Ὁ δέ γε Τρύφων τὸν Ἀντίοχον, ὃς καὶ θεὸς ἐπεκλήθη, τέσσαρα βασιλεύσαντα ἔτη διέφθειρεν, ἐπιτροπεύων αὐτοῦ. καὶ τὸν μὲν ὡς ἀποθάνοι διήγγελλε, τοῖς δὲ στρατιώταις ἐπηγγέλλετο χρήματα, εἰ αὐτὸν βασιλεύσουσιν. οἳ κερδῆσαι πολλὰ ἠλπικότες εἵλοντο αὐτὸν ἄρχοντα. λαβὼν δὲ τὴν βασιλείαν ὁ Τρύφων ἀπεδύσατο τὴν ὑπόκρισιν· καὶ μισῆσαν αὐτὸν τὸ στρατιωτικὸν πρὸς Κλεοπάτραν ἀφίστατο τὴν τοῦ Δημητρίου γυναῖκα, ἐγκεκλεισμένην ἐν Σελευκείᾳ τυγχάνουσαν. ἀλωμένου δὲ Ἀντιόχου, ὃς ἐκαλεῖτο σωτήρ, Δημητρίου δὲ ἦν ἀδελφός, καὶ ἐγκεκλεισμένου πάντοθεν διὰ Τρύφωνα, πέμπει πρὸς αὐτὸν ἡ Κλεοπάτρα, καλοῦσα ἐπὶ γάμῳ καὶ βασιλείᾳ· Β ἐδεδίει γὰρ μὴ τὴν πόλιν οἱ Σελευκεῖς τῷ Τρύφωνι δώσουσι. γενόμενος οὖν ἐν τῇ Σελευκείᾳ ὁ Ἀντίοχος κατὰ τοῦ Τρύφωνος ὥρμησε, καὶ νικήσας αὐτὸν τῆς ἄνω Συρίας ἐξέβαλε, καὶ εἴς τι καταφυγόντα φρούριον ἐπολιόρκει, καὶ τὸν ἀρχιερέα Σίμωνα εἰς φιλίαν προεκαλεῖτο. ὁ δὲ ἐδέξατο τὴν πρόκλησιν, καὶ τοῖς πολιορκοῦσι τὸν Τρύφωνα τροφὰς ἐχορήγησε. φυγὼν δ’ ἐκεῖθεν ὁ Τρύφων καὶ γενόμενος εἰς Ἀπάμειαν, πολιορκηθεὶς ἐλήφθη καὶ διεφθάρη, ἐπ’ ἔτεσι βασιλεύσας τρισίν. Ὁ Ἀντίοχος δὲ λήθην τῶν ὑπό Σίμωνος αὐτῷ γενομένων ποιησάμενος, στέλλει Κενδεβαῖον, τὴν Ἰουδαίαν πορθῆσαι καὶ τὸν Σίμωνα κατασχεῖν ἐντειλάμενος. Σίμων δὲ αὐτῷ ἀντικαταστὰς νικᾶ. καὶ εἰρηνικῶς τὸ λοιπὸν διήγαγε τῆς ζωῆς, ἄρξας τῆς Ἰουδαίας ἔτη ὀκτώ. τελευτᾷ δὲ παρὰ Πτολεμαίου τοῦ γαμβροῦ ἐπιβουλευθείς. καὶ ἡ γυνὴ τοῦ Σιμωνος καὶ οἱ δύο παῖδες συλληφθέντες ἐδέθησαν, ὁ δὲ τρίτος Ἰωάννης διέφυγεν, ὃς καὶ Ὑρκανὸς ἐκαλεῖτο, καὶ προσεδέχθη παρὰ τῶν Ἱεροσολυμιτῶν διὰ τὰς τοὐ πατρὸς εὐεργεσίας, ἀπωσαμένων ἐλθόντα τὸν Πτολεμαῖον. Ἀπολαβὼν δὲ τὴν πάτριον ἱερωσύνην ὁ Ὑρκανὸς ἐπὶ τὸν Πτολεμαῖον ἐστράτευσεν, εἰς ἔρυμά τι Δαγὼν λεγόμενον ὄντα. καὶ ἐκράτει μὲν τῇ πολιορκίᾳ, ἡττᾶτο δὲ τῷ πρὸς τὴν μητέρα καὶ τοὺς ἀδελφοὺς οἴκτῳ·ὁ γὰρ Πτολεμαῖος ἀνάγων ἐπὶ τὸ τεῖχος αὐτοὺς ἐξ ἀπόπτου ᾐκίζετο. ἡ μέντοι μήτηρ ἱκέτευε μὴ μαλακίζεσθαι δι’ αὐτήν. τριβομένης δ᾿ οὕτω τῆς πολιορκίας ἐνίσταται τὸ ἕβδομον ἰτὸς, καθ’ ὃ εἴθισται τοῖς Ἰουδαίοις ἀργεῖν. καὶ διὰ τοῦτο Πτολεμαῖος ἀνεθεὶς τοῦ πολέμου, κτείνει τὴν μητέρα τοῦ Ὑρκανοῦ καὶ τοὺς ἀδελφούς, καὶ φεύγει πρὸς Ζήνωνα νωνα τὸν Κοτύλαν τὸν τῆς Ἀντίοχος δὲ χαλεπαίνων τῷ Σίμωνι δι’ ἃ πέπονθε, τῇ Ἰουδαίᾳ ἐπῆλθε, καὶ τὴν χώραν καταδραμὼν ἐπολιόρκει τὸν Ὑρκανόν· καὶ πύργους ἀνεγείρας ὑψηλοτάτους κατὰ τὸ βόρειον μέρος τῆς πόλεως, ἐξ αὐτῶν τό τείχει προσέβαλλεν. ἤνυε δ’ οὐδὲν διά τε γενναιότητα τῶν ἐντὸς καὶ διὰ ὀχυρότητα τῶν τειχῶν καὶ ὕδατος ἀφθονίαν ἐξ ἐπομβρίας ἄρτι συμβᾶσαν. δείσας δὲ ὁ Ὑρκανὸς μὴ ἐπιλίποιεν αὐτοῖς τὰ ἀναγκαῖα, μόνον τὸ μάχιμον τοῦ πλήθους ἀπολεξάμενος, τοὺς ἄλλους ἐξῶσε τῆς πόλεως· οὑς ὁ Ἀντίοχος ἀπελθεῖν ἐκεῖθεν οὐκ εἴα· οἷ καὶ ἔξω τῶν τειχῶν προσμένοντες διὰ τοῦτο ἀπέθνησκον. οἱ δ᾿ ἐντὸς ἐλεοῦντες αὐτοὺς εἰσεδέξαντο αὖθις. τῆς σκηνοπηγίας δὲ ἐνστάσης ὁ Ὑρκανὸς στείλας πρὸς τὸν Ἀντίοχον ἀνοχὴν ἐζήτει γενέσθαι διὰ τὴν ἑορτὴν ἐφ’ ἡμέρας ἑπτά. ὁ δὲ καὶ τὴν ἀνοχὴν ἔδωκε καὶ θυσίαν πολυτελῆ σὺν ἀναθήμασιν ἔπεμψεν· ὃν διὰ τὴν πρὸς τὸ θέτον εὐσέβειαν καὶ Εὐσεβῆ ἐκάλεσαν. γνοὺς δὲ τὴν πρὸς θεὸν τοῦ Ἀντιόχου αἰδῶ Ὑρκανὸς ἐπρεσβεύσατο τὴν πάτριον αὐτοῖς ἀποδοθῆναι πολιτείαν αἰτούμενος. ὁ δέ, εἰ παραδοῖεν τὰ ὅπλα, εἶπε, καὶ φόρους τελεῖν ὑπὲρ τῶν ἄλλων κατάθοιντο πόλεων ἄτερ τῆς Ἰουδαίας, καὶ φρουρὰν δέξαιντο, καὶ τοῦ πολέμου ἀφέξεσθαι καὶ τἄλλα ποιήσειν ἃ ἀξιοῦσιν. Ἰουδαῖοι δὲ τὰ μὲν ἄλλα ἐδέχοντο, ἐπὶ δὲ τῇ φρουρᾷ οὐ κατένευον, ἀλλ’ ἀντὶ ταύτης ὁμήρους ἐδίδοσαν καὶ ἀργυρίου τάλαντα πεντακόσια. ἐνδόντος δ᾿ ἐπὶ τούτοις τοῦ Ἀντιόχου, ἡ πολιορκία ἐλύθη. Ὑρκανὸς δὲ τὸν τοῦ Δαβὶδ ἀνοίξας τάφον τρισχίλια ἐκεῖθεν ἀργυρίου τάλαντα ἔλαβε.φιλίαν δὲ πρὸς Ἀντίοχον ποιησάμενος, ἐν τῇ πόλει αὐτὸν εἰσεδέξατο, καὶ ἐπὶ Πάρθους στρατεύοντι συνεξώρμησεν· ἔνθα τῷ Ἀρσάκῃ πολεμήσας Ἀντίοχος τῷ πλείονι τῆς στρατιὰς καὶ αὐτὸς συναπώλετο.Γίνεται δὲ τῆς τῶν Σύρων βασιλείας διάδοχος ὁ ἀδελφὸς αὐτοῦ Δημήτριος, λύσαντος Ἀρσάκου αὐτὸν ἡνίκα τοῖς Πάρθοις ἐπῆλθεν Ἀντίοχος. Ὑρκανὸς δὲ Ἀντιόχου θανόντος πολλὰς τῶν τῆς Συρίας πόλεων εἶλε καὶ τῆς Ἰδουμαίας ἑτέρας. καὶ ὑποτάξας τοὺς Ιδουμαίους ἐπέτρεπεν αὐτοῖς τὴν ἐν τῇ χώρᾳ διατριβήν, εἰ περιτέμνοιντο καὶ χρῶνται ἔθεσιν Ἰουδαϊκοῖς. οἱ δὲ διὰ τὰς πατρίδας καὶ τὴν περιτομὴν καὶ τἄλλα ὑπήνεγκαν. Δημήτριος δὲ στρατεύειν ἐγνωκὼς ἐπὶ Ὑρκανόν, ἀνεκόπη, τῶν Σύρων καὶ τῶν στρατιωτῶν μισούντων αὐτὸν διὰ πονηρίαν, καὶ διακηρυκευσαμένων πρὸς Πτολεμαῖον τὸν Φύσκωνα, δοῦναι αὐτοῖς τινα τῶν τῷ Σελεύκῳ προσηκόντων τῆς βασιλείας ἀντιληψόμενον. ὃς Ἀλέξανδρον ἔπεμψε τὸν λεγόμενον Ζεβινᾶν. μάχης οὖν μέσον αὐτοῦ καὶ Δημητρίου συγκροτηθείσης τρέπεται Δημήτριος καὶ φεύγει εἰς Πτολεμαΐδα, μὴ δεχθεὶς δὲ παρὰ Κλεοπάτρας τῆς γυναικὸς εἰς Τυρὸν ἀπέδρα, ἀλοῦς δὲ καὶ πολλὰ παθὼν διεφθάρη. Ἀλέξανδρος δὲ τὴν βασιλείαν παραλαβὼν φιλίαν ποιεῖται πρὸς Ὑρκανόν. ἐπαναστάντος δὲ αὐτῷ Ἀντιόχου τοῦ Γρυποῦ τοῦ παιδὸς Δημητρίου, ἡττηθεὶς ἐν τῇ μάχῃ ἀπώλετο. Βασιλεὺς δὲ Συρίας ὁ Ἀντίοχος οὗτος γενόμενος, ἐπὶ πολλοῖς ἔτεσι μετὰ τοῦ ἀδελφοῦ Ἀντιόχου, τοῦ ἐπικληθέντος Κυζικηνοῦ ὅτι ἐν Κυζίκῳ ἐτράφη, περὶ τῆς βασιλείας ἐμάχετο. ἦν δὲ οὗτος υἱὸς Ἀντιόχου τοῦ θανόντος ἐν Πάρθοις τοῦ ἀδελφοῦ Δημητρίου, ὡς ἑτεροθαλὴς ἀδελφὸς ὑπάρχειν τοῦ Γρυποῦ Ἀντιόχου· ἡ γὰρ Κλεοπάτρα τοῖς δυσὶ συνῴκησεν ἀδελφοῖς, τῷ Δημητρίῳ τε πρότερον καὶ τῷ Ἀντιόχῳ μετέπειτα, ὡς προγέγραπται, καὶ ἐκ μὲν Δημητρίου τὸν Γρυπὸν Ἀντίοχον τέτοκεν, ἐξ Ἀντιόχου δὲ τοῦ Σωτῆρος τοῦ ἀδελφοῦ Δημητρίου τὸν Κυζικηνὸν Ἀντίοχον ἐγείνατο. ἐν ὅσῳ δ᾿ οὗτοι πρὸς ἀλλήλους ἐμάχοντο, ὁ Ὑρκανός ἠρέμει, καὶ καταφρονήσας τῶν Ἀντιόχων ἀπέστη, μηδὲν ἔτι παρέχων αὐτοῖς· καὶ κατὰ σχολὴν ἐκαρποῦτο τὴν Ἰουδαίαν, ὡς ἄπειρόν τι πλῆθος χρημάτων συναγαγεῖν.