δείσας οὑν διὰ ταῦτα εἰς τὸ πέραν ἀπῆλθε τοῦ Ἰορδάνου καὶ ἐπολέμει τοῖς Ἄραψι, καὶ βᾶριν ἐκεῖ πολυτελῆ ᾡκοδομησε, καὶ κατέσχε τὰ ἐκεῖ μέρη ἐπὶ ἔτη ἑπτά, ἐφ’ ὅσον ὁ τοῦ μεγάλου Ἀντιόχου υἱὸς Σέλευκος τῆς Συρίας ἐκράτησε. τούτου δὲ θανόντος, καὶ τοῦ ἀδελφοῦ αὐτοῦ Ἀντιόχου τὴν ἀρχὴν διαδεξαμένου τοῦ ἐπιφανοῦς καλουμένου, φοβηθεὶς ὁ Ὑρκανὸς αὐτὸν αὐτόχειρ ἑαυτοῦ γίνεται· καὶ τὰ χρήματα αὐτοῦ ὁ Ἀντίοχος ἔλαβε.Tελευτᾷ δὲ καὶ ὁ Ἐπιφανὴς Πτολεμαῖος ὁ τῆς Αἰγύπτου κρατῶν, δύο παῖδας νεωτάτους πάνυ καταλιπών, ὧν ὁ μὲν Φιλομήτωρ ἐκέκλητο, Φύσκων δέ γε ὁ ἕτερος. τούτων καταφρονήσας Ἀντίοχος στρατεί ει ἐπ’ Αἴγυπτον· ἀλλ’ ἀπεκρούσθη ταύτης, τῶν Ρωμαίων ἀπέχεσθαι τῆς χώρας ἐντειλαμένων αὐτῷ. ἐκεῖθεν δ' ἐπανιὼν ἐπὶ τὰ Ἱεροσόλυμα ὥρμησε, καὶ κατέσχε τὴν πόλιν ἀμαχητί, ἀνοιξάντων αὐτῷ τὰς πύλας ὅσοι τῆς ἐκείνου γνώμης ἐτύγχανον. θανόντος γὰρ Ὀνίου τοῦ ἀρχιερέως τῷ ἀδελφῷ αὐτοῦ Ἰησοῦ Ἀντίοχος τὴν τιμὴν παρέσχεν. ὀργισθεὶς δὲ αὐτῶ αὖθις τῷ νεωτέρῳ τὴν ἀρχιερωσύνην ἀπένειμέν ἀδελφῷ Ὀνίᾳ καλουμένῳ. Σίμωνι γὰρ τριῶν γενομένων παίδων, καὶ εἰς τοὺς τρεῖς ἡ ἀρχιερωσύνη περιελήλυθε. καὶ ὁ μὲν Ἰησοῦς Ἰάσωνα μετωνόμασεν ἑαυτόν, ὁ δὲ Ὀνίας Μενέλαον. στασιάσαντος οὖν τοῦ Ἰησοῦ πρὸς τὸν Ὀνίαν τὸν καὶ Μενέλαον καὶ ὁ λαὸς ἐμερίσθη· καὶ οἱ μὲν πλείους τῷ Ἰάσωνι προσετίθεντο, οἱ δ’ ἄλλοι τῷ Μενελάῳ, ὧ καὶ οἱ Τωβίου παῖδες ἤσαν συνεπαρήγοντες. καταπονούμενοι δὲ τοῖς πλείοσιν οὗτοί τε καὶ ὁ Μενέλαος πρὸς Ἀντίοχον ἀνεχώρησαν, καὶ τοὺς πατρίους νόμους λιπόντες ἡλλήνισαν, καὶ τὴν τῶν αἰδοίων περιτομὴν ἐπεκάλυψαν ἐπισπάσαντες. τῶν γοῦν τῆς τούτων μοίρας ἀνοιξάντων τὰς πύλας τῆς πόλεως τῷ Ἐπιφανεῖ Ἀντιόχῳ, ἐγκρατὴς ἐκεῖνος τῆς πόλεως γέγονε, καὶ πολλοὺς μὲν ἀπέκτεινε, χρήματα δὲ πολλὰ συλήσας εἰς Ἀντιόχειαν ἐπανέξευζε. Μετὰ δὲ δύο ἔτη αὖθις εἰς Ἱεροσόλυμα ἀνέβη Ἀντίοχος, καὶ ἀπάτῃ κρατήσας τῆς πόλεως οὐδὲ τῶν εἰσδεξαμένων αὐτὸν ἐφείσατο, ἀλλὰ καὶ τὸν ναὸν συλήσας καὶ τοὺς ἀποκρύφους θησαυροὺς ἀφελόμενος, τάς τε νομίμους θυσίας κωλύσας, καὶ τὴν πόλιν διαρπάσας, καὶ τοὺς μὲν τοῦ λαοῦ κτείνας, τοὺς δ' αἰχμαλώτους ἀπαγαγών, καὶ ἐμπρήσας τὰ τῆς πόλεως κάλλιστα, καὶ σύας θύσας ἐν τῷ ναῷ, τέλος καὶ τὰ τείχη καθεῖλε, καὶ τὴν ἐν τῇ κάτω πόλει ἄκραν οἰκοδομήσας φρουρὰν Μακεδόνων ἐν ταύτῃ κατέστησεν.ἠνάγκαζε δὲ καὶ τὸ πλῆθος τοὺς ὑπ’ αὐτοῦ νομιζομένους θεοὺς σέβεσθαι καὶ τὰ τέκνα μὴ περιτέμνειν, καὶ τοὺς βιαζομένους ταῦτα πράττειν κατέλιπεν. ὅτε καὶ Ἐλεάζαρ ὁ ἱερεὺς καὶ οἱ τούτου φοιτηταὶ οἶ Μακκαβαῖοι δηλαδὴ σὺν τῇ σφετέρᾳ μητρὶ τῆς τῶν θείων νόμων φυλακῆς ὑπερήθλησαν. οἱ μὲν οὖν τῇ βίᾳ νικώμενοι τοῖς ἐπιτεταγμένοις ἐπείθοντο, ὅσοι δὲ τὰς ψυχὰς ἐτύγχανον εὐγενεῖς, μὴ ὑπείκοντες ταῖς παρανόμοις ἐπιταγαῖς, πικρῶς ἐν βασάνοις ἀπέθνησκον ἢ ἔτι μικρὸν ἐμπνέοντες ἀνεσταυροῦντο· τὰς δὲ γυναῖκας αὐτῶν καὶ τοὺς παῖδας, οὓς περιέτεμνον, ἐκ τῶν τραχήλων αὐτῶν ἐξαρτῶντες ἀπῆγχον οἱ τοῦ τυράννου ὑπηρέται. καὶ εἴ που βίβλος εὑρέθη τῆς Ἑβραικῆς γραφῆς, αὐτήν τε ἠφάνιζον καὶ τοὺς ἔχοντας οἰκτρῶς ἀπώλλυον. διὰ ταῦτα οἱ Σαμαρεῖται οὐκέτι ἑαυτοὺς τῶν Ἰουδαίων συγγενεῖς ὡμολόγουν, ἀλλὰ Σιδωνίους ὠνόμαζον ἑαυτούς, καὶ τὸ ἐν τῷ Γαριζὶν παρ’ αὐτοῖς ἱερὸν Ἑλληνίου Δῖός προσηγόρευσαν. Ην δέ τις τότε ἱερεὺς ὀνόματι Ματταθίας, υἱὸς Ἰωάννου τοῦ Συμεὼν τοῦ Ἀσαμωναίου, ᾧ ἦσαν υἱοὶ πέντε, Ἰωάννης ὁ καλούμενος Γαδδής, Σίμων ὁ κληθεὶς Θαθής, Ἰούδας ὁ καλούμενος Μακκαβαῖος, Ελεάζαρ ὁ λεγόμενος Αὔραν, καὶ Ἰωνάθας ὁ κεκλημένος Ἀφφούς. ἐλθόντων οὖν εἰς τὴν κώμην αὐτῶν τῶν βασιλικῶν καὶ θύειν κελευόντων καθ’ Ἕλληνας τὸν Ματταθίαν πρῶτον ὡς τῶν ἄλλων πρωτεύοντα, ἐκεῖνος ἀνένευεν. ὡς δ’ ἕτερος ἔθυσεν, ζήλου πλησθεὶς ὁ Ματταθίας σὺν τοῖς υἱέσι τὸν θύσαντά τε ἀπέκτεινε καὶ τὸν στρατηγὸν Ἀπελλῆν, ὃς θύειν ἠνάγκαζε, καὶ τὸν βωμὸν καθελὼν μετὰ τῶν υἱῶν ἐξώρμησεν εἰς τὴν ἔρημον. πολλοὶ δὲ καὶ ἄλλοι τούτους ζηλώσαντες μετὰ τῶν γυναικῶν καὶ τῶν τέκνων ἔφυγον εἰς τὴν ἔρημον καὶ ἐν σπηλαίοις διῆγον. οἱ τοῦ Ἀντιόχου δὲ στρατηγοὶ δύναμιν ἀθροίσαντες ἐπῆλθον αὐτοῖς, καὶ προσβάλλουσιν ἐν σαββάτῳ, καὶ πολλοὺς ἐν τοῖς σπηλαίοις κατέφλεξαν οὐδὲ ἀμυνομένους διὰ τὸ τῆς ἡμέρας ἀργόν·οἶ δὲ διασωθέντες τῷ Ματταθίᾳ προσέθεντο ὁ δὲ καὶ ἐν σαββάτοις αὐτοὺς παρῄνει μάχεσθαι, ἔνα μὴ ἀπόνως αὐτοὺς διαφθείρωσιν οἱ πολέμιοι ἐπιόντες κατὰ τὰ σάββατα. συναγαγὼν οὖν δύναμιν ὁ Ματταθίας τούς τε βωμοὺς καθεῖλε καὶ τοὺς ἀσεβήσαντας ἔκτεινε καὶ τοὺς μὴ περιτμηθέντας τῶν παίδων ἐκέλευσε περιτέμνεσθαι. ἄρξας δὲ ἐπ’ ἐνιαυτὸν καὶ νοσήσας τοῖς παισὶ τὸν αὐτοῦ ζῆλον μιμεῖσθαι παρῄνεσε καὶ ὑπὲρ τῶν νόμων, εἰ δεήσει, θανεῖν καὶ ἀλλήλοις ὁμονοεῖν. ταῦτα αὐτοῖς ἐντειλάμενος ἐτελεύτησε.Τὴν δὲ τῶν πραγμάτων προστασίαν ὁ παῖς αὐτοῦ Ἰούδας ὁ καὶ Μακκαβαῖος περιεζώσατο, καὶ συναραμένων αὐτῷ τῶν τε συγγόνων καὶ ἄλλων τοὺς πολεμίους ἐκ τῆς χώρας ἀπώσατο καὶ τοὺς παεανομήσαντας τῶν ὁμοφύλων ἐκόλασεν. Ἀπολλώνιος δὲ ὁ τῆς Σαμαρείας στρατηγὸς κατὰ τοῦ Ἰούδα στρατεύσας αὐτός τε πίπτει καὶ πλεῖστοι τῶν σὺν αὐτῶ. ἅπερ ὁ τῆς Κιλικίας μαθὼν στρατηγὸς ἐπῆλθε κατὰ τοῦ Μακκαβαίου, καὶ συμβαλὼν τρέπεται καὶ θνήσκει, οἱ δ᾿ ὑπ’ αὐτὸν ἔφυγον· ἐπιδιώξας δὲ ὁ Ἰούδας πολλοὺς αὐτῶν ἔκτεινε. διὰ ταῦτα τοίνυν ὀργισθεὶς ὁ Ἀντίοχος Λυσίᾳ τῷ τῶν πραγμάτων αὐτοῦ ἐπιτρόπῳ καταστρέψασθαι τὴν Ἰουδαίαν ἐκέλευσε καὶ τὸ ἔθνος ἀνδραποδίσασθαι καὶ κατασκάψαι τὴν Ἱερουσαλήμ. ὁ δὲ τρεῖς ἐπιλεξάμενος στρατηγοὺς ἔπεμψε μετὰ βαρείας δυνάμεως. Ἰούδας δὲ τὸ πλῆθος τῶν ἐναντίων ἰδὼν ἐπὶ τὸν θεὸν τιθέναι τὰς ἐλπίδας παρῄνει τοῖς μετ’ αὐτοῦ. καὶ δειπνήσας ἐσπέρας πυρά τε πολλὰ ἐν τῷ στρατοπέδῳ λιπών, διὰ τῆς νυκτὸς ὁδεύσας ἐπιτίθεται τοῖς τοῦ Ἀντιόχου περὶ τὸν ὄρθρον · καὶ πολλοὺς μὲν μαχόμενος ἀπέκτεινε, τοὺς δὲ λοιποὺς διώκων, ὡς ὑπὲρ τρισχιλίους πεσεῖν. καὶ μετὰ τὴν ἥτταν τῶν ἐναντίων ἐπανελθὼν ὁ Ἰούδας ἐσκύλευσε τὸ τούτων στρατόπεδον, καὶ λείαν πολλὴν πλοῦτόν τε λαβὼν ἄφθονον εἰς τὴν οἰκείαν ὑπέστρεψε χαίρων. τῷ δ᾿ ἐπιόντι ἐνιαυτῷ στράτευμα πλεῖον ὁ Λυσίας ἀθροίσας ἐνέβαλεν εἰς τὴν Ἰουδαίαν. καὶ τοῖς προδρόμοις τούτου συμμίξας ὁ Ἰούδας νικᾷ. διὸ τὴν λοιπὴν δύναμιν ὁ Λυσίας ἀναλαβὼν εἰς Ἀντιόχειαν ἐπανέζευξε, καὶ παρεσκευάζετο μετὰ μείζονος στρατιᾶς εἰς τὴν Ἰουδαίαν ἐμβαλεῖν. ὅ γε μὴν Ἰούδας εἰς Ἱεροσόλυμα ἀναβὰς ὥστε τὸν ναὸν έκκαθᾶραι, καὶ ἔρημον αὐτὸν εὑρηκὼς καὶ ἔν τισι καταπεπρησμένον, ἐθρήνησε.