οἱ δὲ αὐτὸν ἤθελον πρότερον εἰπεῖν τό ἐνύπνιον, καὶ οὕτως αἰτεῖν ἐξ ἐκείνων τὸ σημαινόμενον. ὠργίσθη ἐπὶ τούτοις ὁ βασιλεὺς καὶ θάνατον ἀπάντων κατεψηφίσατο μὴ δύνασθαι λεγόντων εὑρηκέναι τὸν ὄνειρον. τούτοις ὡς σοφοὶ καὶ Δανιὴλ καὶ οἱ τρεῖς παῖδες καὶ συνεκλήθησαν καὶ συγκατεκρίθησαν. πρόσεισι τοίνυν ὁ Δανιὴλ τῷ τῶν βασιλικῶν σωματοφυλάκων ἐξάρχοντι, καὶ ἠξίωσεν ἐπὶ μίαν νύκτα τὴν ἀναίρεσιν τῶν κατακριθέντων ὑπερτεθῆναι· · “ἴσως γάρ” ἔφη “δι᾿ αὐτῆς δεηθησόμεθα τοῦ θεοῦ καὶ γνωσόμεθα τὸ ἐνύπνιον.” ἐνέδωκεν ὁ βασιλεὺς πρὸς τὴν αἴτησιν. καὶ συμπαραλαβὼν ὁ Δανιὴλ καὶ τοὺς τρεῖς αὐτοῦ συγγενεῖς παῖδας ἱκέτευσε διὰ τῆς νυκτὸς τὸν θεόν. δηλοῦται οὖν αὐτῷ θεόθεν καὶ τὸ ἐνύπνιον καὶ τὰ δι’ αὐτοῦ σημαινόμενα. καὶ μεθ’ ἡμέραν ἀπῄει πρὸς τὸν βασιλέα καί οἱ παρὰ τοῦ θεοῦ ἔφη γνωρισθῆναι αὐτῷ καὶ τὸ ὄναρ καὶ τὴν αὐτοῦ δήλωσιν, ἐλεήσαντος τοὺς ἀδίκως διὰ τοῦτο ἀποθανεῖν κινδυνεύοντας, “οὐδὲν δ’ ἧττον καὶ σὲ τὸν θέλοντα ἀναιτίως τοσούτους κτεῖναι ἐξ ὧν ἀπῄτεις ἀδύνατα, ἃ μόνῃ τῇ θείᾳ φύσει γνωστά. ἃ δ’ ἐθεάσω τοιαῦτά εἰσιν. ἐδόκεις ὁρᾶν ἀνδριάντα μέγαν ἑστῶτα, οὗ χρυσῆ μὲν ἡ κεφαλή, οἱ δὲ ὦμοι καὶ οἶ βραχίονες ἀργυροῖ, ἡ δέ γε γαστὴρ μετὰ τῶν μηρῶν ἐκ χαλκοῦ, αἱ κνῆμαι δὲ καὶ οἱ πόδες ἦσαν μέρος μέν τι σιδήρεοι, μέρος δέ τι ὀστράκινοι. εἶτα λίθος ἐξ ὄρους ἀπορραγεὶς τῷ ἀνδριάντι ἔδοξεν ἐμπεσεῖν καὶ συντρῖψαι αὐτόν, καὶ λεπτῦναι τὸν χρυσὸν καὶ τὸν ἄργυρον καὶ τὸν χαλκὸν καὶ τὸν σίδηρον καὶ τὸν ὄστρακον ἐς τοσοῦτον ὡς ὑπ’ ἀνέμου ἐκλικμηθῆναι καὶ σκεδασθῆναι αὐτά. ὁ δὲ λίθος ἐδόκει αὐξῆσαι καὶ εἰς τοσοῦτον μέγεθος προελθεῖν ὡς πᾶσαν ὑπ’ αὐτοῦ πεληρῶσθαι τὴν γῆν. οὕτος μὲν οὖν σοι ὁ ὄνειρος ἃ δὲ δηλοῦταί σοι δι’ αὐτοῦ, φροντίζοντι περὶ τῆς βασιλείας καὶ τίς ἄρξει μετὰ σέ, ταῦτά εἰσιν.ἡ μὲν χρυσῆ κεφαλὴ σύ τε εἶ καὶ οἱ λοιποὶ βασιλεῖς τῶν Βαβυλωνίων, τὸ πολύολβον δ’ ὁ χρυσὸς τῆς ἀρχῆς σου παραδηλοῖ· αἱ δὲ δύο χεῖρες καὶ οἱ ὦμοί διττὰς εἰκονίζουσι βασιλείας, ὺφ΄ ὡν ἡ ὑμῶν ἡγεμονία καταλυθήσεται· ἡ χαλκῆ δὲ γαστὴρ καὶ οἱ τοιοῦτοι μηροὶ βασιλέα δηλοῦσι χαλκὸν ἐνδεδυμένον, ὃς τοὺς ὑμάς καταλύσοντας καθαιρήσει· τὴν δ΄ ἐκείνου βασιλείαν αὖθις ἑτέρα καταπαύσει δυνατωτέρα· τοῦ τε γὰρ χρυσοῦ καὶ τοῦ ἀργύρου καὶ τοῦ χαλκοῦ ὁ σίδηρος δυνατώτερος.” ὁ μὲν γὰρ χρυσός, καὶ μᾶλλον ὁ καθαρώτατος, τοῦ ἀργύρου ἐστὶ μαλακώτερος· ὁ δ’ ἄργυρος τοῦ μὲν χρυσοῦ στεγανώτερος, τοῦ δὲ χαλκοῦ τυγχάνει χαυνότερος· ὁ δὲ σίδηρος αὖθις καὶ τοῦ χαλκοῦ στερεώτερος. κεφαλῆ̣ μὲν οὖν ἡ τῶν Ἀσσυρίων βασιλεία ἀπείκασται, ὡς προγενεστέρα τῶν ἄλλων καὶ τῷ χρόνῳ προάγουσα. δευτέραν δὲ τὴν τῶν Μηδῶν καὶ τῶν Περσῶν ἐκάλεσεν, αἳ τὴν τῶν Ἀσσυρίων ἀρχὴν καθῃρήκασιν. ὁ γὰρ Κῦρος, ὥσπερ ἱστορηθήσεται, Πέρσης μὲν ἦν πατρόθεν, τοῖς δὲ Μήδοις προσῆκεν ἐκ τῆς μητρός· ὃς ἄμφω τὰ ἔθνη συμπαραλαβὼν καὶ πολεμήσας τοῖς Ἀσσυρίοις τὴν αὐτῶν βασιλείαν κατέλυσε. τῇ δυάδι δὲ τῶν χειρῶν ἡ τῶν ἐθνῶν τούτων ἀμφοῖν δυὰς εἰκονίζεται. τρίτην δὲ βασιλείαν τὴν τῶν Μακεδόνων καλεῖ. τῷ χαλκῷ δὲ ταύτην ἀπείκασεν ὡς δυνατωτέραν, οἷα καὶ τὴν Περσικὴν σικὴν ἀρχὴν καταλύσασαν. καὶ διὰ μὲν τῆς κοιλίας ἡ Ἀλεξάνδρου μοναρχία ὑποτυποῦται, διὰ δὲ τῶν μηρόν ἡ μετὰ θάνατον ἐκείνου τῆς βασιλείας διαίρεσις καὶ ὁ αὐτῆς μερισμός. τετάρτην δὲ βασιλείαν τὴν τῶν Ῥωμαίων ἐκάλεσεν, ᾗ τὸν σίδηρον ἀπένειμε διὰ τὸ στερέμνιον. ταῖς δὲ κνήμαις αὐτὴν εἰκόνισεν διὰ τὸ μετάχρονον· τῶν γὰρ ἄλλων μεγάλων βασιλειῶν μεταγενεστέρα ἡ τῶν Ῥωμαίων, καὶ αἱ κνῆμαι δὲ καὶ οἱ πόδες τελευταῖα μέρη τοῦ σώματος. τὸ δὲ τῷ σιδήρῳ ἀναμεμῖχθαι τὸ ὄστρακον αἰνίττεται τὸ ἰσχυρὰν μὲν εἶναι τὴν βασιλείαν, ἔχειν δὲ παρ’ ἑαυτῇ καὶ εὔθραυστόν τι καὶ ἄναλκι·τοιοῦτον γὰρ τὴν φύσιν τὸ ὄστρακον, συγκείμενον ἐκ πηλοῦ.Εἰ μὲν οὖν πρὸς τὴν προτέραν κατάστασιν τῆς Ῥωμαίων ἡγεμονίας ἀναγαγεῖν τις βουληθείη τὸ ὅραμα, ὅτε ἡ γερουσία καὶ οἱ δικτάτωρες καὶ οἱ ὕπατοι καὶ οἱ δήμαρχοι καὶ ὁ δῆμος τῆς τῶν πολιτικῶν πραγμάτων ἀντείχοντο διοικήσεως, εὑρήσει πολλαχοῦ τὸν δῆμον τῇ γερουσίᾳ διαφερόμενον καὶ στάσεις ἐγειρομένας, ἄλλα μὲν τῶν τῆς βουλῆς διαταττομένων, ἄλλα δὲ τῶν τοῦ πλήθους ἀντεισαγόντων, ὡς ἐκ τούτου μάχεσθαί τε ἀλλήλοις καὶ σφίσι τὰ πράγματα διὰ τὴν σιχόνοιαν ἔστιν οὑ ῥέπειν ἐπὶ τὸ χείρον’ καὶ ἀσθενέστερον. σιδήρῳ μὲν οὖν ἄν τις εἰκονίσαι τὴν σύγκλητονW κλῆτον διὰ τὸ τῆς γνώμης στερέμνιον, ὀστράκῳ δ’ ἂν εἰκασθείη τὸ πλῆθος, ἀναμεμιγμένον ὂν τοῖς ἐν τέλει καὶ τῇ βουλῇ, διά τε τὸ συρφετῶδες καὶ τὸ χαμαίζηλον, τοιοῦτον γὰρ ὁ πηλὸς ὅθεν τὸ ὄστρακον γίνεται, καὶ διὰ τὸ εὐμετάβολον καὶ τὴν ἀσθένειαν τοῦ φρονήματος. εἴωθεν γὰρ τὸ πλῆθος ἀστατεῖν ῥᾳδίως τε μετάγεσθαι καὶ μεταβουλεύεσθαι· ταῦτα δέ τις εὑρήσει πλειστάκις τῇ Ῥωμαϊκῇ πολιτείᾳ συμβεβηκότα, ἐπιὼν τὰ περὶ ταύτης ἀρχαῖα συγγράμματα. Εἰ μὲν οὖν πρὸς τὴν προτέραν κατάστασιν τῆς Ῥωμαϊκῆς πολιτείας ἀναφέροι τις τὴν διαφορὰν τῶν ὑλῶν καὶ τὴν μίξιν αὐτῶν, ταῦτ’ ἂν ἴσως λογίσαιτο, εἰ δὲ πρὸς τὴν ὑστέραν, ὅτε πρὸς μοναρχίαν ἐξ ἀριστοκρατίας μετήνεκτο Ῥωμαίοις τὰ πράγματα, καὶ πρὸς τὴν εἰσ’ ἔπειτα τῆς βασιλείας κατάστασιν, καὶ τότε πλείστην ἄν καταλάβοι τῇ πολιτείᾳ προξενήσασαν βλάβην τὴν πρὸς ἀλλήλους τῶν Ῥωμαίων διχόνοιαν.