Συνέβη δέ τι καὶ ἕτερον ὃ ἐπισπεῦσαι αὐτοὺς ἠρέθισε τὴν ἐγχείρησιν. εἰδότες γὰρ οἱ μάγοι ὅτι Πρηξάσπης ἐχειρούργησε τοῦ Σμέρδου τὸν φόνον τοῦ Κύρου παιδός, καὶ ὅτι διὰ τοῦτο καὶ ἐν αἰτία τοῖς Πέρσαις ἐστίν, προσκαλεσάμενοι αὐτὸν φίλον τε ἐποιοῦντο καὶ ὅρκοις προκατελάμβανον καὶ λαμπραῖς ὑποσχέσεσι μή τινι αὐτῶν ἐκφῆναι τὸ σόφισμα. καταθεμένου δ’ ἐκείνου ποιήσειν ταῦτα, προσεπῆγον συγκαλέσειν τὸ πλῆθος ὑπὸ τὸ τεῖχος τῶν βασιλείων, αὐτὸν δ’ ἐπὶ πύργον ἀναβάντα εἰς ἐπήκοον ἅπασιν ἐκβοῆσαι ὡς ὑπὸ Σμέρδου τοῦ Κύρου υἱέος, οὐχ ὑφ’ ἑτέρου δὲ βασιλεύονται· φείσασθαι γὰρ αὐτοῦ, καὶ μὴ κτεῖναι αὐτὸν ὡς ὁ Καμβύσης αὐτῷ ἐνετείλατο. συνθεμένου δὲ καὶ ταῦτα ποιήσειν, συνῆκτο μὲν τὸ πλῆθος, Πρηξάσπης δὲ ἐπὶ τὸν πύργον ἀνῄει, καὶ ἔλεξεν ὅσα τοῖς Πέρσαις ἀγαθὰ παρὰ Κύρου γεγόνασι, προσετίθει δὲ ὡς τὸν ἐκείνου παῖδα τὸν Σμέρδην αὐτὸς ἀνέλοι, τοῦ Καμβύσου βιάσαντος. τοὺς μάγους δὲ τὴν βασιλείαν ἔχειν ἐπληροφόρει, καὶ ἐπηρᾶτο Πέρσαις, εἰ μὴ αὐτοὺς τίσαιντο. ταῦτα εἰπὼν ἑαυτὸν κατεκρήμνισε καὶ ἀπέθανεν. Οἱ δὲ ἑπτὰ ἄνδρες ἐν τῇ ὁδῷ τὰ κατὰ τόν Πρηξάσπην μαθόντες ὥρμησαν εὐθὺς ἐπὶ τὰ βασίλεια καὶ εἰσῄεσαν, παρὰ τῶν φυλάκων μὴ κωλυόμενοι· ᾐδοῦντο γὰρ τὴν ὑπεροχὴν τῶν ἀνδρῶν. παρελθόντες δ’ εἰς τὴν αὐλὴν ἐνέτυχον τοῖς ἀγγελιαφόροις εὐνούχοις, οἱ σφὰς ἠρώτων ὅτου χρῄζοντες ἥκοιεν, ἐκώλυόν τε προσωτέρω ἰέναι. οἱ δὲ τοὺς μὲν ἐκεῖ διεχειρίσαντο, αὐτοὶ δὲ δρομαίως εἰσῄεσαν. οἱ μάγοι δ’ ὄντες ἐντός, καὶ τῶν εὐνούχων γνόντες τὸν θόρυβον, ἐτράποντο πρὸς ἀλκήν, καὶ ὁ μὲν τὴν αἰχμήν, ὁ δὲ τὸ τόξον μετεχειρίσαντο. καὶ θάτερος μὲν τῇ αἰχμῇ Ἀσπαθίνην παίει κατὰ μηρόν, τὸν δ’ Ἰνταφέρνην κατ’ ὄψιν, ὅθεν ἐκεῖνος ἐβλάβη τὸν ὀφθαλμόν· τὰ τόξα δ’ ἢν ἄπρακτα χερσὶν ἐγγύθεν αὐτοῖς χρωμένοις. καὶ ὁ ταῦτα κατέχων εἰσέδυ πρὸς θάλαμον, συνεισπίπτουσι δ’ αὐτῷ Δαρεῖός τε καὶ Γωβρύας.καὶ ὁ μὲν συνεπλάκη τῷ μάγῳ, Δαρεῖος δὲ ἀπορῶν διὰ σκότος καὶ δεδιὼς μὴ τὸν ἑταῖρον πλήξῃ, ἔστατο ἄπρακτος. Γωβρύας δὲ ἤρετο ὅτου χάριν ἀργὸς ἕσταται· ὁ δ’ εἶπε τὸ αἴτιον. καὶ ὅς ὠθεῖτό ξίφος καὶ δι’ ἀμφοῖν” ἔφησε. καὶ ὁ Δαρεῖος ὦσε τὸ ἐγχειρίδιον, καὶ τοῦ μάγου ἐπέτυχε κτείναντες οὖν καὶ τὸν ἕτερον οἱ λοιποὶ ἔτεμον τὰς κεφαλὰς καὶ ἀμφοῖν, καὶ τοὺς μὲν δύο τοὺς τραυματίας αὐτῶν διά τε τὰ τραύματα καὶ τὴν τῆς ἀκροπόλεως φυλακὴν κατέλιπον ἐν αὐτῇ, οἱ λοιποὶ δὲ τὰς κεφαλὰς ἐπιφερόμενοι τῶν μάγων ἐξέθεον καὶ Πέρσαις ταύτας ἐδείκνυον καὶ ἐξηγοῦντο τὸ γεγονός. οἱ δὲ τὴν ἀπάτην μαθόντες ἔκτεινον ᾧ ἄν τῶν μάγων ἐνέτυχον.Επεὶ δὲ κατέστη ὁ θόρυβος καὶ ἤδη τινὲς ἡμέραι παρήλθοσαν, ἐβουλεύοντο περὶ τῆς τῶν πραγμάτων οἰκονομίας. καὶ Ὀτάνης μὲν δημοκρατίαν ἑλέσθαι παρῄνει, ἀριστοκρατίαν δὲ ὁ Μεγάβυζος, ὁ δέ γε Δαρεῖος βασιλείαν καὶ αὗθις αἱρήσεσθαι συνεβούλευε. συνέθεντο οὖν τῇ τούτου γνώμῃ καὶ οἱ τέσσαρες οἶ λοιποί· καὶ ἔδοξεν αὐτοῖς ἐπιβῆναι τῶν ἵππων, καὶ ὅτου ἂν ὁ ἵππος ἡλίου ἀνατείλαντος χρεμετίσῃ ἐν τῷ προαστείῳ γενομένων, τοῦτον ἔχειν τὴν βασιλείαν . Δαρεῖος δὲ τὴν βουλὴν τῷ ἱπποκόμῳ αὐτοῦ ἐξηγήσατο. ἦν δὲ σοφὸς ὁ ἀνὴρ καί “θάρρει, ὦ δέσποτα” ἔφη “ὡς σὴ ἔσται ἡ βασιλεία.” γενομένης οὖν νυκτὸς θήλειαν ἵππον λαβών, ἣν ὁ Δαρείου ἕστεργεν ἵππος, καὶ δήσας εἰς τὸ προάστειον ἐπήγαγε τὸν ἵππον καὶ περιῆγεν αὐτὸν ἀγχοῦ τῇ θηλείᾳ, καὶ τέλος ἐφῆκεν ὀχεῦσαι τὴν ἵππον. ἕωθεν δὲ τῶν ἑπτὰ παραγενομένων εἰς τὸ προάστειον καὶ διεξελαυνόντων ἐν αὐτῷ, ὡς ἐκεῖσε γεγόνασιν ἔνθαπερ ἡ θήλεια ἵππος ἐδέδετο, εἰς μνήμην ταύτης ὁ Δαρείου ἵππος ἰὼν ἐχρεμέτισεν· κἀκ τούτου τῷ Δαρείῳ ἡ βασιλεία προσγέγονεν. οἱ μὲν οὖν τοῦτό φασι μηχανήσασθαι τὸν Οἰβάρεα, τοῦτο γὰρ τῷ τοῦ Δαρείου ἱπποκόμῳ ὄνομα ἦν, οἱ δ᾿ ἑτεροῖον εἶναί φασι τὸ τούτου μηχάνημα. τῆς γὰρ ἵππου ἐκείνης, ἣν ὁ Δαρείου ἵππος ἐφίλει, τῶν ἄρθρων ἐπιψαῦσαι τῇ χειρί, καὶ τὴν χεῖρα κρύπτειν ἐν τῇ ἀναξυρίδι. ἤδη δὲ τοῦ ἡλίου ἀνίσχοντος, καὶ τοὺς ἵππους ἀναβαινόντων τῶν ἑπτὰ ἐκείνων ἀνδρῶν, προσαγαγεῖν αὐτὸν τὴν χεῖρα τοῖς τοῦ ἵππου τοῦ Δαρείου μυκτῆρσι, καὶ τὸν αὐτίκα αἰσθόμενον φριμάξασθαί τε καὶ χρεμετίσαι. εἴτ᾿ οὖν οὕτως εἴτ᾿ ἐκείνως ὁ Δαρεῖος τῆς βασιλείας ἐπέτυχεν. Οὗτος οὖν ἰδιώτης ὢν ηὔξατο τῷ θεῷ, εἰ γένοιτο βασιλεύς, πάντα τὰ σκεύη τοῦ θεοῦ ὅσα ἦν ἔτι ἐν Βαβυλῶνι πέμψειν εἰς τὸν ἐν Ἱεροσολύμοις ναόν. ἦν δὲ αὐτῷ πάλαι καὶ πρὸς τὸν Ζοροβάβελ φιλία, δι᾿ ἣν καὶ σωματοφυλακεῖν μεθ᾿ ἑτέρων δύο ἠξίωτο ἄρτι ἐξ Ἱεροσολύμων πρὸς αὐτὸν ἀφικόμενος.τῷ δὲ πρώτῳ ἔτει τῆς αὐτοῦ βασιλείας πότον τοῖς μεγιστᾶσιν αὐτοῦ Δαρεῖος ἡτοίμασεν· ὡς δ᾿ εὐωχηθέντες ἀνέλυσαν, καὶ αὐτὸς παρὰ τῇ κοίτῃ κατέδαρθε. μικρὸν οὖν ὑπνώσας ἀφύπνωσε καὶ μετὰ τῶν σωματοφυλάκων ὡμίλει. καὶ τούτων ἑκάστῳ ἀγῶνα λόγου προτίθησι · τῷ πρώτῳ μὲν εἰ ὁ οἶνος πάντων κρατεῖ, τῷ δευτέρῳ δὲ εἰ οἱ βασιλεῖς, τῷ δέ γε λοιπῷ, οὗτος δ᾿ ὁ Ζοροβάβελ ἦν, εἰ αἱ γυναῖκες καὶ αὐτῶν ἡ ἀλήθεια· καὶ τῷ νικήσαντι γέρας δώσειν ὑπέσχετο νικητήριον πορφύραν φορεῖν καὶ κίδαριν βυσσίνην καὶ περιαυχένιον χρύσεον, καὶ ἐν ἐκπώμασι πίνειν χρυσοῖς καὶ ἐπὶ χρυσίου καθεύδειν καὶ ἅρμα χρυσοχάλινον ἔχειν καὶ μετ᾿ αὐτὸν προεδρεύειν καὶ συγγενῆ καλεῖσθαι αὐτοῦ. ὄρθρου τοίνυν τοὺς μεγιστᾶνας μεταπεμψάμενος τῶν σωματοφυλάκων ἕκαστον ἐκέλευσε περὶ τοῦ προβλήματος ἀποφαίνεσθαι. καὶ ὁ μὲν τὴν ἰσχύν ἐξῆρε τοῦ οἴνου, ὡς τὴν τῶν καταχρωμένων ἀπατῶντος διάνοιαν καὶ τὰς τῶν ψυχῶν διαθέσεις μεταποιοῦντος καὶ ἄλλους ἐξ ἄλλων ἐργαζομένου τοὺς οἰνωθέντας· ὁ δὲ τὸν βασιλέα πάντων ὑπερισχύειν ἐφιλοσόφησεν, ὡς τῶν ἀνθρώπων κρατούντων τῶν ἄλλων ἁπάντων διὰ σοφίας, τούτων δ᾿ αὖ οἷς ἅπαντα ὑποτάσσεται κυριευόντων τῶν βασιλέων· ὁ δέ γε Ζοροβάβελ τὰς γυναῖκας γρειττονεύειν τὴν ἰσχὺν ἀπεφήνατο, ὡς καὶ τῶν βασιλέων δι᾿ αὐτῶν γενομένων καὶ τῶν τὰς ἀμπέλους φυτευόντων, καὶ πάντων αὐτὰς γονέων τε προτιμόντων καὶ τῶν πατρίδων καὶ τῶν φιλτάτων αὐτῶν· καὶ τῶν βασιλέων δ᾿ αὐτῶν κρατεῖν τὰς γυναῖκας κολακευόντων αὐτὰς καὶ ταπεινουμένων, εἰ κατά τι δυσχεραινούσας γνοῖεν αὐτάς· μᾶλλον δὲ τούτων δύνασθαι τὴν ἀλήθειαν, ἐπεὶ καὶ ὁ θεὸς ἀληθής ἐστι καὶ οὕτω καλεῖται, καὶ τὰ μὲν ἄλλα θνητά , ἀθάνατον δὲ χρῆμά ἐστιν ἡ ἀλήθεια καὶ ἀΐδιον. πάντων δὲ τῇ γνώμῃ τούτου θεμένων ὡς ἄριστα περὶ τῆς ἀληθείας φιλοσοφήσαντος, ὁ Δαρεῖος αἰτήσασθαι ὃ βούλεται πάρεξ τῶν ὑπεσχημένων ἐπέτρεψεν.