ὁ δέ γε Ξέρξης ὁ τοῦ Δαρείου ὥρμησε μὲν κατὰ τῆς Εὐρώπης, κρατῆσαι καὶ ταύτης πειρώμενος, ἀπεκρούσθη δέ γε ναυμαχίᾳ πρὸς Ἀθηναίων ἡττηθεὶς καὶ ἀναζεύξας κατῃσχυμμένος. τὸ δ’ ἐν μέρει στῆναι τὸ θηρίον σημαντικὸν τοῦ μὴ πάντῃ τῆς ἀρχῆς ἐκπεσεῖν, ὀλίγῳ δὲ μέρει ταύτης περιγραφῆναι. πάσης γὰρ τῆς Ἀσίας πρῴην κρατοῦσα ἡ βασιλεία ἐκείνη καὶ Αίθιόπων καὶ Αἰγυπτίων Παλαιστίνης τε καὶ Φοινίκης καὶ τῆς Λιβύης αὐτῆς ἐξέπεσε μὲν τῶν λοιπῶν, περιελείφθη δ’ αὐτῇ Μηδία τε καὶ Πέρσις. ἢ καὶ ἄλλως τὸ ἐν μέρει στῆναι τὸ θηρίον ἐκληφθήσεται, ἐπὶ καιρόν τινα δηλαδὴ σχολάσαι τὴν τῶν Περσῶν βασιλείαν καὶ ἀπρακτῆσαι. τοῦ γὰρ Ἀλεξάνδρου καθῃρηκότος αὐτήν, εἶτα θανόντος, εἰς τέσσαρας ἀρχὰς ἡ ἐκείνου μοναρχία διῄρητο. κατ’ ἀλλήλων δὲ τῶν διαδόχων αὐτοῦ χωρησάντων καἰ ἐν ταῖς πρὸς ἀλλήλους μάχαις ἠσθενηκότων, οἱ Πέρσαι πάλιν καιροῦ λαβόμενοι ἀνεθάρσησαν καὶ πολλὰ τῆς σφετέρας ἀρχῆς ἀνεκτήσαντο. Τὸ δὲ τρίτον θηρίον παρδάλει ἢν ἐμφερές, καὶ πτερὰ εἶχε τέσσαρα πετεινοῦ ὑπεράνω αὐτῆς, καὶ τέσσαρες κεφαλαὶ τούτῳ τῷ θηρίῳ ἐπεφύκεσαν, καὶ ἐξουσίαν λέγει δοθῆναι αὐτῷ. τοῦτο δὲ τὸ θηρίον τὴν Μακεδονικὴν εἰκόνιζε βασιλείαν. παρδάλει μὲν γὰρ εἰκάσθη Ἀλέξανδρος διὰ τὸ ὀξύρροπον καὶ εὐκίνητον, ὃ καὶ τὰ πτερὰ ἐδήλουν. ἡ δὲ τούτων τετρακτὺς τὰ τέσσαρα τῆς οἰκουμένης μέρη ᾐνίττετο, ἃ πτηνοῦ διῆλθε τρόπον καὶ σχεδὸν ἁπάντων ἐκράτησεν. αἱ δέ γε τέσσαρες κεφαλαὶ τὴν μετὰ θάνατον ἐκείνου διαίρεσιν ἐσήμαινον τῆς ἀρχῆς. εἰς γὰρ τέσσαρας βασιλείας ἡ ἐκείνου διῄρητο ἐπικράτεια, καὶ τῆς μὲν Αἰγύπτου Πτολεμαῖος ὁ Λάγου κεκράτηκε καὶ οἱ ἐξ ἐκείνου μέχρι τῆς Κλεοπάτρας, τῆς δὲ Συρίας καὶ τῶν αὐτῇ προσεχῶν ὁ Σέλευκος ἐκυρίευσεν, Ἀντίγονος δὲ τὴν Ἀσίαν ὑφ’ ἑαυτὸν ἐποιήσατο, τῆς δὲ Μακεδονίας ἦρξεν ὁ Ἀντίπατρος, ὡς δέ τινες ἱστοροῦσιν, Ἀριδαῖος ἀδελφὸς ἑτεροθαλὴς ἐκ πατρὸς ὢν Ἀλεξάνδρου.φησὶ γὰρ ὁ Χαίρων ἐὺς τὸν Περδίκκαν μετὰ θάνατον Ἀλεξάνδρου ἐν μεγίστῃ δυνάμει ὄντα εὐθὺς τὸν Ἀριδαῖον ὥσπερ δορυφόρημα βασιλείας ἐφέλκεσθαι, γεγονότα μὲν ἐκ γυναικὸς ἀδόξου καὶ κοινῆς, ἀτελῆ δὲ τὴν φρόνησιν ὄντα, οὐ φύσει τοιοῦτον προαχθέντα, ἀλλὰ τῆς Ὀλυμπιάδος φαρμάκοις διαφθειράσης αὐτῷ τὴν διάνοιαν.Τοῦ δὲ τετάρτου θηρίου εἶδος μὲν οὐκ ἐσήμανεν ὁ προφήτης, φοβερὸν δ’ εἶπε τοῦτο καὶ ἔκθαμβον περισσῶς, ὀδόντας ἔχον μεγάλους καὶ σιδηροῦς, ἐσθίον τε καὶ λεπτῦνον καὶ τὰ ἐπίλοιπα συμπατοῦν, καὶ τὸ διάφορον αὐτοῦ πρὸς τὰ προηγησάμενα θηρία ἔφη τυγχάνειν πολύ. ἡ τῶν Ῥωμαίων δὲ διὰ τούτου βασιλεία σημαίνεται. διὸ οὐδὲ εἶδος ὁ προφήτης τούτῳ οὐδ’ ὄνομα ἔθετο. πολυειδὴς γὰρ ἡ τῶν Ῥωμαίων ἀρχή, πρότερον μὲν βασιλεῦσιν ἰθυνομένη ἀπὸ Ῥωμύλου μέχρι τῶν Ταρκυνίων, τῆς δ’ ἐκείνων τυραννίδος καταλυθείσης ἀριστοκρατουμένη, τῆς συγκλήτου καὶ τῶν ὑπάτων διοικούντων τὰ πράγματα, ἔστι δ᾿ ὅτε καὶ δημοκρατουμένη, τοῦ δήμου πολλάκις πρὸς τὴν σύγκλητον στασιάσαντος, μετέπειτα δ᾿ αὐθις εἰς μοναρχίαν μεταπεσοῦσα, κἀκ ταύτης εἶς βασιλείας κλῆσιν ἐπανακάμψασα. φοβερὸν δὲ τὸ θηρίον καὶ ἔκθαμβον εἶπεν ὅτι δυνατωτέρα τῶν ἄλλων βασιλειῶν αὕτη γεγένηται, καὶ ὄσα ἡ Μακεδονικὴ μὴ ὑπέταξε βασιλεία, ὑφ’ ἑαυτὴν αὕτη ποιησαμένη, τὴν Ἑλλάδα δηλαδὴ πάσαν, τὴν Καρχηδόνα σὺν τῆ̣ Λιβύῃ, τὴν Σικελίαν, τὴν Σαρδῶ τε καὶ νήσους ἄλλας καὶ ἔθνη ἑσπέρια διάφορα ἕτερα, ὣν οὐκ ἦρξεν Ἀλέξανδρος· ἅπερ ὁ βουλόμενος γνῶναι τὰς βίβλους τοῦ Ρωμαίου Δίωνος ἀναγνώτω καὶ τὰ τοῦ Πολυβίου συγγράμματα. φοβερὸν δὲ τὸ θηρίον ἔφη καὶ ἔκθαμβον καὶ σιδηροῦς ὀδόντας ἔχον, ὡς τῆς τῶν Ῥωμαίων ἡγεμονίας τῶν ἄλλων βασιλειῶν ἁπασῶν φρικωδεστέρας γεγενημένης. καὶ ἐν τῇ εἰκόνι γὰρ τῇ κατ’ ὄναρ ὀφθείσῃ τῷ Ναβουχοδονόσορ τὸν σίδηρον τέθεικε τῆς τετάρτης βασιλείας εἰκόνισμα. τοῖς οὖν σιδηροῖς ὀδοῦσιν ἐσθίειν τὸ θηρίον εἶπε καὶ λεπτύνειν, καὶ τὰ λοιπὰ συμπατεῖν τοῖς ποσί. τὸ μὲν οὖν ἐσθίειν καὶ λεπτύνειν εἰς τὴν τῶν δασμῶν ἐξείληπται εἰσφοράν, ὡς βαρυτέρων τοῖς ὑπηκόοις φόρων ἐπιτεθέντων, οἳ τοὺς βασιλεύοντας τρέφουσι καὶ πιαίνουσι, τοὺς δ’ εἰσπραττομένους αὐτοὺς ἐκλεπτύνουσι πενητεύοντας.οἱ δὲ δασμοφορεῖν οὐκ ἠνείχοντο, τῆς ἐλευθερίας ἀντιποιούμενοι, τούτους τοῖς ποσὶ συνεπάτει τὸ θηρίον καὶ ἐξωλόθρευε διὰ τῶν ποδῶν δὲ τὸ στρατιωτικὸν ὑπαινίττεται, ὡς ἐν τούτῳ τῆς βασιλείας ἐρειδομένης καὶ βεβηκυίας καὶ ἐξ ἑτέρων μεταβαινούσης εἰς ἕτερα. καὶ κέρατα δ’ εἶναι τῷ θηρίῳ δέκα φησίν, ὑπεμφαίνων ὡς εἰς πολλὰς ἡγεμονίας ἐπ’ ἐσχάτων ἡ βασιλεία διαιρεθήσεται. ἐν μέσῳ δὲ τῶν δέκα μικρὸν ἀνιέναι κέρας, καὶ ἐκριζωθῆναι τῶν κεράτων τρία παρ’ αὐτοῦ, καὶ ὀφθαλμοὺς ἔχειν τὸ κέρας ἐκεῖνο καὶ στόμα λαλοῦν μεγάλα, καὶ πολεμεῖν τοῖς ἁγίοις. τοῦτο τὸ κέρας εἰς τὸν ἀντίχριστον ἐξειλήφασί τινες. μικρὸν δ᾿ ἐκλήθη ὡς ἀπὸ μικρᾶς φυλῆς τῶν Ἑβραίων μέλλον φυήσεσθαι. τρεῖς δὲ τῶν δέκα βασιλέων καταλύσει. διὰ δὲ τῶν ὀφθαλμῶν τὴν πονηρίαν αὐτοῦ καὶ τό πανοῦργον ᾐνίξατο, ὡς διὰ τούτων ἐξαπατῆσον πολλούς. διὰ δὲ τού μεγάλα λαλοῦντος στόματος τὴν ἀλαζονείαν αὐτοῦ καὶ τὸ ἐπηρμένον ὑπενέφηνε τοῦ φρονήματος. τὸ δὲ πόλεμον μετὰ τῶν ἁγίων ποιεῖν τὸ πᾶσαν ἐνδείξασθαι σπουδὴν δηλοῖ τῆς οἰκείας κακίας καὶ βλασφημίας ἅπαντας λαβεῖν κοινωνούς. τῆς δὲ κατὰ τοῦ θεοῦ βλασφημίας ἐκεινοῦ ἐμφαντικὸν τό λόγους εἰς τὸ ὕψος λαλήσει.” Ἐπὶ τούτοις ὁ προφήτης ἐπήγαγεν “ἐθεώρουν ἕως οὗ θρόνοι ἐτέθησαν καὶ παλαιὸς ἡμερῶν ἐκάθισε, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν, ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον, ποταμὸς πυρὸς εἷλκεν ἐκπορευόμενος ἔμπροσθεν αὐτοῦ, χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. κριτήριον ἐκάθισε καὶ βίβλοι ἀνεῴχθησαν.’ ἃ μὲν οὖν εἴρηται ποιοῦν τὸ κέρας οὐκ ἐπὶ μακρὸν διαρκέσειν ἐδείχθη τῷ Δανιήλ, ἕως δὲ ὁ αἰώνιος κριτήριον ἐκάθισεν, ἀντὶ τοῦ κρίσεως καιρὸν ἔστησε καὶ τὴν μνήμην τῶν ἑκάστῳ πεπραγμένων ἀνέπτυξε. βίβλους γὰρ τὰς ἀναμνήσεις ἐκάλεσε καὶ παλαιὸν ἡμερῶν τὸν αἰώνιον.