καὶ οἴκοι ἐλθὼν πρὸς τὴν γυναῖκα καὶ τοὺς φίλους διηγεῖτο οἵκοι καὶ παρὰ τῆς βασιλίσσης ἀπολαύει τιμῆς καὶ ὡς ἄχθεται τὸν Μαρδοχαῖον βλέπων ἐν τῇ αὐλῇ. τῆς δὲ γυναικὸς αὐτοῦ κελεῦσαι κοπῆναι ξύλον πεντήκοντα πήχεων, καὶ πρωὶ παρὰ τοῦ βασιλέως αἰτησάμενον ἀνασταυρῶσαι τὸν Μαρδοχαῖον, τὴν γνώμην ἀποδεξάμενος προσέταξε τοῖς οἰκέταις ξύλον ἑτοιμάσαι καὶ στῆσαι τοῦτο ἐν τῇ αὐλῇ πρὸς τιμωρίαν Μαρδοχαίου. Καὶ τὸ μὲν ἦν ἕτοιμον· ὁ δὲ θεὸς τῆς νυκτὸς ἐκείνης ἀφαιρεῖται τὸν ὕπνον τοῦ βασιλέως. ὁ δὲ ἀγρυπνῶν τὸν γραμματέα κομίσαντα τῶν ἰδίων πράξεων τὰ ὑπομνήματα ἀναγινώσκειν ἐκέλευσε. καὶ ἀναγινωσκομένων εὑρέθη μηνυτὴς Μαρδοχαῖος γενόμενος τῷ βασιλεῖ ἐπιβουλῆς εὐνούχων. φράσαντος δὲ τοῦτο μόνον τοῦ γραμματέως καὶ μεταβάντος ἐφ’ ἑτέραν πρᾶξιν, ἐπέσχεν ὁ βασιλεύς, πυθόμενος εἰ ἔχει γέρας αὐτῷ δοθὲν ἀναγεγραμμένον. ὡς δ’ ἤκουσε μηδὲν εἶναι, τίς εἴη τῆς νυκτὸς ὥρα ἤρετο· μαθὼν δὲ ὡς ὄρθρος ἤδη ἐστίν, ἐκέλευσε τῶν φίλων ὃν ἂν πρὸ τῆς αὐλῆς εὕρωσιν εἰσκαλεῖν. εὑρέθη δὲ ὁ Ἀμάν, ταχύνας ἵνα τὸν Μαρδοκαῖον αἰτήσηται. κληθέντι δὲ εἶπεν ὁ βασιλεύς ‘‘συμβούλευσόν μοι πῶς ἂν τιμήσαιμί τινα στεργόμενον ὑπ’ ἐμοῦ.” ὁ δὲ λογισάμενος, ἣν ἂν δῷ γνώμην, ὑπὲρ ἑαυτοῦ δώσειν, στέργεσθαι γὰρ αὐτὸν ὑπὸ τοῦ βασιλέως τῶν ἄλλων μᾶλλον, ”εἰ βούλοιο” ἔφη “τοῦτον δοξάσαι, ποίησον ἐφ’ ἵππου βαδίζειν τὴν αὐτήν σοι ἐσθῆτα φοροῦντα καὶ περιαυχένιον χρυσοῦν ἔχοντα, καὶ προιόντα τῶν ἀναγκαίων σου φίλων ἕνα κηρύσσειν δι’ ὅλης τῆς πόλεως ὅτι ταύτης τυγχάνει τῆς τιμῆς ὃν ἂν βασιλεὺς τιμήσῃ. ἡσθεὶς οὑν τῇ παραινέσει ραινέσει ὁ βασιλεύς “ ἐπιζήτησον” φησί‘ “Μαρδοχαῖον τὸν Ἰουδαῖον, καὶ δοὺς ἐκείνῳ τὸν ἵππον καὶ στολὴν καὶ τὸ στρεπτόν, προάγων αὐτοῦ κήρυττε σὺ γάρ μοι φίλος ἀναγκαιότατος. ταῦτα δὲ αὐτῷ παρ’ ἐμοῦ ἔσται σώσαντί μου τὴν ψυχήν.τούτων ἀκούσας συνεχύθη, καὶ πληγεὶς ὑπὸ ἀμηχανίας ὅμως ἔξεισιν ἄγων τὸν ἵππον καὶ τὴν πορφύραν καὶ τὸ στρεπτόν. καὶ τὸν Μαρδοχαῖον πρὸ τῆς αὐλῆς εὑρὼν σάκκον ἐνδεδυμένον ἐκέλευεν ἐνδύσασθαι τὴν πορφύραν. ὁ δέ ”κάκιστε” εἶπεν “ἀνθρώπων, οὕτως ἡμῶν ταῖς συμφοραῖς ἐγγελᾷς;” γνοὺς δὲ ὡς γέρας αὐτῷ ταῦτα ἀντὶ τῆς σωτηρίας παρέσχεν ὁ βασιλεύς, μηνύσαντι τὴν τῶν εὐνούχων ἐπιβουλήν, ἐνδύεται Β τὴν πορφύραν καὶ περιτίθεται τὸ περιαυχένιον, καὶ ἐπιβὰς τὸν ἵππον ἐν κύκλῳ περιῄει τὴν πόλιν, προϊόντος Ἀμὰν καὶ κηρύσσοντος ὅτι οὕτως τιμᾷ βασιλεὺς ὃν ἂν στέρξῃ. Ο μὲν οὑν τὴν πόλιν περιελθὼν πρὸς τὸν βασιλέαἐπάνεισιν, Ἀμὰν δὲ οἴκοι ὑπέστρεψε καὶ τὰ συμβάντα κλαίων τῇ γυναικὶ διηγεῖτο. ἐν τούτοις ἡκον ἐκ τῆς Ἐσθὴρ εὐνοῦχοι, ἐπὶ τὸ δεῖπνον τὸν Ἀμὰν ἐπισπεύδοντες. εἶς δὲ τούτων ἰδὼν τὸν σταυρὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ μαθὼν παρά του τῶν οἰκετῶν ὡς ἐπὶ Μαρδοχαῖον τοῦτον ἡτοίμασαν πρὸς τιμωρίαν αἰτηθησόμενον, τότε μὲν ἀπῆλθεν, ὡς δ' ἡ εὐωχία πρὸς τέλος ἠν, ἐπέτρεπε τῇ βασιλίσσῃ λέγειν ὁ βασιλεὺς τίνα αἰτεῖ, ἡ δὲ τὸν τοῦ λαοῦ κίνδυνον ἀπωδύρετο, καὶ μετὰ τοῦ ἔθνους ἔλεγεν ἐκδεδόσθαι καὶ αὐτὴ πρὸς ἀπώλειαν, καὶ τὸν Ἀμὰν ταῦτα ἐπῆγεν αἰτήσασθαι. ταραχθέντος δὲ πρὸς τοῦτο τοῦ βασιλέως λέως καὶ ἐκπεπηδηκότος τοῦ συμποσίου, τῆς Ἐσθὴρ ὁ Ἀμὰν ἐδέετο· καὶ ἐπὶ τῆς κλίνης πεσόντος καὶ ἱκετεύοντος τὴν βασίλισσαν, ἐπεισελθὼν ὁ βασιλεύς “ὦ κάκιστε εἶπε, “καὶ καὶ βιάζεσθαί μου τὴν γυναῖκα ἐπιχειρεῖς;” ἐν τούτοις παρὼν ὁ εὐνοῦχος περὶ τοῦ σταυροῦ εἶπεν ὃν εἶδεν ἐπὶ Μαρδοχαῖον ἡτοιμασμένον. καὶ ὁ βασιλεὺς αὐτίκα κελεύει τὸν Ἀμὰν ἐπ’ ἐκείνου τοῦ σταυροῦ κρεμασθῆναι. καὶ ὁ μὲν οὕτως ἀπώλετο, τὴν δὲ οὐσίαν αὐτοῦ δῶρον ἔσχηκεν ἡ βασίλισσα. γνοὺς δὲ τὴν πρὸς Ἐσθὴρ τοῦ Μαρδοχαίου συγγένειαν ὁ βασιλεὺς δίδωσιν αὐτό τὸν δακτύλιον ὃν ἔδωκε πρὶν τῷ Ἀμάν. καὶ ἡ βασίλισσα τὴν κτῆσιν τῷ Μαρδοχαίῳ παρέσχετο, καὶ τοῦ κινδύνου ἀπαλλάξαι τὸ τῶν Ἑβραίων ἔθνος τοῦ βασιλεώς ἐδέετο. καὶ ὃς γράφειν ἃ βούλεται ἐξ ὀνόματος αὐτοῦ ἐφῆκε περὶ τοῦ ἔθνους. τὰ δὲ γραφέντα ἤσαν τοιαῦτα.τοῦ μὲν Ἀμὰν κατηγόρουν ὡς πονηροῦ καὶ ἀγνώμονος καὶ αἰτησαμένου ἔθνους ἀπώλειαν μηδὲν ἀδικήσαντος, τὸν δέ γε Μαρδοχαῖον σωτῆρα ἐκάλουν, καὶ τοὺς Ἰουδαίους τὸν ἄριστον πολιτευομένους τρόπον καὶ τὸν θεόν σεβομένους, καὶ οὐ μόνον σφάς τῆς τιμωρίας ἀπέλυον εἰς ἣν ὁ Ἀμὰν αὐτοὺς ἐξῃτήσατο, ἀλλὰ καὶ τιμῆς ἠξίουν καὶ τοῖς ἰδίοις νόμοις χρωμένους ζῆν μετ’ εἰρήνης ἐπέτρεπον, καὶ ἐδίδουν ἀμύνεσθαι τῇ τρισκαιδεκάτῃ ἑκάτῃ ἡμέρᾳ τοῦ δωδεκάτου μηνός, ὅς ἐστιν Ἄδαρ, χοῦς αὐτοὺς ἀδικήσαντας, καὶ τοῖς τῶν χωρῶν σατράπαις ἐκέλευον βοηθεῖν αὐτοῖς, ἵνα τοὺς ἐχθροὺς μετελεύσονται . Οἱ δὲ ἐν Σούσοις Ἰουδαῖοι τὰ κατὰ τὸν Μαρδοχαῖον γνόντες, κοινὴν τὴν εὐπραγίαν ἡγήσαντο, καὶ κατὰ τὴν τρισκαιδεκάτην τοῦ Ἄδαρ μηνός, ὃς Μακεδόνας Δύστρος ὠνόμασται, οἵ τε ἐν Σούσοις Ἰουδαῖοι περὶ πεντακοσίους ἀπέκτειναν τῶν ἐχθρῶν, καὶ οἱ ἐν ταῖς ἄλλαις πόλεσί τε καὶ χώραις ἑπτακιδμυρίους καὶ πεντακισχιλίους ἀπώλεσαν. οἶ δ' ἐν Σούσοις καὶ τῇ ἐξῆς ἡμέρᾳ τριακοσίους διέφθειραν, τοῦτο αἰτησαμένης Ἐσθῆρ· καὶ οἱ δέκα τοῦ Ἀμὰν παῖδες ἀνεσταυρώθησαν, χαρισαμένου καὶ τοῦτο τοῦ βασιλέως αὐτῇ. τὴν δὲ τεσσαρεσκαιδεκάτην τοῦ μηνὸς ἑορτάσιμον τὸ ἔθνος ἅπαν ἐποίησε. καὶ ἔκτοτε τὰς ἡμέρας καὶ ἄμφω ἑορτάζουσι, φρουραίας ταύτας προσαγορεύοντες. ὁ δὲ Μαρδοχαῖος μέγας τε ἢν καὶ συνδιεῖπε τῷ βασιλεῖ τὴν ἀρχήν. Τῆς δ’ ἀρχιερωσύνης εἰς Ἰωάνναν μεταπεσούσης τὸν υἱὸν Ἰωδαί, ὁ ἀδελφὸς αὐτοῦ Ἰησοῦς, φίλος ὢ Βαγώα τοῦ στρατηγοῦ τῆς Ἀρταξέρξου δυνάμεως, ὑπόσχεσιν ἔσχε τὴν ἀρχιερωσύνην λαβεῖν. διὰ ταύτην γοῦν τὴν αἰτίαν ὁ Ἰωάννας παροξυνθεὶς ἐν τῷ ναῷ ἀνεῖλε τὸν ἀδελφόν. καὶ ὁ Βαγώας εὐθὺς ἐπιστὰς εἰς τὸν ναόν τε εἰσῆλθεν εἰπὼν ὡς “εἰ οἱ τὸν φόνον ἐν τῷ ναῷ τολμήσαντες εἰσέρχονται ἐν αὐτῷ, κἀγὼ εἰσελεύσομαι καθαρώτερος τυγχάνων αὐτῶν,’ καὶ ἐπ’ ἔτεσιν ἑπτὰ τοὺς Ἰουδαίους ἐκάκωσε.