καὶ ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ ἐκφῦναι τὸ κέρας λέγει διὰ τὸ ἀγχίνουν καὶ τὴν σύνεσιν καὶ τὸ γενναῖον τοῦ φρονήματος τοῦ Ἀλεξάνδρου. καί ‘‘ἦλθε” φησίν “ὁ τράγος ἕως τοῦ κριοῦ τοὐ τὰ κέρατα ἔχοντος, καὶ εἶδον αὐτὸν φθάσαντα ἴως τοῦ κριοῦ, καὶ ἐξηγριώθη πρὸς αὐτὸν καὶ ἔπαισε τὸν κριὸν καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ τοῦ στῆναι ἐνώπιον αὐτοῦ, καὶ ἔρριψεν αὐτὸν εἰς γῆν καὶ συνεπάτησεν αὐτόν.” συνετρίβη δέ, φησί, καὶ ἄμφω τὰ κέρατα τοῦ κριοῦ, προσαράξαντος τοῦ τράγου αὐτῷ· τοῦτ’ ἔστι, καὶ ἄμφω αἱ δυνάμεις αὐτοῦ αἷς ἐπεποίθει, ἥ τε Περσικὴ καὶ ἡ Μηδική. Περσῶν γὰρ καὶ Μηδῶν ἦρχον οἱ βασιλεῖς τῶν Περσῶν, ὡς τοῦ Κύρου ἐξ ἀμφοῖν, ὡς εἴρηται, φύντος καὶ τὴν ἀμφοῖν Βασιλείαν σχόντος ὑφ’ ἑαυτόν, καὶ ἄμφω ταῦτα τὰ γένη τὴν Ἀσσυρίων βασιλείαν κατέλυσαν. “καὶ ὁ τράγος ἐμεγαλύνθη σφόδρα.’ οὐ γὰρ μόνα τὰ ὑπήκοα τῇ τῶν Ἀσσυρίων ἀρχῇ ὑφ’ ἑαυτὸν ἐποιήσατο, ἀλλὰ καὶ ἄλλα πολλὰ ἐχειρώσατο. τῇ τε γὰρ Ἰνδίᾳ προσέβαλε καὶ τὸν Πῶρον ἐνίκησε καὶ τὸν Ταξίλην ᾠκειώσατο καὶ ἄλλα μέρη τῆς Ἰνδικῆς κατέσχεν. εἶτα δηλῶν ὁ προφήτης ὅτι καὶ οὗτος εὐδαιμονήσας μικρὸν παρελεύσεται, ἐπήγαγε “καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν συνετρίβη τὸ κέρας τὸ μέγα, καὶ τέσσαρα κέρατα ὑποκάτωθεν ἐξέφυ αὐτοῦ.” τοῦ γὰρ Ἀλεξάνδρου μετὰ τὴν εὐτυχίαν ἐκείνην συντόμως θανόντος εἰς τέσσαρα ἡ ἐκείνου διῃρέθη ἀρχή, ὡς εἴρηται ἤδη ἐν τῷ τρίτῳ θηρίῳ, ὃ τῷ Δανιὴλ καθ’ ὕπνους ἔδοξεν ἐκ τῆς θαλάσσης ἐξέρχεσθαι, ἔχον τέσσαρας κεφαλάς. “Καὶ ἐκ τοῦ ἑνὸς τῶν κεράτων ἐξῆλθε κέρας φοβερόν, καὶ ἐμεγαλύνθη περισσῶς πρὸς νότον καὶ πρὸς ἀνατολὴν καὶ πρὸς λίβα καὶ πρὸς τὴν δύναμιν.καὶ ἐμεγαλύνθη ἕως τῆς δυνάμεως τοῦ οὐρανοῦ, καὶ ἔπεσον ἐπὶ τὴν γῆν ἀπὸ τῆς δυνάμεως καὶ ἀπὸ τῶν ἀστέρων, καὶ συνεπάτησεν αὐτούς.’ τὰ περὶ τοῦ Ἐπιφανοῦς Ἀντιόχου διὰ τούτων ὁ Δανιὴλ προδιδάσκεται, ὃς Ἀντιόχου μὲν τοῦ μεγάλου υἱὸς ἦν, μᾶλλον δὲ τῶν πρὸ αὐτοῦ κρατυνθεὶς βασιλέων, τῶν ἀπὸ Σελεύκου δηλαδή, καὶ τῆς Αἰγύπτου κρατήσας καὶ ἑτέρων χωρῶν καὶ ἐπὶ Ἰουδαίους ἐστράτευσε καὶ τῆς τῶν Ἰεροσολύμων ἐκυρίευσε πόλεως, ἀλλὰ καὶ τοῦ ἔθνους παντός, καὶ τόν τε ναὸν ἐσύλησε καὶ ἐμίανε σύας ἐν αὐτῷ θύσας, καὶ τῷ Διὶ βωμόν ἱδρυσάμενος τὸ ἔθνος ὅλον ἑλληνίζειν ἠνάγκαζε, κωλύων αὐτοὺς περιτέμνειν τὰ ἄρρενα. τὴν γὰρ κατὰ θεοῦ μανίαν αὐτοῦ τό “ἐμεγαλύνθη ἕως τῆς δυνάμεως οὐρανοῦ” ὑπαινίττεται. τὸ δέ ἔπεσον ἀπὸ τῆς δυνάμεως καὶ ἀπὸ τῶν ἀστέρων ἐπὶ τὴν γῆν, καὶ συνεπάτησεν αὐτούς” τοὺς ἐκ τοῦ Ἰουδαϊκοῦ λαοῦ ἀσεβήσαντας διὰ τὴν ἐξ ἐκείνου ἐπαγομένην αὐτοῖς ἀνάγκην δηλοῖ, οἳ τῆς νομίμου καὶ θείας διαγωγῆς ἐκπεπτώκασι, τῷ τυράννῳ ὑπείξαντες καὶ ὑπ’ ἐκείνου συμπατηθέντες. ἀστέρες δ’ ἐκλήθησαν διὰ τὸ τῆς εὐσεβείας καθαρὸν καὶ ὑπέρλαμπρον, ἢ ὅτι τῷ Ἀβραὰμ ὁ θεὸς ἐπηγγείλατο πληθῦναι τὸ σπέρμα αὐτοῦ ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ. Καὶ ἕως τοῦ ἄρχοντος τῆς δυνάμεως ἱδρύθη.’ καὶ κατ’ αὐτοῦ γὰρ τοῦ θεοῦ ἐλύττησε τοῦ ἄρχοντος τῶν ἄνω δυνάμεων. “καὶ θυσία ἐταράχθη πτώματι, καὶ ἐγενήθη καὶ εὐωδώθη, καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρτία, καὶ ἐρρίφη χαμαὶ δικαιοσύνη.” ἀπηγορευμένα γὰρ θύσας ἐτάραξε τὴν θυσίαν, ἀντὶ τοῦ συνέχεεν, ἐμίανε. πτώματα δὲ τοὺς σύ ἃς λέγει, καὶ ἁμαρτίαν ἐπὶ τὴν θυσίαν τὴν ἐπ’ αὐτῇ παρανομίαν. διὰ δὲ τοὐ “ἐρρίφη χαμαὶ δικαιοσύνη ἡ τῶν ἀθέτησις καὶ οἱ ἄδικοι φόνοι δηλοῦνται τῶν ἀσεβῆσαι μὴ καταδεξαμένων. ἀλλὰ καὶ ταῦτα πράττων καὶ οὕτως ἀσεβῶν ὁ Ἀντίοχος εὐωδοῦτο, φησί.Ἐπὶ τούτοις ἐπάγει ὁ Δανιὴλ “καὶ εἶπεν εἷς ἅγιος τῷ φελμουνί, ἕως πότε ἡ ὅρασις στήσεται καὶ ἡ θυσία ἡ ἀρθεῖσα καὶ ἡ ἁμαρτία τῆς ἐρημώσεως ἡ δοθεῖσα; καὶ εἶπεν αὐτῷ, ἕως ἐσπέρας καὶ πρωὶ ἡμέραι δισχίλιαι καὶ τριακόσιαι, καὶ καθαρισθήσεται τὸ ἅγιον.” ἀγωνιῶντι τῷ προφήτῃ διὰ τὰ ὁρώμενα ἐπιπέμπονται ἄγγελοι δηλοῦντες αὐτῷ ὅτι τέλος ἕξουσι τὰ δυσχερῆ καὶ τὸν καιρὸν διδάσκοντες τῆς αὐτῶν παρελεύσεως. καὶ ἠρώτα ἕτερος τὸν ἕτερον· τὸ γὰρ φελμουνὶ ἐξελληνιζόμενον τινὰ σημαίνει. ἠρώτα δὲ οὐχ ὡς ἀγνοῶν, ἀλλ’ ἔνα μάθῃ ὁ Δανιήλ. ὁ δ᾿ ἐρωτὼμενος ἀπεκρίνατο “ἡμέραι δισχίλιαι καὶ ἕως ἑσπέρας καὶ πρωί, καὶ καθαρισθήσεται τὸ ἅγιον. ἐσπέραν μὲν οὖν ἐκάλεσε τὴν ἀρχὴν τῶν ἀνιαρῶν ἢ καὶ ὅλον τὸν χρόνον αὐτῶν, νυκτὶ γὰρ καὶ σκότῳ τὰ λυπηρὰ ἔοικε, πρωὶ δὲ τὴν μετὰ τὰς συμφορὰς εἰρηναίαν κατάστασιν. τοῦτο τοίνυν σημαίνει δι’ ὡν φησιν ὅτι ἀπὸ τῆς τῶν κακῶν ἀρχῆς μέχρι τέλους αὐτῶν τόσος καιρὸς παρελεύσεται. αἱ δὲ ἡμέραι πρὸς ἐνιαυτοὺς ἀριθμούμεναι ἒξ ἀποτελοῦσι μῆνας καὶ ἰδαρίθμους ἐνιαυτοὺς κατὰ τὴν τῶν Ἐβραίων ψῆφον· ἐπὶ τοσοῦτον γὰρ ἡ ἐπ’ Ἀντιόχου τοῖς Ἰουδαίοις ἐπεωεχθεῖσα συμφορὰ ἐπεκράτησε. ταῦτα παρὰ τοῦ ἀρχαγγέλου Γαβριὴλ τῷ προφήτῃ ζητοῦντι σύνεσιν ἐμυήθη.Εἶτα διὰ τὴν τῶν ὁμοφύλων αἰχμαλωσίαν ἐπὶ Δαρείου πάλιν τοῦ Μηδῶν ἄρχοντος, ὃς καὶ Κυαξάρης ὠνόμαστο καὶ Ἀσούηρος, Ἀστυάγους ὢν υἱός, τοῦ προφήτου θρηνοῦντος καὶ τοῦ θεοῦ δεομένου ἥψατό τις ἀνὴρ ᾧ ὄνομα Γαβριήλ. ἥψατο δὲ αὐτοῦ ὡσεὶ ὥραν θυσίας ἑσπερινῆς, ἢ κατὰ τὸν καιρὸν τῆς ἐν ἑσπέρᾳ λατρείας, ἢ ἐπὶ τοσαύτην ὥραν ἐφ’ ὅσην ἡ ἑσπερινὴ ἐτελεῖτο λατρεία. καὶ εἶπε τῷ Δανιήλ “νῦν ἐξῆλθον συμβιβάσαι σοι σύνεσιν καὶ ἀναγγεῖλαί σοι ὅτι ἀνὴρ ἐπιθυμιῶν εἶ σύ. καὶ ἐννοήθητι ἐν τῷ ῥήματι καὶ σύνες ἐν τῇ ὀπτασίᾳ ἀντὶ τοῦ, ἀκριβῶς πρόσσχες τοῖς λεγομένοις αἰνιγματώδεσιν οὖσι καὶ πλείονος δεομένοις σπουδῆς. ἐνίοτε δὲ καὶ δι’ αἰνιγμάτων τὰ θεῖα δηλοῦται, ἔνα μὴ πάσι γίνοιντο δῆλα καὶ διὰ τοῦτο εὐκαταφρόνητα. ἀνὴρ δ’ ἐπιθυμιῶν ἐκλήθη ὁ Δανιὴλ ἢ ὡς κατὰ τῶν σαρκικῶν ἐπιθυμιῶν ἀνδριζόμενος καὶ γενναίως αὐταῖς ἀνθιστάμενος, ἢ ὡς ἐπιθυμῶν μαθεῖν τὰ τῷ λαῷ καὶ τοῖς αὐτοῦ συμφυλέταις ἐσόμενα, ἢ ὅτι ἐπιθυμητὸς ἦν καὶ ἐπέραστος δι’ ἣν μετήρχετο ἀρετήν. Εἶτα ἐπάγει ὁ ἄγγελος ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου ἕως τοῦ παλαιωθῆναι τὸ παράπτωμα καὶ τοῦ τελεσθῆναι τὴν ἁμαρτίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίαν καὶ τοῦ ἐξιλάσασθαι ἀδικίαν καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων.“ ὁ μὲν προφήτης προσευχόμενος “ὁ λαός σου” πρὸς τὸν θεὸν ἔλεγε “καὶ ἡ πόλις σου·’ ὁ δὲ ἄγγελος πρὸς τὸν Δανιήλ φησιν “ὁ λαός σου καὶ ἡ πόλις σου, ὡς μὴ ἀξίου ὄντος τοῦ λαοῦ τοῦ θεοῦ καλεῖσθαι. εὕρηται δὲ ὁμοίως καὶ ἐπὶ Μωυσέως, ὅτε τὸν μόσχον ποιήσαντες οἱ Ἰσραηλῖται θυσίαν αὐτῷ προσήνεγκαν· καὶ τότε γὰρ τοῦ προφήτου δεομένου ὁ θεὸς ἔφη ὡσαύτως. φησὶν οὖν ὁ ἄγγελος ὅτι καὶ ἡ Ἰερουσαλὴμ οἰκοδομηθήσεται καὶ ὁ λαός σου ἐπανελεύσεται καὶ ἐπὶ ἔτη τετρακόσια ἐνενήκοντα διαμενοῦσιν·