τοῦ Ἰωάννα δὲ τὴν ζωὴν καταστρέψαντος διαδέχεται τὴν ἀρχιερωσύνην ὁ υἱὸς αὐτοῦ Ἰωάδ. ἢν δὲ καὶ τούτῳ ἀδελφὸς Μανασσῆς, ᾠ Σαναβαλέτης σατράπης Δαρείου τοῦ τελευταίου βασιλέως Περσῶν τὴν ἑαυτοῦ θυγατέρα συνῴκισε, Νικασὼ καλουμένην. οἱ δὲ τῶν Ιεροσολυμιτῶν λογάδες ἐστασίαζον, ὅτι ἀλλοφύλῳ συνῴκησεν ὁ τοῦ ἀρχιερέως ἀδελφός, καὶ ἢ διαζεύγνυσθαι ταύτης ἐκέλευον ἢ τοῦ θυσιαστηρίου ἀπέχεσθαι. ὁ δὲ πρὸς τὸν πενθερὸν ἀφικόμενος διηγήσατο ταῦτα. τοῦ δὲ Σαναβαλέτου καὶ τὴν ἱερωσύνην αὐτῷ τηρήσειν ὑπισχνουμένου καὶ ἀρχιερέα ἀποδείξειν καἲ ἡγεμόνα ὧν αὐτὸς ἦρχε τόπων, εἰ τῆς αὐτοῦ θυγατρὸς μὴ ἀπόσχοιτο, καὶ ναὸν οἰκοδομήσειν ἐπὶ τοῦ Γαριζὶν ὄρους, ὃ τῶν κατὰ Σαμάρειαν ὀρῶν ἐστιν ὑψηλότατον, τοῦ ἐν Ἱεροσολύμοις κρείττονα ἐπαγγελλομένου μετὰ γνώμης τοῦ βασιλέως Δαρείου, ἐπαρθεὶς τούτοις ὁ Μανασσῆς κατέμενε παρὰ τῶ Σαναβαλέτῃ. πολλῶν δὲ καὶ ἄλλων ἱερέων καὶ Ἰσραηλιτῶν τοιούτοις γάμοις ἐμπεπλεγμένων πάντες συνῃεσαν πρὸς τὸν Μανασσῆν. ὁ μὲν οὑν Σαναβαλέτης τῷ βασιλεῖ Δαρείω τὴν περὶ τῆς οἰκοδομῆς τοῦ ναοῦ ἐν Γαριζὶν ἀξίωσιν προσάγειν ἡτοίμαστο, ὁ δὲ τῷ Ἀλεξάνδρῳ συμβαλὼν ἐν Ἰσσῷ τῆς Κιλικίας καὶ ἡττηθεὶς ἔφυγεν. ἀπογνοὺς οὖν ὁ Σαναβαλέτης Δαρεῖον τῷ Ἀλεξάνδρῳ πρόσεισι σὺν ὀκτάκις χιλίοις τῶν ὑπ’ αὐτόν, καὶ ἑαυτὸν καὶ τοὺς τόπους ὧν ἦρχεν ἔλεγε παραδιδόναι αὐτῷ. προσδεξαμένου δὲ τοῦ Ἀλεξάνδρου αὐτόν, θαρρῶν ἤδη περὶ τοῦ γαμβροῦ καὶ τῆς τοῦ ναοῦ ἀνεγέρσεως ἐν τῷ Γαριζὶν προσῆγεν ἀξίωσιν. καὶ ἐπιτραπεὶς τὴν οἰκοδομήν, σύν πάσῃ σπουδῇ τὸν ναὸν ᾠκοδόμησε, καὶ Μανασσῆν τὸν γαμβρὸν ἀρχιερέα κατέστησεν.Ἐπεὶ δὲ μνείαν τοῦ Ἀλεξάνδρου ὁ τῆς ἱστορίας λόγος πεποίηται, καλὸν καὶ τούτου τὰς πράξεις τε καὶ τὰ ἤθη καὶ ὅθεν κἀκ τίνων ἔφυ κατ’ ἐπιδρομὴν διηγήσασθαι, καὶ οὕτως αὖθις ἐπαναγαγεῖν τὸν λόγον πρὸς τὴν συνέχειαν· καὶ μᾶλλον ὅτι καὶ τοῖς Ἱεροσολύμοις οὗτος ὁ βασιλεὺς ἐπεδήμησε, καί τι θαύματος ἄξιον γέγονε πρὸς τὸν ἀρχιερέα καὶ τόν λαὸν ἐξ αὐτοῦ, καὶ αὐτός τι θεῖον ὅραμα διηγήσατο, ὡς Ἰώσηπος ἱστορεῖ· ἃ προι·ὼν ὁ λόγος μετὰ τὴν περὶ αὐτοὶ ἱστορίαν διδάξει. Οὗτος Φιλίππου μὲν ἦν τοῦ Μακεδόνων βασιέως υἱὸς ἐξ Ὀλυμπιάδος αὐτῷ γεννηθείς, μυθεύεται δὲ Ἄμμωνος εἶναι υἱός, ἐν εἴδει δράκοντος τῇ Ὀλυμπιάδι συνευνασθέντος· Ἄμμωνα δὲ τὸν Δία φασίν. ἀλλὰ τοῦτο μὲν μῦθος’ λέγεται δὲ τὴν μητέρα αὐτοῦ πρὸ τῆς νυκτὸς ᾗ τῷ Φιλίππῳ συγκατηυνάσθη ἐν ὀνείρῳ δόξαι κεραυνὸν ἐμπεσεῖν αὐτῆς τῇ γαστρί, κἀκ τούτου πῦρ ἐξαφθῆναι πολύ, καὶ τοῦτο πάντῃ φερόμενον διαλυθῆναι. μετὰ δὲ τὸν γάμον ὁ Φίλιππος καθ’ ὕπνους ἐδόκει σφραγῖδα τῇ γαστρὶ τῆς γυναικὸς ἐπιβαλεῖν, ἐγγεγλύφθαι δὲ τῇ σφραγῖδι λέοντα. οἶ μὲν οὖν ἄλλοι μάντεις ἄλλως τὸν ὄνειρον ἔκρινον, Ἀρίστανδρος δὲ κύειν ἔφη τὴν σφραγισθεῖσαν· μὴ γὰρ δὴ σφραγίζεσθαι τὰ κενά· θυμοειδῆ δ’ ἀποβήσεσθαι καὶ λεοντώδη τὸν τεχθησόμενον. ἐγεννήθη δὲ καθ’ ἣν ἡμέραν ἐν Ἐφέσῳ ὁ ναὸς τῆς Ἀρτέμιδος ἐνεπέπρηστο· ὅτε καί τινες ἐκεῖ παρόντες τῶν μάγων διαθέοντες ἄτην καὶ συμφορὰν βαρεῖαν τῆν’ ἡμέραν ἐκείνην τῇ Ἀσίᾳ τεκεῖν ἔλεγον. Ἦν δὲ τὴν χρόαν λευκὸς ὁ Ἀλέξανδρος, ἡ λευκότης δ' ἐφοινίσσετο περὶ τὸ στῆθος μάλιστα καὶ τὸ πρόσωπον, καὶ ἡδεῖά τις ἐκ τοῦ χρωτὸς αὐτοῦ ἀπέπνει ἀποφορὰ κἀκ τοῦ στόματος. τούτου δ’ αἴτιον ἡ θερμότης ἂν εἴη τοῦ σώματος· πυρῶδες γὰρ ὄν καὶ πολύθερμον ἀνήλισκε τὰ ὑγρὰ καὶ οὐδὲν ἐπιπολάζαιν αὐτοῦ τῷ σώματι σηπεδονῶδες εἴα. παρενέφαινε δὲ παιδόθεν τὴν ἐμβρίθειαν τοῦ φρονήματος.ποδώκης γὰρ ὤν, πρὸς τοὺς ἐρομένους εἰ Ὀλυμπἰασιν ἀγωνίσεται στάδιον εἶπεν‘‘ “εἰ βασιλεῦσιν ἄντα γωνίσασθαι ἔμελλον.” εἰ δὲ πόλις τις τῶν ἐπιφανῶν ἁλοῦσα παρὰ τοῦ πατρὸς αὐτό ἀπηγγέλη ἢ ἐν μάχῃ νίκη γεγονυῖα περιφανής, ὥσπερ ἀχθόμενος τοῖς ἥλιξιν ἔλεγεν ὡς “οὐδὲν ἐμοὶ σὺν ὑμίν ὁ πατὴρ ἀπολείψει λαμπρόν τι ἔργον ἐνδείξασθαι.’ τοῦ Βουκεφάλα δ' ἵππου κομισθέντος Φιλίππῳ τρισκαίδεκα ταλάντων τιμῆς, καὶ μήτε ἀναβάτην προσιεμένου, ὡς τῷ Φιλίππῳ ἐδείκνυτο, μήτε φωνὴν ὑπομένοντος, κἀντεῦθεν δυσχρήστου δόξαντος κομιδῇ, ”οἷον ἵππον” ὁ Ἀλέξανδρος ἔφη “μὴ εἰδότες χρήσασθαι ἀποπέμπονται.” καὶ ὁ πατὴρ ἐπιτιμῶν αὐτῷ εἶπε “σὺ δὲ χρήσασθαι δυνήσῃ αὐτῷ;” ὁ δ’ ἀπεκρίθη “βέλτιον ἂν ἑτέρου τούτῳ χρησαίμην.” καὶ χρήσασθαι τῶ ἵππω ἐπιτραπείς, παραλαβὼν τὴν ἡνίαν ἐπέστρεψε πρὸς τὸν ἥλιον, συνεὶς ἴσως ὅτι τῇ σκιᾷ πρὸ αὐτοῦ σαλευομένῃ ἐταράττετο. βραχὺ δὲ καταψήσας αὐτὸν ἀνέθορε καὶ ἐπέβη αὐτοῦ, καὶ παρακ·αλπάσας μικρὸν ἐφῆκε πρὸς δρόμον ἠγωνίων δ’ οἱ βλέποντες. ἤδη δ' ἐπιστραφέντος σὺν φρονήματι καὶ χαρᾷ, οἱ μὲν περὶ Φίλιππον ἀνεβόησαν, ἐκεῖνος δὲ χαρμόσυνα προήνεγκε δάκρυα, καὶ φιλήσας τὸν παῖδα “ζήτει, τέκνον ἔφη, σοὶ βασιλείαν ἀνάλογον· Μακεδονία γάρ σε οὐ χωρεῖ.’ ἦν δὲ ἡ φύσις αὐτῷ δυσκίνητος μὲν ἐπιτασσομένῳ, εἰ δὲ λόγῳ τις αὐτὸν καὶ πειθοῖ μετῄει, πειθήνιος. ὡμίλησε δὲ τῷ Ἀριστοτέλει, μετασχὼν τασχὼν οὐ μόνον τοῦ ἠθικοῦ καὶ πολιτικοῦ λόγου, ἀλλὰ καὶ τῶν ἀπορρητοτέρων, οὑς οὐκ ἐκοινοῦντο πολλοῖς, ἐποπτικούς καὶ ἀκροαματικοὺς καλοῦντες αὐτούς. φέρεται γὰρ πρὸς Ἀριστοτέλην αὐτοῦ ἐπιστόλιον οὕτως ἔχον “οὐχ ὀρθῶς ἐποίησας ἐκδοὺς τοὺς ἀκροαματικοὺς τῶν λόγων’ τίνι γὰρ τῶν ἄλλων διοίσομεν, εἰ καθ’ οὓς ἐπαιδεύθημεν λόγους οὗτοι πάντων ἔσονται κοινοί;” ὁ δὲ ἀντεπέστειλεν ὡς “ἐκδέδονται καὶ οὐκ ἐκδέδονται,” διὰ τούτων δηλῶν τὴν ἀσάφειαν καὶ τὸ δυσκατάληπτον.