ἠπόρουν δ᾿ ἐκεῖνοι καὶ οὐκ εἶχον λέγειν τοῦ ἐνυπνίου τὴν δήλωσιν. εἶτα πάλιν καταφεύγει ἐπὶ τὸν Δανιὴλ καὶ διηγεῖται αὐτῷ τὸ ἐνύπνιον καὶ ἠξίου λέγειν τὸ σύγκριμα· “δύνασαι γάρ” φησίν, “ὅτι πνεῦμα θεοῦ ἅγιον ἐν σοί.” ὁ δέ “κύριέ μου” φησί “βασιλεῦ, τὸ ἐνύπνιον τοῦτο τοῖς μισοῦσί σε.” εἶτα τὴν σημασίαν ἐξηγεῖται αὐτῷ καί φησι “τὸ δένδρον τὸ μέγα, ὃ ἑώρακας, σὺ εἶ, ὦ βασιλεῦ, ὅτι ἐμεγαλύνθης καὶ ἴσχυσας, καὶ ἡ μεγαλωσύνῃ σου ἔφθασεν εἰς τὸν οὐρανόν, καὶ ἡ Κυρεία σου εἰς τὰ πέρατα τῆς γῆς, μεγαλωσύνην δὲ τὴν τοῦ νοὸς ἐκάλεσεν ἔπαρσιν καὶ τοῦ φρονήματος τὸ ὑπέρογκον· “ὅτι δὲ Ἱρ’ εἶδες ἄγιον ἐκ τοῦ οὐρανοῦ καταβαίνοντα,” τουτἐστιν ἄγγελον θεῖον· τὸ γὰρ Ἳρ ἐξελληνιζόμενον τὸν ἐγρηγορότα δηλοῖ, δι’ οὗ τὸ ἀσώματον ὑπαινίττεται· ὁ γὰρ σῶμα περικείμενος ὕπνῳ δουλοῦται, ὁ τούτῳ δὲ μὴ δουλεύων ἀσώματον ἔχει φύσιν, “ὅτι τοίνυν τὸν ἐγρηγορότα” φησίν “ἐκεῖνον εἶδες φωνήσαντα ἐκκοπῆναι τὸ δένδρον, ἐαθῆναι δὲ τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ, καὶ τὰ λοιπά, ἔλπιζε τῆς βασιλείας μὲν ἐκπεσεῖν καὶ τῆς πρὸς ἀνθρώπους κοινωνίας ἐκδιωχθῆναι, θηρίοις δὲ συναυλίζεσθαι καὶ χόρτον ἐσθίειν, μὴ μέντοι πάντῃ τῆς βασιλείας στερηθῆναι, ἐπανασωθῆναι δέ σοι αὖθις αὐτήν· τούτου γὰρ εἶναι σημαντικὸν τὸ τὴν φυὴν τόν ῥιζῶν ἐαθῆναι τοῦ δένδρου. τοιαύτην τῷ Ναβουχοδονόσορ ὁ Δανιὴλ τὴν ἐξήγησιν τοῦ ὁράματος ἐποιήσατο. καὶ γέγονε πάντα κατὰ τὸν θεῖον χρηματισμόν, καὶ μανίαν νοσήσας ὁ βασιλεὺς βασιλεὺς διὰ τὸ ἀλαζονικόν τε καὶ ὑπερήφανον καὶ ἐπὶ τῆς ἐρήμου διατρίψας ἑπταετίαν, οὐδενὸς ἐπιθεμένου τῇ βασιλείᾳ αὐτοῦ πάλιν ἀπολαμβάνει αὐτὴν ἱλεωσάμενος τὸν θεόν. ἔτη δὲ τρία βασιλεύσας καὶ τεσσαράκοντα τελευτᾷ. μνῆσθαι δὲ αὐτοῦ ὁ Ἰώσηπος λέγει καὶ πολλοὺς τῶν ἀρχαίων ἱστορικῶν, τόν τε Βηρωσὸν καὶ τὸν Μεγασθένη καὶ τὸν Διοκλέα καὶ τόν Φιλόστρατον.Τούτου δὲ τελευτήσαντος Εὐιλὰδ Μαροδὰχ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος τὴν ἀρχὴν διαδέχεται. ὃς αύτίκκ λύει μὲν τῶν δεσμῶν τὸν βασιλέα Ἰωακεὶμ τὸν καὶ Ἱεχονίαν καλοῦ μένον, ὃν καθειργμένον εἶχεν ὁ Ναβουχοδονόσορ, καὶ τιμῆς ἀξιοῖ, δίδωσι δὲ καὶ δωρεὰς αὐτῷ καὶ ὁμοδίαιτον εἶχε διὰ παντός.Καὶ τούτου δὲ παρελθόντος εἰς τὸν ἀδελφὸν αὐτοῦ τοῦ μετῆλθεν ἡ βασιλεία Βαλτάσαρ καλούμενον, καθ’ οὗ Κῦρος μετὰ Περσῶν τε καὶ Μηδῶν ἐστράτευσεν. οὗτος γοῦν πότον ποιήσας τοῖς μεγιστᾶσιν αὐτοῦ, καὶ μετὰ τῶν παλλακῶν κατακείμενός τε καὶ φεθυσκόμενος, ἐκέλευσεν ἐνεχθῆναι τὰ σκεύη τὰ ἱερὰ ἃ ἐξ Ἱεροσολύμων ὁ Ναβουχοδονόσορ ἐσύλησεν καὶ τοῖς οἰκείοις θεοῖς ἀνατέθεικε· κομισθέντων δ’ ἐκείνων, οἶς ὁ πατὴρ αὐτοῦ οὐκ ἐχρήσατο, αὐτὸς ἐκέχρητο τούτοις, καὶ μεταξὺ πίνων ἐβλασφήμει κατὰ τοῦ θεοῦ. ὁρᾷ τοίνυν ἀστράγαλον ἐκ τοῦ τοίχου προΪόντα χειρὸς ἀνθρωπίνης καὶ γράφοντα ἐπὶ τὸ κανίαμα τοῦ τοίχου · καὶ ἐξέστη, καὶ ἡ μορφὴ αὐτοῦ ἠλλοιώθη. καὶ τοὺς Χαλδαίους καὶ τοὺς μάγους καλέσας τὴν τῶν γραμμάτων ἀπῄτει δήλωσιν, καὶ ἀμοιβὰς μεγάλας δώσειν ἐκήρυξε τῷ σαφηνίσοντι τὴν σημασίαν αὐτῶν· ἀλλ’ ἦσαν ἄγνωστα πᾶσι τὰ γεγραμμένα. ἀθυμοῦντα δὲ τὸν βασιλέα καὶ τεταραγμένον ἔδουσα ἡ μάμμη αὐτοῦ ἔφη ὡς “εἰ μεταπεμφθῇ Βαλτάσαρ ὁ Ἰουδαῖος, ὅς καὶ τῷ Ναβουχοδονόσορ πολλὰ ἐσήμανεν ἃ ἕτερος οὐδεὶς ἐκφράσαι ἠδύνατο, ἐκεῖνός σοι τὸ ἀπόρρητον τούτων τῶν συλλαβῶν σημανεῖ· ἔστι γὰρ πνεῦμα ἅγιον θεοῦ ἐν αὐτῷ. αὐτίκα τοίνυν καλέσας Βαλτάσαρ τὸν Δανιὴλ ὁ κρατῶν ἠξίου δηλοῦν αὐτῷ περὶ τῶν γραμμάτων, καὶ μὴ ὑποσταλῆναι, κἂν εἴη σκυθρωπὸν τὸ ὑπ’ αὐτῶν σημαινόμενον· καὶ γέρας δώσειν αὐτῷ ἐπηγγέλλετο πορφύραν ἐνδεδύσθαι καὶ περιαυχένιον χρύσεον, καὶ τὸ τρίτον τῆς ἀρχῆς μέρος. Δανιὴλ δὲ τὰς μὲν δωρεὰς παρῃτεῖτο, μηνύειν δ’ ἔλεγε τὰ γεγραμμένα αὐτῷ τοῦ βίου καταστροφήν, ὅτι μηδ’ οἶς ὁ πατὴρ αὐτοῦ δι’ ἀσέβειαν ἐκολάσθη ἐσωφρονίσθη αὐτός, ἀλλὰ τοῖς σκεύεσι τοῦ θεοῦ μετὰ τῶν παλλακῶν εἰς διακονίαν ἐχρήσατο.τὰ μὲν οὖν γράμματα ἀνεγίνωσκεν οὕτως ‘‘μανὴ θεκὲλ φαρές,” τὴν δὲ τούτων σημασίαν ἑρμηνεύων ἔλεγεν “ἠρίθμησεν ὁ θεὸς τὸν χρόνον τῆς ζωῆς σου καὶ τῆς ἀρχῆς σου, καὶ εἰς ἄγαν βραχὺ περιἐστη.” ἐξελληνιζομένη γὰρ ἡ λέξις λέγοιτ’ ἂν ἀριθμός. οὕτω μὲν οὖν ἡρμήνευσε τὸ μανή, τὸ δέ γε θεκὲλ σημαίνειν ἔφη σταθμόν. στήσας οὑν τὸν ὅρον τῆς βασιλείας σου ὁ θεός, καταφέρεσθαι ταύτην δηλοῖ καὶ κεκλάσθαι·” καὶ κλάσμα τὸ θεκὲλ σημαίνει καθ’ Ἑλλάδα διάλεκτον. τὸ δὲ φαρὲς διαίρεσιν ἑρμηνεύων ὁ προφήτης, τοῦτο γὰρ εἰς Ἕλληνα φωνὴν ἡ λέξις μεταγομένη δηλοῖ, διαιρεθῆναι τὴν βασιλείαν αὐτοῦ ἔλεγεν εἰς Πέρσας καὶ Μήδους παρὰ θεοῦ. τὰ μὲν οὖν ἐν τῷ τοίχῳ γεγραμμένα οὕτως ἀνέγνω ὁ Δανιήλ, καὶ τοιαύτην τὴν τῶν συλλαβῶν ἐκείνων ἐποιήσατο σύγκρισιν, τὴν ἑρμηνείαν δηλαδή· τὸν δὲ βασιλέα λύπη κατέσχε. καὶ μετ᾿ ὀλίγον ἡ τοῦ προφήτου ἐκβέβηκε πρόρρησις, Κύρου τοῦ Περσῶν βασιλέως ἐπ’ αὐτὸν ἐλάσαντος, ὑφ’ οὗ ἥ τε Βαβυλὼν ἐλήφθη καὶ ὁ Βαλτάσαρ ἐν τῇ ἁλώσει ἀνῄρητο. εἶσί δ’ οἳ κατὰ τὴν νύκτα ἐκείνην, καθ’ ἣν τὸν ἀστράγαλον τὸν γράφοντα ἐθεάσατο, φασὶ καὶ τὴν πόλιν αἱρεθῆναι κἀκεῖνον ἀναιρεθῆναι. Μετὰ δὲ τὴν τῆς Βαβυλῶνος ἅλωσιν ὁ προφήτης Δανιὴλ παρὰ Δαρείου τοῦ Μήδου, ὃς καὶ Κυαξάρης ὠνόμαστο καὶ μητράδελφος ἦν τοῦ Κύρου, υἷός ὢν Ἀστυάγους τοῦ βασιλεύσαντος Μήδων, εἰς Μηδίαν μετήνεκτο καὶ πάσης ἠξιοῦτο τιμῆς. οὕτω δ᾿ ἔχων ἐφθονήθη παρὰ τῶν ἐν Μήδοις ὑπερεχόντων, καὶ μηχανῶνται τρόπον καθ’ ὃν ἤλπισαν ἀπολέσαι αὐτόν. ὁρῶντες γὰρ αὐτὸν τρὶς τῆς ἡμέρας προσευχόμενον τῷ θεῷ, προσίασι τῷ Κυαξάρῃ τῷ καὶ Δαρείῳ, ἐξιοῦντες αὐτὸν θεῖναι νόμον ἔν ἐπὶ τριάκοντα ἡμέρας μή τις ἢ τοῖς θεοῖς προσευχόμενος εἴη μήτ’ αὐτοῦ τοῦ βασιλέως δεόμενος, καὶ τὸν μὴ τὸν νόμον φυλάξαντα εἰς τὸν τῶν λεόντων λάκκον ἐμβάλλεσθαι. ὁ δὲ τὸ κατὰ τοῦ Δανιὴλ παρ’ αὐτῶν τυρευόμενον ἀγνοήσας προυτεθείκει πρόγραμμα τὰ εἰρημένα διαταττόμενον.