ὁρῶν δὲ τοὺς περὶ αὐτὸν τρυφῶντας καὶ ταῖς διαίταις πολυτελεῖς, καθήψατο πρᾴως αὐτῶν, θαυμάζειν εἰπὼν εἰ μὴ ἔμαθον ἐκ συγκρίσεως τοῦ Περσῶν βίου πρὸς τὸν σφέτερον ὅτι δουλικώτατον μέν ἐστι τὸ τρυφᾶν, τὸ δὲ πονεῖν ἀρχικώτατον. αὐτὸς μέντοι οὐκ ἐνεδίδου καὶ στρατείαις καὶ θήραις πονῶν. οἱ δ᾿ ἑταῖροι αὐτοῦ διὰ πλοῦτον τρυφάν βουλόμενοι, συνέπεσθαι δέ οἱ ἀναγκαζόμενοι, εἰς τὸ βλασφημεῖν αὐτὸν προῄεσαν. ὁ δὲ πρᾴως ἔφερε τὴν ἀρχὴν τὰς βλασφημίας, λέγων βασιλικὸν εἶναι τὸ κακῶς ἀκούειν εὐεργετοῦντα. ὕστερον μέντοι αὐτὸν αἱ πολλαὶ διαβολαὶ ἐξετράχυναν καὶ πρὸς τοὺς βλασφημοῦντας αὐτὸν χαλεπὸν γενέσθαι καὶ ἀπαραίτητον παρεσκεύασαν. καίτοι πρῴην, ὅτε θανατικῶν ἠκροᾶτο δικῶν, εἰώθει τῷ ἑνὶ τῶν ὤτων τὴν χεῖρα ἐπιτιθέναι, ὡς ἄψαυστον αὐτὸ τῷ κατηγορουμένῳ τηρῶν καὶ τῆς κατηγορίας ἀμέθεκτον. Ἐξελαύνων δ᾿ ἐπὶ Δαρεῖον μετὰ τρισχιλίων ἐφ᾿ ἡμέρας πλείους ἐδίωκεν, ὡς ἀπαγορεῦσαι τοὺς πλείονᾶς διά τε τὴν χαλεπότητα τῆς ὁδοῦ καὶ τὴν ἀνυδρίαν. ὅτε Μακεδόνες τινὲς ἐν ἀσκοῖς ὕδωρ κομίζοντες αὐτῷ συνήντησαν, καὶ πλήσαντες κράνος προσήνεγκαν αὐτῷ κακῶς ὑπὸ δίψους διακειμένῳ· ὁ δὲ τὸ κράνος λαβών, καὶ τοὺς περὶ αὐτὸν πρὸς αὐτὸν ἰδὼν ἀποβλέποντας, οὐκ ἔπιεν, ἀλλ’ ἐπέδωκε τοῖς δοῦσιν αὐτό, εἰπὼν ὡς εἰ ἐγῶ πίομαι μόνος, ἀθυμήσουσιν οὗτοι.” ἐμβαλὼν δὲ ἤδη τοῖς πολεμίοις, τὸ μὲν στρατόπεδον αὐτῶν παρῆλθε, τὸν δὲ Δαρεῖον ἠπείγετο καταλήψεσθαι. ὁ δ' ἔκειτο ἐν ἁρμαμάξῃ τραυμάτων κατάπλεως καὶ ἤδη ἐκλείπων. αἰτήσας δὲ ὕδωρ καὶ πιὼν εἶπε πρὸς τὸν δόντα Πολύστρατον “τοῦτό μοι πέρας δυστυχίας ἀπάσης, ὅτι εὖ παθὼν ἀμείψασθαί σε οὐ δύναμαι· Ἀλέξανδρος δέ σοι τὴν χάριν ἀνταποδοίη, Ἀλεξάνδρῳ δὲ οἱ θεοὶ τῆς εἰς μητέρα καὶ γυναῖκα ναῖκα καὶ παῖδας τοὺς ἐμοὺς ἐπιεικείας.” καὶ ἐπὶ τούτοις ἐξέλιπεν.ἐπιστὰς δὲ αὐτῶ θανόντι Ἀλέξανδρος τῇ ἑαυτοῦ χλαμύδι τὸν ἐκείνου νεκρὸν περιέστειλε καὶ πρὸς τὴν μητέρα βασιλικῶς κεκοσμημένον ἀπέστειλε. τὸν δὲ Βῆσσον, ὃς ἐκεῖνον ἀνεῖλε, διεσφενδόνησε, δυσὶ βίᾳ κλιθεῖσι δένδροις προσαρτηθῆναι κελεύσας αὐτόν, εἶτα μεθεῖναι τὰ δένδρα καὶ οὕτω διασπασθῆναι τὸν ἄνθρωπον, ἑκάστου τῶν δένδρων μετὰ σφοδρότητος εἰς τὴν κατὰ φύσιν ὡρμηκότος ἀνάτασιν. εἰς Ὑρκανίαν δὲ ἀπιὼν περὶ τὸ Ὑρκάνιον πέλαγος, ὃ καὶ Κάσπιον λέγεται, βαρβάρων τινῶν τὸν ἵππον αὐτοῦ τὸν Βουκεφάλαν ἀφελομένων ἐβαρυθύμησε, καὶ πέμψας ἠπείλησε πάντας ἀποκτενεῖν, εἰ μὴ τὸν ἵππον αὐτῷ ἀναπέμψειαν· οἱ δὲ καὶ τὸν ἐκόμισαν ἐκόμισαν καὶ ἑαυτοὺς αὐτῷ ἐνεχείρισαν.Εντεῦθεν εἰς τὴν Παρθικὴν ἀναζεύγνυσιν, ἔνθα πρῶτον βαρβαρικὴν στολὴν ἐνεδύσατο, τῆς μὲν Μηδικῆς ἀτυφοτέραν, τῆς δὲ Περσικῆς σοβαρωτέραν ἐδόκει δὲ τοῖς Μακεδόσι τὸ θέαμα φορτικόν. ἐπιλεξάμενος δὲ τρισμυρίους παῖδας τῶν αἰχμαλώτων ἐκέλευσε γράμματα σφᾶς Ἑλληνικὰ ἐκδιδάσκεσθαι καὶ κατὰ Μακεδόνας ὁπλίζεσθαι. τῆς Ῥωξάνης δὲ ὡραίας ἐρασθεὶς γυναικὸς οὐκ ἄλλως αὐτῇ προσῆλθεν ἢ κατὰ νόμον. τῶν δὲ φίλων αὐτοῦ τὸν μὲν Ἡφαιστίωνα, ἐπαινοῦντα τὴν στολὴν ἣν ἐνέδυ καὶ ὁμοίως αὐτῷ μεταμφιασάμενον, φιλαλέξανδρον ἐκάλει, τὸν δὲ Κρατερόν, μὴ παρεξιόντα τὰ πάτρια, φιλοβασιλέα· καὶ τῷ μὲν πρὸς τοὺς βαρβάρους ἐκέχρητο, διὰ δὲ τοῦ Κρατεροῦ τοῖς Μακεδόσι καὶ τοῖς Ἕλλησιν ἐχρημάτιζε. Φιλώταν δὲ τὸν υἱὸν Παρμενίωνος, μεγαλαυχοῦντα ὡς παρ’ αὐτοῦ καὶ τοῦ πατρὸς αὐτοῦ τῶν κατορθωμάτων γινομένων, καὶ μειράκιον τὸν Ἀλέξανδορον ὀνομάζοντα, εἶτα καὶ ἐπιβουλεύοντα γνοὺς ἀνεῖλε. πέμψας δὲ εἰς Μηδίαν καὶ τὸν πατέρα αὐτοῦ, ἐκεῖ γὰρ ἢν, προσαπέκτεινε. καὶ τὸν Κλεῖτον δὲ τῶν ἑταίρων ἕνα τυγχάνοντα, παρὰ πότον ᾁδομένων ποιημάτων εἴς τινας στρατηγοὺς πεποιημένων ἔναγχος ἡττηθέντας ὑπὸ βαρβάρων, καὶ τοῦ ᾿Αλεξάνδρου ἡδέως αὐτῶν ἀκούοντος, τραχυνόμενον καὶ ἀγανακτοῦντα καὶ μεγαλαυχοῦντα ὑπ’ αὐθαδείας καὶ μέθης καὶ κατ’ αὐτοῦ βλασφημοῦντα πρῶτον μὲν μήλῳ ἔβαλεν, ἔτι δ’ ἀναιδευόμενόν τε καὶ θρασυνόμενον καὶ τὰ τοῦ Εὐριπίδου ἰαμβεῖα λέγοντα οἴμοι, καθ’ Ελλάδ ὡς κάκως νομίζεται καὶ τὰ λοιπὰ ὑπερζέσας θυμῷ ὁ Ἀλέξανδρος αἰχμῇ διελάσας ἀπέκτεινεν. αὐτίκα δὲ τοῦ θυμοῦ παυθέντος μεταμεληθεὶς ὥρμησε καὶ ἑαυτὸν ἀνελεῖν, ἐπεσχέθη μέντοι παρὰ τῶν σωματοφυλάκων, καὶ εἰσηνέχθη πρὸς θάλαμον, ἔνθα τὴν νύκτα καὶ τὴν μετ’ αὐτὴν ἡμέραν ἐν θρήνοις διαγαγὼν ἀπειρηκὼς ἔκειτο ἄναυδος, στένων μόνον βαρύτατα. καὶ τῶν φίλων εἰσιόντων πρὸς αὐτὸν οὐ προσίετο τοὺ τοὺς λόγους αὐτῶν.Ἀριστάνδρου δὲ τοῦ μάντεως ὄψεως αὐτὸν ἀναμνήσαντος ἣν εἶδε περὶ τοῦ Κλείτου καί τινων σημείων ἐκείνῳ γενομένων, καὶ εἱμαρτὸν εἶναι τὸ γενόμενον λέγοντος, ἤρξατο ἐνδιδόναι. Μέλλων δὲ εἰς τὴν Ἰνδικὴν ἐμβάλλειν, συνεσκευασμένων τῶν ἁμαξῶν πρώταις μὲν ταῖς οἰκείαις ἐνῆκε πῦρ, εἶτα καὶ ταῖς τῶν φίλων, καὶ μετὰ ταῦτα καὶ τὰς τῶν Μακεδόνων καταπρῆσαι ἐκέλευσε. τοῦτο δὲ γεγονὸς ὀλίγους μὲν ἐλύπησεν, οἶ δὲ λοιποὶ βοῇ καὶ ἐνθουσιασμῷ πρὸς τὸ ἔργον ὡρμήκασι καὶ τὸν Ἀλέξανδρον προθυμίας πρὸς τὴν στρατείαν ἐνέπλησαν. ἤδη δὲ καὶ φοβερὸς ἣν καὶ ἀπαραίτητος κολαστὴς τῶν πλημμελούντων. πολλοὶ μὲν οὖν κατὰ τὰς μάχας αὐτῷ συνέπεσον κίνδυνοι καὶ νεανικοῖς ἀπήντησε τραύμασι, τὴν δὲ πλείστην φθορὰν τῆς στρατιᾶς ἀπορίαι τῶν ἀναγκαίων καὶ δυσκρασίαι τοῦ περιέχοντος ἀπειργάσαντο. αὐτὸς δὲ διὰ τόλμαν οὐδὲν ᾤετο τοῖς θαρσαλέοις ἀνάλωτον οὐδέ τι ὀχυρὸν τοῖς ἀτόλμοις. πέτρᾳ δέ τινι ἀποτόμῳ προσβαλὼν σὺν τοῖς νεωτέροις τῶν Μακεδόνων, Ἀλέξανδρόν τινα ἐν τούτοις καλούμενον προσαγορεύσας ‘‘ἀλλὰ σοί γε εἶπε καὶ διὰ τὴν κλῆσιν ἀνδραγαθεῖν προσήκε.” ήκει. ποταμὸν δὲ βαθὺν τῶν Μακεδόνων περᾶν ὀκνούντων “τί γάρ εἶπεν “ὁ κάκιστος ἐγὼ νεῖν οὐκ ἔμαθον; ὡς δὲ παρῆσαν ἀπὸ τῶν πολιορκουμένων πόλεων πρέσβεις πρὸς αὐτόν, ὁ πρεσβύτατος αὐτῶν Ἄκουφις τοὔνομα ἠρώτησε τί ἂν ποιοῦντες φίλοι αὐτοῦ λογίζοιντο· ὁ δὲ Ἀλέξανδρος “εἰ σὲ μέν” εἶπεν “αἱρήσονται ἄρχοντα, ἐμοὶ δὲ πέμψουσιν ἄνδρας ἑκατὸν τοὺς ἀρίστους..” γελάσας οὖν πρὸς ταῦτα ὁ Ἄκουφις “ἀλλὰ βέλτιον” εἶπεν ‘‘ἄρξω, ὦ βασιλεῦ, εἰ τοὺς κακίστους σοι καὶ μὴ τοὺς ἀρίστους στελῶ.”