ἔφη τοίνυν ἐγώ, Κροῖσε, τοὺς στρατιώτας ὁρῶν πεπονηκότας καὶ πλεῖστα κινδυνεύοντας καὶ νῦν νομίζοντας πόλιν ἔχειν τὴν πλουσιωτάτην τῶν ἐν Ἀσίᾳ μετὰ Βαβυλῶνα, ἀξιῶ ὠφεληθῆναι τοὺς στρατιώτας, ἐφεῖναι δ’ αὐτοῖς διαρπάσαι τὴν πόλιν οὐ βούλομαι.” ὁ δὲ Κροῖσος “ἀλλ’ ἐμέ ἔφη ἔασον λέξαι πρὸς οὓς ἂν ἐγὼ Λυδῶν ἐθέλω ὅτι μὴ γενέσθαι ἁρπαγὴν παρὰ σοῦ διαπέπραγμαι, καὶ ἴσθι σοι ἔσεσθαι παρ’ ἑκόντων Λυδῶν πᾶν ὅ,τι ἐν Σάρδεσι τίμιον. πρῶτον δὲ ἐπὶ τοὺς ἐμούς” εἶπε θησαυροὺς πέμπε καὶ λάμβανε ὅσα βούλει.” Ταῦτα μὲν οὖν οὕτω ποιήσειν ὁ Κῦρος κατέθετο, καὶ τότε ἐπὶ τούτοις τὴν ἡμέραν διήγαγον· τῇ δ’ ἐξῆς καλέσας ὁ Κῦρος τῶν φίλων τινάς, τοὺς μὲν τοὺς θησαυροὺς παραλαμβάνειν ἐκέλευσε, τοὺς δὲ ὁπόσα παραδοίη ὁ Κροῖσος χρήματα. εἶτα εἴ τις ἑώρακε τὸν Ἀβραδάταν ἤρετο· εἰπόντος δέ τινος τῶν ὑπηρετῶν ὅτι ἐν τῇ μάχῃ ἀπέθανεν, ἐπαίσατο τὸν μηρόν, καὶ ἀναπηδήσας ἐπὶ τὸν ἵππον ἤλαυνεν ἐπ’ ἐκεῖνον. καὶ ὡς εἶδε τὴν Πάνθειαν χαμαὶ καθημένην καὶ τὸν νεκρὸν κείμενον, ἐδάκρυσε καὶ εἶπε “φεῦ, ὦ ἀγαθὴ καὶ πιστὴ ψυχή.” ἡ δὲ γυνή “οἶδ’ ὅτι δι’ ἐμἐ” ἔφη ‘‘ταῦτα ἔπαθεν, ’ίσως δ’, ὦ Κῦρε, καὶ διὰ σέ. ἐγώ τε γὰρ ἡ μωρὰ πολλὰ διεκελευόμην αὐτό ὅπως σοι φίλος ἄξιος λόγου φανείη, αὐτός τε τί ἂν ποιήσας χαρίσοιτό σοι ἐνενόει. καὶ οὗτος μὲν ἀμέμπτως τετελεύτηκεν, ἐγὼ δ’ ἡ παρακελευομένη ζῶσα παρακάθημαι.” καὶ ὁ Κῦρος χρόνον μέν τινα σιωπῇ κατεδάκρυεν, ἔπειτα πολλὰ τοῦ πάθους εἶπε παρηγορήματα, εἶτ’ ἀπῄει. ἡ δὲ γυνὴ τοὺς μὲν εὐνούχους ἐκέλευσεν ἀποστῆναι, τῇ δὲ τροφῷ εἶπε παραμένειν καὶ ἀποθανοῦσαν περικαλύψαι αὐτήν τε καὶ τὸν ἄνδρα ἑνὶ ἱματίῳ. ἡ μὲν οὑν τροφὸς ἐκάθητο κλαίουσα· ἡ δὲ σφάττει ἑαυτήν, καὶ ἐπιθεῖσα ἐπὶ τὰ στέρνα τοῦ ἀνδρός τὴν ἑαυτῆς κεφαλὴν ἀπέθνησκεν. ἡ δὲ τροφὸς ἀνωλοφύρατό τε καὶ περιεκάλυπτεν ἄμφω. καὶ οἶ εὐνοῦχοι γνόντες τὸ γεγενημένον τρεῖς ὄντες σπασάμενοι τοὺς ἀκινάκας σφάττονται.ὁ δὲ Κῦρος ὡς ᾔσθετο τὸ ἔργον τῆς γυναικός, ἠγάσθητε αὐτὴν καὶ κατωλοφύρατο, καὶ μνῆμα αὐτοῖς ἔχωσεν ὑπερμέγεθες θάψας αὐτοὺς μεγαλοπρεπῶς.Οἱ δὲ Κᾶρες στασιάσαντες καὶ πολεμοῦντες ἀλλήλοις παρέδοσαν ἑαυτοὺς τῷ Κύρῳ ἑκάτεροι, καὶ οἶ ἐπὶ Φρυγίαν δὲ τὴν ἐπὶ ‘Eλλήσποντον δῶρα πλεῖστα τῷ Εὔρῳ παρέσχον, ὥστε μὴ εἰς τὰ τείχη βαρβάρους εἰσδέξασθαι, δασμὸν δὲ ἀποφέρειν αὐτῷ καὶ στρατεύειν ὅπῃ Κῦρος κελεύει. ὁ δὲ τῶν Φρύγων βασιλεὺς παρεσκευάζετο ὡς οὐ σπεισόμενος· ἐπεὶ δὲ ἀφίσταντο αὐτοῦ οἱ ὕπαρχοι, εἰς χεῖρας ἦλθεν Ὑστάσπᾳ. καὶ ὁ Ὑστάσπας καταλιπὼν ἐν ταῖς ἄκραις φρουρὰς Περσῶν, ἀπῄει ἄγων σὺν τοῖς ἑαυτοῦ καὶ Φρύγων πολλοὺς ἱππέας καὶ πελταστάς. Ὁ δὲ Εὖρος ὡρμᾶτο ἐκ Σαρδέων, φρουρὰν μὲν λιπὼν ἐν Σάρδεσι, Κροῖσον δ’ ἔχων σὺν ἑαυτῷ ἄγοντα πλείστας ἀμάξας μεστὰς πολλῶν καὶ παντοδαπῶν χρημάτων, καὶ γεγραμμένα ἔχοντα ἀκριβῶς ὅσα ἦν ἐν ἑκάστῃ ἀμάξῃ. ὃς καὶ ἐδίδου τῷ Εὔρῳ τὰ γράμματα ὁ δὲ Κῦρος εἶπε “σὺ μὲν καλῶς ἐποίησας, ὦ Κροῖσε, οἱ δὲ τὰ χρήματα εἰληφότες πάντως μοι ἄξουσι ταῦτα, ἢν δέ τι καὶ κλέψωσι, τὰ ἑαυτῶν κλέψονται.” ἦγε δὲ καὶ Λυδῶν ὁ Κροῖσος πολλοὺς καὶ λαμπρῶς ὡπλισμένους. Ἰῶν δ’ ὁ Κῦρος τὴν ἐπὶ Βαβυλῶνα κατεστρέψατο Φρύγας τοὺς ἐν τῇ μεγάλῃ Φρυγίᾳ, κατεστρέψατο δὲ Καππαδόκας, ὑποχειρίους δὲ ἐποιήσατο ’Αραβίους· ἐξώπλισε δὲ ἀπὸ πάντων τούτων Περσῶν μὲν ἱππέας οὐ μείον’ τετρακισμυρίων, καὶ πᾶσι δὲ τοῖς συμμάχοις ἵππους πολλοὺς τῶν αἰχμαλώτων διέδωκεν. ἀφίκετο μέντοι πρὸς Βαβυλῶνα πολλοὺς μὲν ἱππέας ἄγων, πολλοὺς δὲ τοξότας καὶ ἀκοντιστάς, σφενδονήτας δὲ ἀναρίθμους. ἐπεὶ δ’ ἐν Βαβυλῶνι ἐγένετο, περιέστησε μὲν τὴν στρατιάν, αὐτὸς δ’ ἐπιὼν σὺν τοῖς ἄρχουσι τῶν συμμάχων καὶ τοῖς φίλοις κατεθεᾶτο τὰ τείχη. εἶτα ἐπήγαγε τὴν στρατιὰν καὶ περὶ τὴν πόλιν ἐστρατοπεδεύσατο. ἰδὼν δὲ τὸν ἐκεῖ ποταμὸν ἔνδον τῆς πόλεως εἰσρέοντα καὶ μέσην διιόντα τὴν Βαβυλῶνα, οὐδενὶ μὲν τὸ βούλευμα ἐξεκάλυψε, τάφρον δ᾿ ἐκέλευσεν ὀρύσσειν περὶ τὸ στρατόπεδον εὐρεῖαν καὶ βαθυτάτην, ἵν᾿ ἐλαχίστων τάχα τῶν φυλάκων ἐν τῷ στρατοπέδῳ δέοιντο.οἱ μὲν οὖν τὴν τάφρον ποιοῦντες ὤρυσσον μέτριόν τι τοῦ ποταμοῦ ἀφιστάμενοι, τὸν δὲ χοῦν ἀνέβαλον πρὸς τὸ στρατόπεδον· οἱ δέ γε Βαβυλώνιοι κατεγέλων τῆς πολιορκίας, ὡς πλέον ἢ ἐτῶν εἴκοσι τὰ ἐπιτήδεια ἔχοντες. ἤδη δὲ τῆς τάφρου ὀρωρυγμένης, φυλάξας ὁ Κῦρος νύκτα, ἐν ᾗ ἑορτὴν ἔγνω τοὺς Βαβυλωνίους ἄγειν ὅλην τὴν νύκτα πίνοντας καὶ κωμάζοντας, ἐν ταύτῃ πλῆθος ἀθροίσας ἀνεστόμωσε τὰς τάφρους πρὸς τὸν ποταμόν· Εὐφράτης οὗτός ἐστιν, ὡς Ἡρόδοτος ἱστορεῖ· καὶ τὸ ὕδωρ εἰς τὰς τάφρους ἐχώρει ἐν τῇ νυκτί, ἡ δὲ διὰ τῆς πόλεως τοῦ ποταμοῦ ὁδὸς πορεύσιμος ἀνθρώποις ἐγίνετο μετοχετευθέντος τοῦ ὕδατος. τότε δὴ καταβιβάσας εἰς τὸ ξηρὸν τοῦ ποταμοῦ ὑπηρέτας καὶ πεζοὺς καὶ ἱππέας ἐκέλευσε σκέψασθαι εἰ πορεύσιμον εἴη. ἐν τούτῳ δὲ διαλεχθεὶς τοῖς ἡγεμόσι τοῦ πλήθους καὶ διεγείρας πρὸς τοὔργον , τέλος ἔφη “ἀλλ᾿ ἄγετε, λαμβάνετε ὅπλα, ἡγήσομαι δ᾿ ἐγώ· ὑμεῖς δ᾿, ὦ Γαδάτα καὶ Γωβρύα, δεικνύετε τὰς ὁδούς, εἰδότες ταύτας. ὅταν δ᾿ ἐντὸς γενώμεθα, τὴν ταχίστην ἄγετε ἐπὶ τὰ βασίλεια.” ἐπὶ τούτοις ἐπορεύοντο. καὶ ἰόντες ὡς ἠδύναντο τάχιστα ἐπὶ τοῖς βασιλείοις ἐγένοντο οἱ σὺν τῷ Γωβρύᾳ καὶ τῷ Γαδάτᾳ, καὶ τὰς πύλας κεκλεισμένας εὑρίσκουσι, πίνουσι δὲ τοῖς φύλαξιν ἐπεισπίπτουσιν. ὡς δὲ κραυγὴ καὶ θροῦς ἤρθη, αἰσθόμενοι οἱ ἔνδον, κελεύσαντος τοῦ βασιλέως σκέψασθαι τί εἴη τὸ πρᾶγμα, ἤνοιξαν τὰς πύλας, εἰς ἃς εἰσπίπτουσιν οἱ πολέμιοι καὶ ἀφικνοῦνται πρὸς τὸν βασιλέα. καὶ ἤδη ἑστηκότα αὐτὸν καὶ ἐσπασμένον ὃν εἶχεν ἀκινάκην εὑρίσκουσι. καὶ τοῦτον μὲν οἱ σὺν Γαδάτᾳ καὶ Γωβρύᾳ ἐχειροῦντο, οἱ δὲ σὺν αὐτῷ ἔθνησκον οἱ μὲν ἀμυνόμενοι, οἱ δὲ χάζοντες. ὁ δὲ Κῦρος διέπεμπε τὰς τῶν ἰππέων τάξεις κατὰ τὰς ὁδούς, προειπὼν οὓς μὲν ἔξω λαμβάνοιεν κτείνειν, τοὺς δ’ ἐν ταῖς οἰκίαις κηρύττειν τοὺς συριστὶ ὁμιλεῖν ἐπισταμένους ἔνδον μένειν, εἰ δέ τις ἔξω ληφθείη, ὅτι θανεῖται.