ πολέμιοι. καὶ ἡττηθέντες κατεκλείσθησαν εἰς τι χωρίον, ὁ δὲ ἔσπευδεν εἰς Ἱεριχοῦντα τιμωρήσασθαι θέλων αὐτοὺς διὰ τὸν ἀδελφόν. Ἀντίγονος δὲ ἐπὶ τὴν Σαμάρειαν πέμπει στρατηγὸν Πάππον ὄνομα σὺν δυνάμει, παρέχων τοῖς ἐναντίοις δόξαν πολεμοῦντος ἐκ περιουσίας. καὶ Ἡρώδης ἠλθεν ἐπὶ τὸν Πάππον, καὶ συμβαλὼν τοῖς πολεμίοις κρατεῖ, καὶ εἵπετο φεύγουσιν εἰς τὴν κώμην, κτείνων οὓς ἂν καταλάβοι. πεπληρωμένων δὲ τῶν οἰκιῶν ὁπλιτῶν, καὶ πολλῶν ἐπὶ τὰς στέγας ἀναφευνόντων, τοὺς ὀρόφους τῶν οἴκων καθαιρῶν ἐκράτει τούτων. καθαιρουμένων δὲ τῶν ὀρόφων ἔμπλεα ὡρῶντο τὰ κάτω στρατιωτῶν, οὓς λίθοις ἄνωθεν βάλλοντες ἔκτεινον. τοῦτο τὰ τῶν πολεμίων φρονήματα ἔθραυσε· καὶ ἧκεν ἂν εἰς Ἱεροσόλυμα ὁ Ἡρώδης μετὰ τῆς στρατιᾶς αὐτίκα καὶ τὸ πᾶν ἐξειργάσατο, εἰ μὴ χειμὼν ἐπέσχε βαθύς. τότε ὀψίας οὔσης ὁ βασιλεὺς Ἡρώδης εἴς τι δωμάτιον εἰσελθὼν περὶ λουτρὸν ἦν, καὶ ἀποδυσάμενος ἐλούετο, ἑνὸς αὐτῷ ὑπηρετουμένου παιδός. κατὰ δέ γε τὸ ἐνδότερον οἴκημα τῶν πολεμίων τινὲς συμπεφευγότες ὡπλισμένοι ἐκεῖ διὰ φόβον ἐκρύπτοντο. καὶ μεταξὺ λουομένου τοῦ βασιλέως εἶς τις ἐπεξέρχεται ξίφος ἔχων γυμνόν, καὶ μετ’ αὐτὸν ἄλλος καὶ αὖθις ἕτερος ὁμοίως ὡπλισμένοι, οὐδένα πλήξαντες ὑπὸ δέους, ἀγαπῶντες δὲ εἰ αὐτοὶ σωθεῖεν. τοιοῦτον ἔφυγε κίνδυνον ὁ Ἡρώδης. τῇ δὲ ὑστεραίᾳ τὴν τοῦ Πάππου τεμὼν κεφαλὴν ἤδη ἀνῃρημένου ἔπεμψε Φερώρᾳ τῷ ἀδελφῷ ἀντὶ τῆς κεφαλῆς Ἰωσήφ· οὗτος γὰρ ἦν ὁ Πάππος αὐτόχειρ ἐκείνου γενόμενος. Λήξαντος δὲ τοῦ χειμῶνος ἀφίκετο πρὸς Ἱεροσόλυμα καὶ στρατοπεδεύεται τῆς πόλεως ἔγγιστα·καὶ καταλιπὼν ἐκεῖ τοὺς τὰ πρὸς τὴν πολιορκίαν ἑτοιμάσοντας αὐτὸς εἰς Σαμάρειαν ᾤχετο, τῆ Ἀλεξάνδρου θυγατρὶ συνευνασθησόμενος, ἤδη κατεγγυηθείσῃ αὐτῷ, ὡς ἱστόρηται. μετὰ δὲ τοὺς γάμους ἀφίκετο ἐκ Σαμαρείας· ἧκε δὲ σὺν στρατιᾷ καὶ ὁ Σόσσιος. καὶ πρὸς τὸ τεῖχος τῶν Ἱεροσολύμων ἠθροίζοντο, καὶ χώματα ἐγείραντες καὶ πολιορκητικὰς μηχανὰς προσάγοντες τὸ τεῖχος κατέσειον. καὶ οἱ ἐντὸς δὲ ἀπονοίᾳ μᾶλλον ἢ προνοίᾳ ἀντικαθίσταντο στρατηγούμενοι. ἀναβαίνουσι δὲ ἐπὶ τὸ τεῖχος πρῶτον μὲν λογάδες εἴκοσιν, εἶτα ἑκατοντάρχαι Σοσσίου. ᾑρέθη γὰρ τὸ μὲν πρῶτον τεῖχος ἡμέραις τεσσαράκοντα, τὸ δὲ δεύτερον πεντεκαίδεκα. ἁλόντος δὲ τοῦ ἔξωθεν ἱεροῦ καὶ τῆς κάτω πόλεως, εἰς τὸ ἐντὸς ἱερὸν καὶ τὴν ἄνω πόλιν Ἰουδαῖοι συνέφυγον. ἑάλω δὲ καὶ ταῦτα, καὶ ἦν ἅπαντα φόνων μεστά. ὁ δ’ Ἀντίγονος, μήτε τῆς τότε τύχης μήτε τῆς πάλαι μεμνημένος, κάτεισιν ἐκ τῆς βάρεως καὶ προσπίπτει τοῖς Σοσσίου ποσί. κἀκεῖνος μηδὲν αὐτὸν οἰκτείρας πρὸς τὴν μεταβολὴν καὶ ἐπεκρότησε καὶ Ἀντιγόνην ἐκάλεσε καὶ δήσας ἐφύλαττεν. ὡρμηκότων δὲ τῶν συμμάχων ἐπὶ θέαν τοῦ ἱεροῦ καὶ τῶν κατὰ τὸν ναὸν ἁγίων, ὁ βασιλεὺς Ἡρώδης τοὺς μὲν παρακαλῶν, τοῖς δὲ ἀπειλῶν, ἐνίους δὲ καὶ τοῖς ὅπλοις ἀνέστελλεν, ἐκώλυέ τε καὶ τὰς κατὰ τὴν πόλιν ἁρπαγάς, αὐτὸς τοὺς μισθοὺς διανεμεῖν ἑκάστοις οἴκοθεν ὑπισχνούμενος. καὶ οὕτω τὸ λοιπὸν περισώσας τῆς πόλεως τὰς ὑποσχέσεις ἐπλήρωσεν. αὐτῷ δὲ Σοσσίῳ βασιλικώτατα ἐδωρήσατο. ὃς ἀνέζευξεν ἐξ Ἱεροσολύμων τῷ Ἀντωνίῳ δεσμώτην ἄγων Ἀντίγονον. δείσας δ’ Ἡρώδης μὴ κομισθεὶς εἰς Ῥώμην Ἀντίγονος δικαιολογήσηται πρὸς τὴν σύγκλητον, ἑαυτὸν μὲν ἐκ βασιλέων ἀποδεικνύων, Ἡρώδην δὲ ἰδιώτην, καὶ ὡς, κἂν αὐτὸς εἰς Ῥωμαίους ἐξήμαρτε, προσῆκεν ἡ βασιλεία τοῖς αὐτοῦ παισί, πείθει χρήμασι πολλοῖς τὸν Ἀντώνιον ἀνελεῖν τὸν Ἀντίγονον.καὶ ὁ μὲν ἀνῄρητο, ἡ δὲ ἀρχὴ ἐκ τοῦ τῶν Ἀσαμωναίων γένους ἀφῄρητο, ἐπ’ ἔτεσιν ἑκατὸν καὶ εἴκοσι διαρκέσασα, μετέβη δὲ εἰς Ἡρώδην τὸν Ἀντιπάτρου, ἰδιωτικοῦ τυγχάνοντα γένους καὶ οἰκίας δημότιδος.Οὕτω δὲ τῆς ὅλης Ἰουδαίας Ἡρώδης ἀναθέμενος τὴν ἀρχήν, τοὺς μὲν τὰ αὐτοῦ φρονοῦντας προσηγετο, τοὺς δ’ ἐναντιουμένους ἐκόλαζεν. ἐτίμα δὲ μάλιστα Πολλίωνα τὸν Φαρισαῖον καὶ Σαμαίαν τὸν τούτου μαθητήν· τῆς γὰρ πολιορκίας συνισταμένης συνεβούλευον οὗτοι δέξασθαι τὸν Ἡρώδην. ὁ δὲ Σαμαίας οὗτος, ὡς ἤδη ἔμπροσθεν εἴρηται, καὶ προεῖπεν Ὑρκανῷ τε καὶ τοῖς δικάζουσιν ὡς περισωθεὶς Ἡρώδης ἅπαντας αὐτοὺς μετελεύσεται. ἀπέκτεινε δὲ τῶν περὶ τὸν Ἀντίγονον τεσσαράκοντα τοὺς πρώτους καὶ τὰς αὐτῶν οὐσίας ἀφείλετο, πέρας τε κακόν ἦν οὐδέν. Ὑρκανὸς μέντοι παρὰ Πάρθοις αἰχμάλωτος ὢν ἐπιεικοῦς ἔτυχε τοῦ Παρθῶν βασιλέως Φραάτου, καὶ λυθεὶς τῶν δεσμῶν ἐν Βαβυλῶνι διάγειν παρεχωρήθη, ἔνθα καὶ πλῆθος ἦν Ἰουδαίων, οἳ τὸν Ὑρκανὸν ὡς ἀρχιερέα καὶ βασιλέα ἐτίμων. μαθὼν δὲ τὸν Ἡρώδην παρειληφέναι τὴν βασιλείαν, διενοεῖτο μεταχωρῆσαι ταχωρῆσαι πρὸς αὐτόν, διά τε τὸ κῆδος καὶ μνησθήσεσθαι οἰηθεὶς αὐτὸν ὅτι κρινόμενον ἐπὶ φόνοις τοῦ κινδύνου ἐρρύσατο. οἱ δ’ ἐν Βαβυλῶνι Ἰουδαῖοι μένειν ἠξίουν αὐτόν, ὡς ἀρχιερέα καὶ βασιλέα τιμώμενον παρ’ αὐτῶν, καὶ ὅτι καὶ ἀπελθὼν τυχεῖν τῆς ἀρχιερωσύνης ἀδυνατεῖ, λελωβημένος τό σῶμα ὑπ’ Ἀντιγόνου. οἱ μὲν οὖν ἐκώλυον, ὁ δ’ οὐκ ἐπείθετο, αὐτός τε ποθῶν ἐπανελθεῖν καὶ παρὰ Ἡρώδου παρακαλούμενος. Ἡρώδης δὲ καὶ πρὸς Φραάτην πρεσβείαν ἐποιήσατο καὶ δῶρα ἔπεμψεν, ἀξιῶν μὴ κωλῦσαι τὰς εἰς τὸν εὐεργέτην αὐτοῦ χάριτας. ἦν δὲ οὐχ ὑπὲρ Ὑρκανοῦ ἡ σπουδή, ἀλλ’ ὅτι μὴ κατ’ ἀξίαν ἠρχεν, ἐδεδοίκει τὰς ἐξ εὐλόγων μεταβολάς, ἔσπευδεν ἢ ἐκποδὼν θέσθαι τὸν Ὑρκανόν, ἡ τέως ἐν χερσὶν ἔχειν. ἐνδεδωκότος δὲ τοῦ Πάρθου τὴν ἀναχώρησιν, ἀπελθὼν Ὑρκανὸς διὰ πάσης ἤγετο τιμῆς πρὸς Ἡρώδου, πατήρ τε καλούμενος καὶ παρὰ τὰς ἑστιάσεις προκατακλινόμενος καὶ παντοίως ἐξαπατώμενος, ἔνα μὴ ἐπιβουλευόμενος αἴσθηται.