οἱ μὲν οὑν ἄλλοι ἠρέμουν κατὰ τὸ θέσπισμα, Δανιὴλ δὲ κατὰ τὸ ἔθος αὐτοῦ ηὔχετο τῷ θεῷ. καὶ οἱ σατράπαι κατεῖπον αὐτοῦ πρὸς τὸν βασιλέα, καὶ κατὰ τὸν νόμον ἀπῄτουν εἰς τὸν λάκκον αὐτὸν τῶν λεόντων ἐμβάλλεσθαι. βληθέντος δ’ ἐκεῖ τοῦ προφήτου, τὸν ἐπὶ τοῦ στομίου λίθον σφραγίσας ὁ βασιλεὺς ἀνεχώρησεν. ἀγωνιῶν δὲ καὶ ἀλγῶν ἄϋπνος τὴν νύκτα διήγαγεν· ἤλπιζε μὲν γὰρ μὴ βλαβήσεσθαι τὸν Δανιὴλ ὑπὸ τῶν θηρίων, εἰδὼς ὅτι πνεῦμα ἅγιον θεοῦ ἐστιν ἐν αὐτῷ, ἀλλ’ ὅμως δειλιῶν ἠγωνία μή τι αὐτῷ συμβαίη κακόν, μὴ πάνυ γινώσκων οἴα βάρβαρος τὴν δύναμιν τοῦ θεοῦ. ἄρτι δ’ ἡμέρας ἀναλαμψάσης τῷ λάκκῳ ἐπέστη καὶ ἐκάλει τὸν Δανιήλ· ὁ δὲ ἀπεκρίνατο· καὶ ὁ βασιλεὺς ἀνελκυσθῆναι τὸν προφήτην αὐτίκα ἐκέλευσε, καὶ ἀθιγῆ τοῦτον καὶ σῷον βλέπων ἐξίστατο. τῶν δὲ κατειπόντων αὐτοῦ τροφῆς κεκορεσμένους εἶναι λεγόντων τοὺς λέοντας καὶ διὰ τοῦτο μὴ θίξαι τοῦ Δανιὴλ, μισήσας αὐτοὺς τῆς πονηρίας ὁ βασιλεύς, καὶ τὸ κατὰ τοῦ προφήτου μηχάνημα καὶ τὸν δόλον ἐκείνων συνείς, δαψιλῆ παρατεθῆναι τροφὴν τοῖς θηρίοις προσέταξε, κεκορεσμένων δ᾿ ἤ δὴ τοὺς τοῦ προφήτου κατηγόρους εἰς τὸν λάκκον τῶν θηρῶν ἐμβληθῆναι προσέταξεν, ἔνα γνῶμεν εἰπών εἰ διὰ κόρον αὐτῶν οἱ λέοντες οὐ προσψαύσουσι.’ διασπαραχθέντων δ’ εὐθὺς τῶν πονηρῶν ἐκείνων ἀνδρῶν δῆλον ἅπασι γέγονεν ὡς θεία τις δύναμις τὸν Δανιὴλ συνετήρησε, τοὺς θῆρας φιμώσασα. διὸ καὶ τὸν τοῦ προφήτου θεὸν ὁ βασιλεὺς ἐμεγάλυνε, κἀκεῖνον ἐν τιμῇ πεποίητο πλείονι.Ταῦτα μὲν οὖν συμβέβηκεν ὕστερον· ἐν δὲ τῷ πρώτῳ ἔτει τῆς βασιλείας Βαλτάσαρ ἐνύπνιον ὁ προφήτης εἶδεν. ἢν δὲ τοιοῦτον τὸ ὅραμα. τέσσαρα ἐδόκει θηρία ἀνιέναι ἐκ τῆς θαλάσσης, ὧν τὸ πρῶτον λεαίνης εἶχε μορφὴν καὶ πτερὰ ὡσεὶ ἀετοῦ, ὃ καὶ ἐξήρθη ἀπὸ τῆς γῆς καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη, καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῷ. ἡ μὲν οὖν θάλασσα τὸν ἀνθρώπινον ἐδήλου βέον τὸν πολυκύμαντον καὶ πλείστας καὶ συνεχεῖς μεταβολὰς δεχόμενον καὶ περιτροπάς, τὸ δὲ θηρίον ἡ λέαινα τὴν τῶν Ἀσσυρίων βασιλείαν εἰκόνιζε, τὸ δ᾿ ἐξαρθῆναι ἀπὸ τῆς γῆς τὴν τῆς ἀρχῆς ἐκείνης ἐδήλου κατάπαυσιν καὶ τῆς ἐξουσίας τὴν περιαίρεσιν. καὶ τὸ ἐπὶ ποδῶν ἀνθρώπου στῆναι τὸ ἴσην τοῖς ὑπηκόοις γενήσεσθαι ὑπῃνίττετο, τὸ δὲ καρδίαν ἀνθρώπου δοθῆναι αὐτῇ τὸ διὰ τῆς πείρας ἀνθρώπινα φρονεῖν διδαχθῆναι καὶ μή τι τῶν ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν ἐξ ἀλαζονείας φαντάζεσθαι· καὶ τὰ πτερὰ γὰρ ἃ τό θηρίῳ παρὰ φύσιν προσεπεφύκεσαν τὴν ἔπαρσιν ἐδήλουν τῶν βασιλέων ἐκείνων καὶ τὸ ἐξ ὑπερηφανίας τοῦ νοὸς αὐτῶν ὑπερνέφελον. Τὸ δὲ δεύτερον θηρίον ἄρκῳ ὡμοίωτο, καὶ εἰς μέρος ἓν ἔστη, καὶ τρία εἶχε πλευρὰ καὶ πτερὰ ἐν τῷ στόματι. καὶ ἐλέγετο αὐτῇ ἀνάστα, φάγε σάρκας πολλάς.” τῆς Περσῶν δὲ βασιλείας ἡ ἄρκος ἐγένετο τύπωσις, διὰ τὸ ὠμὸν τοῦ ἔθνους καὶ ἀπηνές· πάντων γὰρ τῶν βαρβάρων οἱ Πέρσαι τιμωρήσασθαι ἀπηνέστροι, σκαφεύσεσί τε καὶ δορᾶς ἀφαιρέσει πικροτάτας καὶ μακροτάτας τὰς κολάσεις τιθέμενοι. Εἰκὸς δέ τισιν ἀγνοεῖσθαι τὴν κόλασιν τῆς σκαφεύσεως καλὸν οὖν καὶ ταύτην δήλην θέσθαι τοῖς ἀγνοοῦσι. δύο σκάφας ἴσας ἀλλήλαις προσμόσαντες, καὶ ταύτας ἐγκόψαντες, ὥστε τὴν κεφαλὴν τοῦ κολαζομένου ἐκτὸς περιλελεῖφθαι τῶν σκαφῶν καὶ τὰς χεῖρας, ἀλλὰ μὴν καὶ τοὺς πόδας, ὕπτιον ἐντὸς τὸν τιμωρούμενον ἀνακλίνουσι, καὶ οὕτω τὰς σκάφας προσηλοῦσιν ἀλλήλαις.εἶτα κρᾶμα ἐκ μέλιτός τε καὶ γάλακτος κερασάμενοι ἐγχέουσιν εἰς τό στόμα τοῦ ἀθλίου ἐκείνου, μέχρις ἂν ὑπερκορὴς ὁ ἄνθρωπος γένηται· καὶ ἐκ τοῦ τοιούτου κράματος τοῦ προσώπου αὐτοῦ καὶ τῶν ποδῶν καὶ τῶν χειρῶν καταχέουσιν, ὕπαιθρόν τε θέντες αὐτὸν εἱληθερεῖσθαι τῷ ἡλίῳ ποιοῦσι, καὶ οὕτως ἑκάστης ἡμέρας πράττουσιν ἐπ’ αὐτῷ. μυῖαι μὲν οὖν καὶ σφῆκες καὶ μέλισσαι διὰ τὴν τῶν καταχεθέντων γλυκύτητα ἀθροιζόμεναι τῷ τε προσώπῳ αὐτοῦ καὶ τοῖς ἄλλοις ἐφιζάνουσι μέλεσιν, ἃ τῶν σκαφῶν ἐκτός, ὡς εἴρηται, περιλέλειπται, ἐνοχλοῦσαι, αἶ δὲ τὸν ἄθλιον καὶ τιτρώσκουσαι. ἡ δέ γε γαστὴρ ἐκείνου πληρωθεῖσα τοῦ μέλιτος καὶ τοῦ γάλακτος ὑγρὰ προἵησι σκύβαλα, ὧν ἐνσηπομένων εὐλαί τε καὶ σκώληκες ἀναζέουσιν ὁ δ’ τῇ ὑγρότητι καὶ τὰς σάρκας αὐτῇ ἐνσηπόμενος καὶ ὑπὸ τόν σκωλήκων αὐτὸς δαπανώμενος οὕτως οἰκτρότερόν τε θνήσκει καὶ χρονιώτερον. ταύτῃ τῇ κολάσει χρήσασθαι ἱστορεῖται καὶ ἡ Παρύσατις ἡ Κύρου καὶ Ἀρταξέρξου μήτηρ κατὰ τοῦ ἀνελεῖν τὸν Κῦρον αὐχήσαντος, μαχόμενον περὶ τῆς βασιλείας τῷ ἀδελφῷ, ἐπὶ τεσσαρεσκαιδεκάτην ἡμέραν τῇ τιμωρίᾳ διαρκέσαντος τῆς σκαφεύσεως. Ἡ μὲν οὖν σκάφευσις τοιάδε τις εἶναι ἱστόρηταί. τὸ δέ(( ἀνάστα, φάγε σάρκας” οὐκ ἐπιτρέποντός ἐστιν, ἀλλὰ προλέγοντος τὰ ἐσόμενα πολλὴ γὰρ φθορὰ τῶν Ἀσσυρίων καὶ τῶν συμμαχούντων ἐκείνοις ὑπὸ Περσῶν τε καὶ Μηδῶν ἐγένετο. εἴποι δ’ ἄν τις καὶ τό “φάγε φάγε σάρκας πολλάς” τῆς ὠμότητος τοῦ ἔθνους σημαντικόν. τὰ δὲ τρία πλευρὰ ἢ πτερά, ἃ ἐν τῷ στόματι κατεῖχε, τὴν τόν τριῶν τμημάτων ἀρχὴν τῆς οἰκουμένης ἦν προχαράττοντα. Κῦρος μὲν γὰρ ὁ τὴν Ἀσσυρίων βασιλείαν καθῃρηκὼς τὸ ἑῷον ἅπαν μέχρι τοῦ Ἑλλησπόντου ὑπέταξεν. ὁ δὲ τούτου υἱὸς Καμβύσης καὶ τὴν Αἴγυπτον καὶ τὴν Αἰθιοπίαν ἔσχεν ὑφ’ ἑαυτόν· νότιοι δ’ αἶ χῶραι αὗταί εἰσι. Δαρεῖος δὲ ὁ Ὑστάσπου καὶ τοὺς νομάδας ἐχειρώσατο Σκύθας· οὗτοι δ’ οἰκοῦσι τὸ κλίμα τὸ βόρειον.