Ἀρισταῖος δὲ φίλος τυγχάνων τῷ βασιλεῖ ‘‘τοὺς τῶν Ἰουδαίων νόμους” εἶπεν οὐ μεταγράψαι μόνον, ἀλλὰ καὶ ἑρμηνεῦσαι διεγνωκότες, πῶς ἂν τοῦτο διαπραξώμεθα, πολλῶν Ἰουδαίων ἐν τῇ σῇ βασιλείᾳ δούλων ὄντων ; ἀπόλυσον οὖν αὐτούς, βασιλεῦ, τῆς δουλείας, καὶ οὕτω πρόθυμον τὸ ἔθνος ποιήσεις εἰς τὸ τὰς γραφὰς καὶ μεταγράψασθαι καὶ ἑρμηνεῦσαι.” ὁ γοῦν βασιλεὺς τῷ λόγῳ τοῦ Ἀρισταίου πεισθεὶς ἐκέλευσε πάντας τοὺς ἐν Αἰγύπτῳ δουλεύοντας Ἰουδαίους ἐλευθέρους ἀπολυθῆναι, πριάμενος ἕκαστον ἐκ τῶν δεσποτῶν αὐτῶν δραχμῶν ἑκατὸν εἴκοσι. τὸ δὲ τῶν ἐλευθερωθέντων πλῆθος εἰς μυριάδας ἠρίθμητο ὑπὲρ δέκα. τὰ δὲ ὑπὲρ τιμήματος αὐτῶν δοθέντα τετρακόσια καὶ ἑξήκοντα γεγόνασι τάλαντα. Γράφει γοῦν Πτολεμαῖος πρὸς Ἑλεάζαρ τὸν ἀρχιερέα. τελευτήσαντος γὰρ τοῦ ἀρχιερέως Ὀνίου ὁ παῖς αὐτοῦ Σίμων αὐτὸν διεδέξατο, ὃς καὶ δίκαιος ἐπεκέκλητο, τούτου δὲ θανόντος ἐπὶ νηπίῳ υἱῷ Ὀνίᾳ καλουμένῳ ὁ τοῦ Σίμωνος ἀδελφὸς Ἐλεάζαρ τὴν ἀρχιερωσύνην εἶχε. τούτῳ τοίνυν ὁ Πτολεμαῖος ἐπέστειλε, τήν τε τῶν δουλευόντων Ἰουδαίων ἐλευθερίαν καταγγέλλων καὶ τὴν εἰς τὸ ἔθνος διάθεσιν, καὶ ἀξιῶν τούς τε νόμους αὐτοὺς πεμφθῆναι καὶ ἄνδρας ἕξ ἀφ’ ἑκάστης φυλῆς τήν τε πάτριον ἠσκημένους διάλεκτον εἰς ἀκρίβειαν καὶ τὴν Ἑλληνίδα φωνήν, ἔνα παρ’ ἐκείνων εἰς τὴν Ἑλλάδα γλῶτταν μεταβληθεῖεν αἶ παρ’ αὐτοῖς γραφαί. ἔστειλε δὲ καὶ εἰς τὸ ἱερὸν ἀναθήματα, ἀργυρίου τάλαντα ἑκατόν, φιάλας χρυσᾶς εἴκοσι καὶ ἀργυρᾶς τριάκοντα, καὶ κρατῆρας πέντε καὶ τράπεζαν χρυσῆν. ὁ οὖν Ἐλεάζαρ τὴν ἐπιστολὴν τοῦ Πτολεμαίου καὶ τὰ ἀναθήματα κομισάενος, ἐπελέξατο ἄνδρας ἐκ φυλῆς ἑκάστης ἔξ, καὶ πέπομφε φέροντας καὶ τὸν νόμον.ὧν εἰς Ἀλεξάνδρειαν παραγενομένων, καὶ τῷ βασιλεῖ τάς τε διφθέρας χρυσοῖς γράμμασι τὸν νόμον ἐχούσας ἐγγεγραμμένον καὶ τὰ παρὰ τοῦ ἀρχιερέως αὐτῷ σταλέντα δῶρα προσκεκομικότων, ὁ βασιλεὺς ἥσθη διαφερόντως, καὶ ἠσπάσατο τοὺς ἄνδρας, καὶ συνειστιάθη αὐτοῖς, καὶ ἀνὰ τρία δέδωκε τάλαντα, καὶ καταλύσεις αὐτοῖς ἡτοίμασε καλλίστας. εἶτα παραλαβὼν αὐτοὺς ὁ Δημήτριος, καὶ εἰς ἔνα οἶκον ἀπαγαγὼν ἤρεμον ἔργου ἔχεσθαι παρεκάλει. οἱ δὲ ὡς ἐνῆν φιλοτίμως ἀκριβῆ τὴν ἑρμηνείαν ἐτίθεντο. τοῦ δ ἔργου ἐν ἑβδομήκοντα καὶ δυεῖν ἡμέραις τετελεδμένου, καὶ τῶν μεταγραφέντων ἀναγνωσθέντων τῷ βασιλεῖ, ἐκεῖνος καὶ ἔχαιρεν ὅτι εἰς ἔργον ἤχθη τὸ αὐτοῦ βούλημα καὶ τὴν διάνοιαν τοῦ νομοθέτου καὶ τὴν σοφίαν ὑπερεθαύμαζε. καὶ ἠπόρει πῶς οὐδεὶς οὔτε τῶν ἱστορικῶν οὔτε τῶν ἄλλων σοφῶν αὐτῆς ἐπεμνήσθη. ἔφη δὲ αὐτῷ ὁ Δημήτριος μηδένα τολμῆσαι τῆς τῶν νόμων τούτων ἀναγραφῆς ἅψασθαι διὰ τὸ θείαν αὐτὴν εἶναι, καὶ ὅτι τινὲς ἐγχειρήσαντες τούτοις ἐβλάβησαν ὑπὸ τοῦ θεοῦ. Θεόπεμπτός τε γὰρ βουληθεὶς περὶ τούτων συγγράψασθαι ἑ βλάβη τὰς φρένας ἐφ’ ἡμέραις πλείοσι τῶν τριάκοντα· καὶ συνεὶς ὅθεν αὐτῷ ἡ παραφροσύνη ἐγένετο, ἐν τοῖς διαλείμμασιν ἐξιλάσκετο τὸν θεόν· ὄναρ τε εἶδεν ὡς αὐτῷ τὸ πάθος συμβέβηκε περιεργαζομένῳ τὰ θεῖα καὶ εἰς κοινοὺς ἀνθρώπους ἐκφέρειν ταῦτα θελήσαντι. ἀντὶ. ἀποσχόμενος οὖν τοῦ ἔργου κατέστη τὸν νοῦν. ‘ἀλλὰ καὶ Θεόδεκτος” εἶπεν “ὁ των τραγῳδιῶν ποιητής, θέλων ἔν τινι δράματι τῶν ἐν τῇ ἱερᾷ βιβλῳ γεγραμμένων μνησθῆναι, ἀλγήσας τὰ ὄμματα ἐπηρώθη· καὶ τὸ αἴτιον γνοὺς ἀπηλλάγη τῆς συμφορὰς, δεηθεὶς τοῦ θεοῦ.” λαβὼν οὖν τὰς βίβλους ὁ βασιλεὺς καὶ προσκυνήσας αὐταῖς, καὶ δωρησάμενος τοῖς ἀνδράσι φιλοτιμότατα, καὶ ἀναθήματα στείλας ἐν τό ναῷ καὶ δῶρα κάλλιστα τῷ ἀρχιερεῖ, ἐπανελθεῖν ἀφῆκεν εἰς Ἱερουσαλήμ. Οὕτω μὲν τὴν ἑρμηνείαν τῶν Ἑβραϊκῶν γραφῶν γενέσθαι ἱστόρησεν ὁ Ἰώσηπος·ἕτεροι δὲ μὴ ὁμοῦ συνελθόντας φασὶ τοὺς ἑρμηνεῖς τῶν γραφῶν ποιήσασθαι τὴν παράφρασιν, ἀλλ’ ἀνὰ δύο διαιρεθῆναι αὐτοὺς καὶ ἐν ἰδιαζούσαις διαίταις ὄντας ἐκθέσθαι τὴν ἑρμηνείαν, καὶ μετὰ τὸ τέλος ὁμοῦ συνελθεῖν, καὶ τὰς ἑκάστων συγγραφὰς παραβληθείς ἃς ἀλλήλαις εὑρεθῆναι μήτε κατὰ νοῦν μήτε μὴν κατὰ λέξεις διαφωνούσας, ἀλλὰ συμφώνους ἐν ἅπασιν. Η μὲν οὑν ἑρμηνεία ἐπὶ Πτολεμαίου τοῦ Φιλαδέλφουοὕτως ἢ ἐκείνως ἐγένετο. οἱ δὲ Ἰουδαῖοι, Ἀντιόχου τοῦ μεγάλου βασιλεύοντος τῆς Ἀσίας καὶ μαχομένου πρὸς τὸν Εὐπάτορα Πτολεμαῖον καὶ πρός τὸν ἐκείνου υἱὸν τὸν Ἐπιφανῆ Πτολεμαῖον, σφοδρῶς ἐκακώθησαν. νικήσας δὲ ὁ Ἀντίοχος τὴν Ἰουδαίαν προσάγεται. τοῦ δ' ἐπιφανοῦς Πτολεμαίου μετὰ θάνατον τοῦ πατρὸς αὐτοῦ ἐπὶ τὴν Κοίλην Συρίαν μεγάλην στείλαντος δύναμιν καὶ πολλὰς λαβόντος πόλεις, καὶ τὸ τῶν Ἰουδαίων ἔθνος πολεμούμενον προσέθετο τῷ Ἐπιφανεῖ. αὖθις δὲ τοῦ Ἀντιόχου νικήσαντος, κήσαντος, ἑκουσίως Ἰουδαῖοι πρὸς αὐτὸν μετετέθησαν, καὶ εἰς τὴν πόλιν αὐτὸν εἰσεδέξαντο, καὶ τοὺς ἐν τῇ ἀκροπόλει φυλάσσοντας τοῦ Πτολεμαίου στρατιώτας πολιορκοῦντι συνεμάχησαν· κἀντεῦθεν φίλιον αὐτῷ τὸ ἔθνος ἐγένετο. εἶτα σπένδεται μὲν τῷ Πτολεμαίῳ Ἀντίοχος καὶ κῆδος τίθεται πρὸς αὐτόν, τὴν θυγατέρα δοὺς αὐτό Κλεοπάτραν, καὶ εἰς φερνὴν παρέσχε τήν τε Κοίλην Συρίαν καὶ Φοινίκην καὶ Ἰουδαίαν, ἀλλὰ μὴν καὶ Σαμάρειαν. ταῦτα δὲ συνέβη ἐπὶ ἀρχιερέως Ὀνίου. τὸν γὰρ Ἐλεάζαρ θανόντα ὁ θεῖος αὐτοῦ διεδέξατο Μανασσῆς, μεθ’ ὃν τῆς ἀρχιερωσύνης Ὀνίας ἠξίωτο Σίμωνος ὢν υἱὸς τοῦ δικαίου. Σίμων δὲ τοῦ Ἐλεάζαρ ἦν ἀδελφός, ὡς ἱστόρηται . Ὁ γοῦν εἰρημένος Ὀνίας, διὰ φιλοχρηματίαν καὶ διανοίας ἀσθένειαν μὴ δοὺς τῷ Πτολεμαίῳ τὸν δασμὸν τὸν ἐτήσιον ὃν οἱ πρὸ αὐτοῦ τοῖς βασιλεῦσιν ἐδασμοφόρουν, ἠρέθισεν αὐτὸν εἰς ὀργήν. πέμψας οὖν ὁ Πτολεμαῖος ἠπείλει κακῶς διαθήσειν καὶ τὸ ἔθνος καὶ τὴν πόλιν· ὁ δὲ ἀρχιερεὺς ἡττώμενος χρημάτων ἀδυσώπητος ἦν. Ἰωσὴφ δὲ υἱὸς Τωβίου, τοῦ δ’ ἀρχιερέως ἀδελφιδοῦς, ἠρώτησε τὸν θεῖον εἰ δίδωσιν αὐτῷ πρὸς τόν Πτολεμαῖον πρεσβεῦσαι. τοῦ δὲ ἐπιτρέψαντος, τὸν ἐκ τοῦ Πτολεμαίου σταλέντα ξενίζει φιλοτιμότατα, καὶ δωρεὰς αὐτῷ πολυτελεῖς παρασχὼν προέπεμψεν, ἕψεσθαι καὶ αὐτὸς ὑποσχόμενος.