ὅ τε γὰρ Καῖσαρ τῆς μοναρχίας ὀριγνηθεὶς ἐμφυλίους πολέμους πρὸς τὸν Μάγνον Πομπήιον καὶ πρὸς τοὺς ἄλλους, οἳ τῆς ἐλευθερίας ἀντεποιοῦντο τῆς παλαιᾶς, συνεστήσατο, καὶ πρὸς τοὺς ἀνελόντας αὖθις αὐτὸν ὁμοίας μάχας ὁ Καῖσαρ ὁ Αὔγουστος καὶ ὁ Ἀντώνιος συνεκρότησαν, εἶτ᾿ αὖθις ἄμφω πρὸς ἀλλήλους οὗτοι περὶ τῆς αὐταρχίας διαφερόμενοι πολέμους βαρεῖς κεκινήκασιν, ἀμφοτέρωθεν ἐν πάσαις ταῖς μάχαις φθειρομένων ὁμογενῶν, κἀντεῦθεν τῆς Ρωμαϊκῆς ἐλαττουμένης δυνάμεως. καὶ οὐδ’ ἐν τοῖς μετέπειτα τὰς στάσεις λωφησάσας ἴδοι τις ἄν. Εἰ δέ τις πρὸς τὰς ὕστερον βασιλείας τὴν τοῦ σιδήρου καὶ τοῦ ὀστράκου φύσιν παραβαλεῖ, εὑρήσει πῇ μὲν ἰσχυρὰν τὴν τῶν Ῥωμαίων ἀρχήν, πῆ̣ δ᾿ ἀσθενοῦσαν καὶ τὸ πλεῖστον τῆς παλαιᾶς ἀποβεβληκυπῖαν ἐπικρατείας, καὶ πολλοστῷ νῦν μέρει τῆς παλαιᾶς ἐκείνης περιγεγραμμένην ἡγεμονίας. Τὰ μὲν οὖν τῶν τεσσάρων βασιλειῶν ἐν τούτοις· ἡ δὲ λοιπή τε καὶ ἀκατάλυτος, ἣν ὁ λίθος εἰκόνιζεν ὃς ἄνευ χειρῶν ἐτμήθη καὶ τὰς ὕλας ἐλέπτυνεν ἐξ ὧν συντέθειτο ἡ εἰκών, καὶ τὴν γῆν ἐπλήρωσεν ἅπασαν, ἣν εἰς τοὺς αἰῶνας ὁ προφήτης εἴρηκε μὴ διαφθαρήσεσθαι, ἡ μέλλουσα ἐπιφάνεια εἴη ἂν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἥτις, τῆς σιδηρᾶς βασιλείας γενομένης ἀσθενεστέρας διὰ τὴν τοῦ ὀστράκου ἐπιμιξίαν, ἀναφανήσεται· ὅτε αὐτῷ τὰ πάντα ὑποταγήσεται, καὶ βασιλείας ἀτελευτήτου τε καὶ ἀδιαφθόρου ἀξιώσει τοὺς ταύτης ἀξίους ἑαυτοὺς καταστήσαντας. λίθον γὰρ εἴωθεν ἡ γραφὴ καλεῖν τὸν Χριστόν. ὅ τε γὰρ Δαβίδ “λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες” ἔφη, “οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας,” καὶ ὁ Ἠσαίας ἐκ προσώπου φησὶ τοῦ θεοῦ ἰδοὺ τίθημι ἐν Σιῶν λίθον ἀκρογωνιαῖον.” καὶ ὁ μέγας Παῦλος ἀκρογωνιαῖον καλεῖ τὸν Χριστόν, ἐφ’ ᾧ ἐποικοδομηθῆναι τοὺς πιστεύσαντας ἔγραψε.κᾶέ πάλιν λέγει “θεμέλιον ἕτερον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός.’ κᾶέ αὖθις ἑτέρωθι “ ἔπινον ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός.” καὶ πέτρα δὲ σκανδάλου καὶ λίθος προσκόμματος λέγεται, καὶ πολλαχοῦ ἂν εὑρεθείη λίθος καὶ πέτρα κεκλημένος ὁ κύριος . τὸ δ᾿ ἄνευ χειρῶν τμηθῆναι τὴν ὑπὲρ φύσιν αὐτοῦ γέννησιν προεδήλου, τὴν ἄνευ σπορᾶς, τὴν γαμικῆς ὁμιλίας χωρίς. ὄρος μὲν γὰρ ἡ του Ἰούδα νομισθείη φυλή, ἐξ ἦς ὁ Δαβίδ· λίθος δὲ ὁ Χριστός, τμηθεὶς ἐξ αὐτῆς κατὰ τὸ ἀνθρώπινον· ἄνευ δὲ χειρῶν, ὅτι μὴ κατὰ τοὺς φυσικοὺς προῆλθε θεσμούς, ἀλλ’ ἐξ ἀπειράνδρου καὶ ἁγίας γαστρός. ὃς μικρὸς μὲν ἐδόκει πρότερον διὰ τὴν φύσιν τῆς ἀνθρωπότητος , προιὼν δὲ τὴν οἰκουμένην πάσαν τῆς οἰκείας δόξης ἐπλήρωσε, καὶ ἔτι μᾶλλον πληρώσει κατὰ τὴν μέλλουσαν αὐτοῦ ἐπιφάνειαν. Ο μὲν οὖν προφήτης τό τε ἐνύπνιον τῷ Ναβουχοδονόσορ ἀπήγγειλε καὶ τὴν τούτου σύγκρισιν ἀνεκάλυψεν, ὁ δὲ θαυμάσας ἐπὶ πρόσωπον ἔπεσε καὶ τῶ Δανιὴλ προσεκύνησε καὶ θύειν αὐτῷ διετάξατο, οὐκ ἐκείνῳ τὴν ἅπασαν ἀπονέμων τιμὴν ὁ ἀλαζὼν ἐκεῖνος καὶ ὑπερήφανος, ἀλλὰ τῷ παρ’ ἐκείνου θρησκευομένῳ θεῷ. ἔφη γάρ ἐπ’ ἀληθείας ὁ θεὸς ὑμῶν οὗτός ἐστι θεὸς θεῶν καὶ κύριος βασιλέων καὶ ἀποκαλύπτων μυστήρια.” δώματά τε αὐτῷ παρέσχε πολλά, καὶ πάσης τῆς Βαβυλῶνος κατέστησεν ἄρχοντα, καὶ αλτάσαρ αὐτὸν ἐπωνόμασε, τὴν προσηγορίαν αὐτῷ θέμενος τοῦ οἰκείου θεοῦ.Εἶτα χρύσεον ἀνδριάντα στήσας πήχεων μὲν τὸ ὕψος ἐξήκοντα, πλάτος δὲ ἒξ, συνεκάλεσεν ἐξ ἁπάσης αὐτοῦ τῆς ἀρχῆς τοὺς πρώτους, προστάξας, ὅταν ἀκούσωσι τῆς σάλπιγγος, τότε πεσόντας προσκυνεῖν τὸν ἀνδριάντα, τοὺς δ᾿ ἀπειθήσαντας εἰς τὴν τοῦ πυρὸς ἐμβληθῆναι κάμινον, ἣν ἐκεῖ μεγάλην ἐξέκαυσε καὶ σφοδράν. πάντων οὖν προσκυνούντων οἱ τρεῖς νεανίαι, οὓς συγγενεῖς τοῦ Δανιὴλ ἡ ἱστορία παρέδωκε, μὴ παραβῆναι τὰ πάτρια θέλοντες οὐ προσεκύνησαν. καὶ οἱ μὲν εἰς τὴν κάμινον αὐτίκα ἐβλήθησαν· D τὸ δὲ πῦρ ἐκείνων οὐχ ἥψατο, ἀλλ’ ἑστῶτες ἐν μέσῳ τῆς ἀνυποστάτου φλογὸς ἐκείνης ὕμνον ἀνέπεμπον τῷ θεῷ. συνειστήκει δὲ τοῖς τρισὶν ἐκείνοις καὶ τέταρτος· ἄγγελος δ’ ἦν συγκαταβὰς αὐτοῖς καὶ τὸν φλογερὸν ἐκεῖνον ἀέρα μετατρέπων εἰς αὔραν δροσώδη. ταῦτα ἐξέστησαν τὴν θηριώδη ψυχὴν τοῦ βασιλέως ἐκείνου καὶ ἀτεράμονα, καὶ τὸν τῦφον ἀφεὶς πρόσεισι καὶ ἐξ ὀνόματος τοὺς νεανίας καλεῖ καὶ τὸν θεὸν αὐτῶν εὐλογεῖ, καὶ τοὺς ἄνδρας ἐκείνους τιμῆς ἀξιοῖ καὶ ἡγεμόνας τῶν ἐν Βαβυλῶνι πάντων Ἰουδαίων καθίστησιν. Ὁρᾷ δὲ μετ᾿ ὀλίγον ὁ Ἀσσύριος ἐκεῖνος ἐνύπνιον ἕτερον. δένδρον ἑώρα μέγα τε καὶ τῆς γῆς περιέχον τὰ πέρατα, φύλλοις ὡραϊζόμενον καὶ βρῖθον καρπῷ. ὑπ᾿ αὐτὸ δὲ κατεσκήνουν τὰ θηρία τὰ ἄγρια, καὶ τὰ πετεινὰ ἐν τοῖς κλάδοις κατῴκει αὐτοῦ. εἶτα Ἲρ εἶδεν οὐρανόθεν ἐλθόντα καὶ ἐν ἰσχύϊ φωνήσαντα “ἐκκόψατε τὸ δένδρον, καὶ τοὺς κλάδους αὐτοῦ ἐκτίλατε, καὶ τὰ φύλλα ἐκτινάξατε, καὶ διασκορπίσατε τὸν καρπὸν αὐτοῦ, πλὴν ἐάσατε τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ· καὶ ἐν δεσμῷ σιδηρῷ καὶ ἐν τῇ χλόῃ τῆς γῆς καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ αὐλισθήσεται, καὶ μετὰ τῶν θηρίων ἡ μερὶς αὐτοῦ, καὶ ἡ καρδία αὐτοῦ ἀπὸ τῶν ἀνθρώπων ἀλλοιωθήσεται, καὶ καρδία θηρίου δοθήσεται αὐτῷ, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπ᾿ αὐτόν.” ταύτην ἰδὼν τὴν ὄψιν συγκαλεῖ πάλιν τοὺς μάγους καὶ τοὺς σοφοὺς Βαβυλῶνος καὶ ζητεῖ μαθεῖν τὰ δι᾿ αὐτῆς σημαινόμενα.