καὶ ὁ μὲν ἐπανῆλθε πρὸς Πτολεμαῖον, τὰ γεγονότα μηνύων καὶ τὴν τοῦ Ἰωσὴφ χρηστότητα διηγούμενος, καὶ λέγων τὸν ἄνδρα ἀφίξεσθαι πρεσβευσόμενον, καὶ πολλὰ τούτου πρὸς τὸν βασιλέα καὶ τὴν βασίλισσαν διεξιὼν ἐγκώμια· ὁ δὲ Ἰωσὴφ παρασκευασάμενος μετὰ ταῦτα εἰς Ἀλεξάνδρειαν παραγέγονεν. ἀκούσας δὲ ἐν Μέμφει τὸν Πτολεμαῖον εἶναι, ἀπῄει ὑπαντήσων αὐτῷ. ἔτυχε δὲ ὁ βασιλεὺς ἐπὶ ὀχήματος μετὰ τῆς γυναικὸς καθεζόμενος, παρῆν δὲ καὶ ὁ παρ’ αὐτοῦ τοῦ Ἰωσήφ ξενισθείς. ὃς ἰδὼν αὐτόυ “οὗτος” ἔφη τῷ βασιλεῖ ‘‘περὶ οὗ σοι ἀπήγγειλα ὡς ἀγαθός ἐστι καὶ φιλότιμος νεανίας.” καὶ ὁ Πτολεμαῖος ἀκούσας πρῶτός τε αὐτὸν προσηγόρευσε καὶ ἀναβῆναι ἐπὶ τὸ ὄχημα παρεκέλευσεν. αἰτιωμένου δὲ τὸν ἀρχιερέα τοῦ βασιλέως “συγγίνωσκε” ἔλεγε διά τὸ γῆρας αὐτῷ ’ τοῖς τε γὰρ πρεσβύταις καὶ τοῖς νηπίοις ὁμοία ἐστὶν ἡ διάνοια· ἡμεῖς δέ σοι οἱ νέοι πᾶσαν τὴν ὀφειλὴν καταθήσομεν.” ἐκ τούτων ἐπὶ πλέον ἡ πρὸς αὐτὸν ἐπέδωκε τοῦ βασιλέως διάθεσις. γενομένου δὲ ἐν Ἀλεξανδρείᾳ τοὐ βασιλέως, ἰδόντες οἱ πρῶτοι τῆς Συρίας, ἔτυχον γὰρ ἐλθόντες ἔνα τὰ τέλη τῶν πόλεων ἐξωνήσωνται, κατ’ ἔτος τοῦ βασιλέως ταῦτα τοῖς τῶν πόλεων πιπράσκοντος δυνατοῖς, τὸν Ἰωσὴφ αὐτῷ συγκαθήμενον, ἐδυσχέραινον. εἰς ὀκτακισχίλια δὲ τάλαντα τὰ τῆς Κοίλης Συρίας τέλη καὶ τὰ τῆς Φοινίκης καὶ Ἰουδαίας καὶ Σαμαρείας ὠνουμένων τῶν ἐν ταῖς πόλεσι δυνατῶν, ὁ Ἰωσὴφ διπλασιονα δώσειν ὑπισχνεῖτο. τοῦ δὲ βασιλέως κατανεύσαντος, ἐρομένου δὲ εἰ τοὺς ἐγγυησομένους αὐτὸν ἔχει, “δώσω” εἶπεν “ἀνθρώπους οἶς οὐκ ἀπιστήσετ.” καί‘ “τίνες οὗτοι” προσερομένου, “σέ” εἶπεν, “ὦ βασιλεῦ, καὶ τὴν γυναῖκα τὴν σὴν ἐγγυησομένους δίδωμι.” γελάσας δὲ ὁ Πτολεμαῖος συνεχώρησεν αὐτῷ τῶν φόρων τὴν εἴσπραξιν. λαβὼν οὖν στρατιώτας ὡς δισχιλίους εἰς Συρίαν ἐξώρμησε.γενόμενος δ ἐν Ἀσκάλωνι, ὡς οὐδἐν ἐδίδουν αὐτῷ, ἀλλὰ καὶ προσύβριζον, συλλαβὼν τοὺς πρωτεύοντας ἔκτεινε, καὶ τὰς οὐσίας δημεύσας αὐτῶν τῷ βασιλεῖ ἔπεμψεν ὡς χίλια τάλαντα. ὁ δὲ τὰ πεπραγμένα ἐπαινέσας ἐφίησιν αὐτῷ ποιεῖν ὅ,τι βούλεται. τοῦτο φόβον τοῖς Σύροις ἐνέβαλε, καὶ ἐδέχοντο προθύμως τὸν Ἰωσήφ, καὶ τοὺς φόρους ἐδίδουν. κερδήσας δ' ἐκ τούτων πολλά, μεγάλα τῷ βασιλεῖ καὶ τῇ Κλεοπάτρᾳ ἔστελλε δῶρα καὶ πᾶσι τοῖς περὶ αὐτούς, ὅθεν ἐπὶ ἔτη δύο καὶ εἴκοσι τῆς εὐτυχίας ταύτης ἀπήλαυσε. Γυναιξὶ δὲ δυεῖν συνοικήσας, ἐκ μὲν τῆς μιᾶς παῖδας ἔσχεν ἑπτά, ἐκ δὲ τῆς λοιπῆς ἔνα. ἦν δ αὕτη ἀδελφόπαις αὐτοῦ· ᾗπερ οὕτως συνῴκησε.ὀρχηστρίδος ἠράσθη τινὸς καὶ τῷ ταύτης ἔκαμνεν ἔρωτι. μηνύει δὲ τό πάθος τῷ ἀδελφῷ. ὁ δὲ διακονήσασθαί οἱ πρὸς τὸν ἔρωτα ἐπηγγείλατο, καὶ νυκτὸς τὴν ἑαυτοῦ θυγατέρα πρὸς τὸν ἀδελφὸν ἀγαγὼν συγκατέκλινε. καὶ τούτου γενομένου πολλάκις, ἤρα σφοδρότερον. τοῦ δὲ ἀδελφοῦ τὸ κεκρυμμένον αὐτῷ φανερώσαντος, συνῴκησε τῇ ἀδελφιδῇ, καὶ ἐξ αὐτῆς υἱὸν ἔσχεν, Ὑρκανὸν καλέσας αὐτόν. τρισκαίδεκα δὲ γεγονὼς ἐτῶν οὗτος τήν τε σύνεσιν ἐδείκνυ καὶ τὴν ἐντρέχειαν. δοὺς γὰρ αὐτῷ ὁ πατὴρ ζεύγη βοῶν τριακόσια ἐξέπεμψεν εἰς χώραν δυεῖν ἡμέραιν ἀπέχουσαν τὴν γῆν ἐργασόμενον, τοὺς ἱμάντας τῶν ζυγόν παρακατασχών. ὁ δὲ γενόμενος ἐκεῖ καὶ μὴ ἔχων ἱμάντας, τῶν βοηλατῶν στέλλειν πρὸς τὸν πατέρα τοὺς αἰτήσοντας αὐτοὺς δεῖν λεγόντων, τῇ μὲν ἐκείνων συμβουλῇ οὐ προσέσχεν, αὐτὸς δὲ δέκα ζεύγη καταθύσας τὰ μὲν κρέα τοῖς ἐργάταις διένειμε, τὰς δὲ δορὰς κατατεμὼν τούτοις προσέδησε τοὺς ζυγούς, καὶ οὕτω τὴν ἐργασίαν ποιήσας ἐπανελήλυθεν. ὁ δὲ πατὴρ τὴν ἐπίνοιαν αὐτοῦ γνοὺς καὶ ἐθαύμασεν αὐτὸν καὶ ἠγάπησε καὶ τῶν ἄλλων προετίμα υἱῶν· οἶ δὲ ἤχθοντο. τῷ δὲ Πτολεμαίῳ γεννηθέντος υἱοῦ οἱ πρῶτοι τῶν ὑπ’ αὐτὸν χωρῶν ἑώρταζον τὰ γενέθλια ἀπιόντες εἰς Ἀλεξάνδρειαν, Ἰωσὴφ δὲ τό γήρᾳ δυσκόμιστος γεγονὼς τῶν παίδων ἔνα ἐκεῖ ἀπελθεῖν προετρέπετο. τῶν δὲ πρεσβυτέρων παραιτουμένων ὁ Ὑρκανὸς κατέθετο ἀπελθεῖν. καὶ συνεβούλευε τῷ πατρὶ μὴ πέμπειν αὐτόθεν δῶρα τῷ βασιλεῖ, ἐπιστεῖλαι δὲ τῶ ἐν Ἀλεξανδρείᾳ οἰκονόμῳ παρασχεῖν αὐτῷ χρυσίον, ἵνα δι’ αὐτοῦ πρίηται δῶρα. ὁ δὲ τὸν υἱὸν ἐπαινέσας τῆς συμβουλῆς, γράφει τῷ οἰκονόμῳ τῶν ἐν Ἀλεξανδρείᾳ χρημάτων οὐκ ἐλαττόνων ὄντων τρισχιλίων ταλάντων, δοῦναι τῷ υἱῷ χρήματα ὅσων ἂν δεηθῇ, ἐλπίσας μὴ πλείω δέκα ἔσεσθαι ταλάντων τὴν ἐπὶ τῇ δωρεᾷ τοῦ βασιλέως δαπάνην. λαβὼν οὖν τὴν ἐπιστολὴν Ὑρκανὸς ἀπῄει πρὸς Ἀλεξάνδρειαν.οἱ δὲ λοιποὶ τοῦ Ἰωσὴφ παῖδες γράφουσι τοῖς πατρικοῖς ἑταίροις ἐπιβουλεῦσαι τῷ Ὑρκανῷ καὶ διαφθεῖραι αὐτόν. γενόμενος δ' ἐν Ἀλεξανδρείᾳ τὴν ἐπιστολὴν τοῦ πατρὸς τῷ οἰκονόμῳ ἐπέδωκεν. ὁ δὲ ἤρετο πόσων χρῄζει ταλάντων· καὶ ὅς “χιλίων” ἔφη. ὁ δ’ οἰκονόμος οὐ πλείω δέκα παρεῖχεν. ὀργισθεὶς δὲ ὁ παῖς τὸν οἰκονόμον ἐδέσμησε. καὶ ὁ Πτολεμαῖος στείλας πρὸς Ὑρκανόν, θαυμάζειν ἔλεγε πῶς οὔτε ὤφθη αὐτῷ καὶ τὸν τοῦ πατρὸς ἔδησεν οἰκονόμον. ὁ δὲ μὴ ἐλθεῖν ἴφη περιμένων ἑτοιμάσαι τὰ δῶρα, τὸν δὲ δοῦλον κολάσαι οἷς ἐπέταξεν ἀπειθήσαντα. διὰ ταῦτα ὁ βασιλεὺς καὶ ἐγέλασε καὶ τὴν τοῦ παιδὸς μεγαλοφροσύνην ἐθαύμασεν. ὁ δὲ Ἀρίων ὁ οἰκονόμος γνοὺς ὡς οὐκ ἔστιν αὐτῷ ἀρωγή, δοὺς τὰ χίλια τάλαντα τῶν δεσμῶν ἐλύθη. ὁ Ὑρκανὸς δὲ παῖδας ἑκατὸν ἀκμαιοτάτους καὶ γράμματα εἰδότας ὠνήσατο, ταλάντου πριάμενος ἕκαστον, καὶ παρθένους τοσαύτας ἰσοταλάντου τιμῆς. τῶν γοῦν ἄλλων ἁπάντων τῶν μὲν ἀνὰ δέκα τάλαντα προσαγόντων τῷ βασιλεῖ, τῶν δὲ μείζω δωρουμένων οὐχ ὑπερβάντων τὰ εἴκοσιν, ὁ Ὑρκανὸς τοὺς παῖδας καὶ τὰς παρθένους τῷ βασιλεῖ καὶ τῇ Κλεοπάτρᾳ προσήνεγκεν, ὧν ἕκαστος καὶ τάλαντον ἔφερε· καὶ τοῖς φίλοις δὲ τοῦ βασιλέως καὶ τοῖς περὶ τὴν θεραπείαν αὐτοῦ πολλῶν ταλάντων δῶρα παρέσχετο. θαυμάσας δὲ Πτολεμαῖος τὸν παῖδα αἰτεῖν ἃ βούλεται προετρέπετο. ὁ δὲ οὐδὲν ᾔτησεν ἢ τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς γράψαι περὶ αὐτοῦ. ὃ ποιήσας ὁ βασιλεύς, καὶ βασιλικῶς αὐτῷ δωρησάμενος, ἐξέπεμψεν. οἱ δὲ ἀδελφοὶ μαθόντες ἐπανιόντα μετὰ τιμῆς, ἐξῆλθον ὑπαντήσοντες αὐτῷ καὶ διαφθεροῦντες, μηδὲ τοῦ πατρὸς κωλύσαντος ὑπ’ ὀργῆς τῆς διὰ τὴν τῶν χρημάτων δαπάνην. ἐπιθεμένων δέ οἱ τῶν ἀδελφῶν πολλοί τε τῶν σὺν αὐτοῖς ἔπεσον, καὶ ἐξ αὐτῶν δύο.