καὶ οἱ Πέρσαι αὐτοῖς ἐφ’ ἑπόμενοι ὠθουμένων αὐτῶν πολλοὺς κατεστρώννυσαν, τοὺς δὲ εἰς τὰς τάφρους ἐμπίπτοντας ἐπεισπηδῶντες ἐφόνευον. καὶ οἱ τῶν Μηδῶν δὲ ἱππεῖς εἰς τοὺς τῶν πολεμίων ἱππέας ἤλαυνον· οἱ δ’ ἐνέκλινον· ἔνθα δὴ καὶ ἵππων διωγμὸς ἦν καὶ ἀνδρῶν καὶ φόνος ἐξ ἀμφοτέρων. ἰδοῦσαι δὲ αἶ γυναῖκες τῶν Ἀσσυρίων καὶ τῶν συμμάχων ταῦτα, ἀνέκραγον καὶ ἔθεον ἐκπεπληγμέναι, καὶ τοὺς πέπλους περιρρηγνύμεναι καὶ δρυπτόμεναι ἱκέτευον πάντας ἀμῦναι καὶ αὐταῖς καὶ τέκνοις καὶ σφίσιν αὐτοῖς. ἔνθα δὴ καὶ οἱ βασιλεῖς αὐτοὶ σὺν τοῖς πιστοτάτοις στάντες ἐπὶ τὰς εἰσόδους ἐμάχοντο καὶ τοῖς ἄλλοις παρεκελεύοντο. δείσας δ’ ὁ Κῦρος μὴ ὀλίγοι ὄντες, εἰ βιάσαιντο εἰς τὸ χαράκωμα εἰσελθεῖν, ὑπὸ πολλῶν σφαλεῖεν, παρηγγύησεν ὑπὸ πόδα ἀνάγειν ἔξω βελῶν· καὶ ταχὺ τὸ κεκελευσμένον ἐποίησαν. εἶτ’ ἀπήγαγε τοὺς οἰκείους ὅσον ἐδόκει καλῶς ἔχειν, καὶ ἐστρατοπεδεύσατο. οἱ δ’ Ἀσσύριοι, καὶ τεθνηκότος ία τοῦ ἄρχοντος καὶ σχεδὸν σὺν αὐτῷ τῶν βελτίστων, ἠθύμουν. ὁρῶντες δὲ ταῦτα ὅ τε Κροῖσος καὶ οἱ ἄλλοι σύμμαχοι σφῶν πάντες ἤλγουν. ἐντεῦθεν ἐκλείπουσι τὸ στρατόπεδον καὶ ἀπέρχονται τῆς νυκτός. ὡς δὲ μεθ’ ἡμέραν ἔρημον ἐφάνη τὸ τῶν πολεμίων χαράκωμα, διαβιβάζει τοὺς Πέρσας ὁ Κῦρος πρώτους, εἶτα καὶ οἱ ἀμφὶ Κυαξάρην διέβαινον. τῷ μὲν οὖν Κύρῳ διώκειν τοὺς πολεμίους ἐδόκει, τῷ δέ γε Κυαξάρῃ τοὐναντίον ἅπαν ἦν αἱρετόν. καὶ ὁ Κῦρος “δὸς δή μοι τόν Μήδων” ἔφη ‘‘τινὰς συμπορευομένους μοι, ἐκείνους δὴ ὅσοι μοι ἐθελονταὶ συνέψεσθαι προθυμήσονται.” καὶ ὁ Κυαξάρης ἐφῆκε, καὶ τὸν ἀγγελοῦντα ταῦτα τοῖς Μήδοις τῷ Κύρῳ συνέπεμψεν. Ἐν τοσούτῳ δὲ ἄγγελοι ἐκ τῶν Ὑρκανίων ἀφίκοντο. οἱ δ’ Ὑρκάνιοι ὅμοροι τῶν Ἀσσυρίων εἰσίν, ἔθνος οὐ πολύ, διὸ καὶ ἦσαν τῶν Ἀσσυρίων ὑπήκοοι· ἐχρῶντο δ’ αὐτοῖς οὔτ’ ἐν πόνοις οὔτ’ ἐν κινδύνοις αὐτῶν φειδόμενοι. καὶ τότε δὲ οὐραγεῖν ἐτετάχατο.ἱππεῖς ὄντες ὡς χίλιοι, ὅπως εἴ τι ὄπισθεν εἴη δεινόν, ἐκείνοις τοῦτ’ ἐνσκήψειε πρὸ αὐτῶν. οἱ δὲ οἷα πάσχουσιν ἐννοούμενοι, ἔπεμψαν ἀγγέλους πρὸς Κῦρον ἐροῦντας ὡς μισοῖντο δικαίως παρ’ αὐτῶν οἱ Ἀσσύριοι, καὶ εἰ βούλοιτο ἰέναι ἐπ’ αὐτούς, καὶ σφεῖς ἔσοιντο σύμμαχοι καὶ ἡγήσοιντο. ὁ δὲ ἤρετο εἰ καταλήψοιντο αὐτούς· καὶ οἱ Ὑρκάνιοι εἶπον ὅτι κἂν αὔριον ἔωθεν πορεύοιντο εὔζωνοι, καταλήψοιντο σφὰς. καὶ ὁ Κῦρος πίστεις ᾔτει ὡς ἀληθεύοιεν οἶ δὲ ὁμήρους κατέθεντο παρασχεῖν, εἰ καὶ αὐτὸς δεξιὰν δοίη καὶ πιστὰ θεῶν ποιήσαιτο. καὶ ὁ μὲν Κῦρος δίδωσιν αὐτοῖς πιστά, ἦ μὴν ἐὰν ἃ λέγουσιν ἐμπεδώσωσιν, ὡς φίλοις καὶ πιστοῖς χρῆσθαι αὐτοῖς, καὶ μήτε Περσῶν μήτε Μηδῶν μεῖον ἔχειν τι παρ’ αὐτῶ. Ἐπὶ τούτοις ὁ Κῦρος ἔτι φάους ὄντος ἐξῆγε τὸ στράτευμα, καὶ ὁ Τιγράνης μετὰ τῶν Ἀρμενίων συνῆν, καὶ τοὺς Ὑρκανίους δὲ περιμένειν ἐκέλευσεν, ἵν ἅμα ἴοιεν. τῶν δὲ Μηδῶν σχεδὸν ἄπαντες συνεξῄεσαν τῷ Κύρῳ. ἡγεῖσθαι οὖν τοὺς Ὑρκανίους ἐκέλευε· καὶ πολλὴν ὁδὸν διανύσας πλησίον γίνεται τοῦ τῶν Ὑρκανίων στρατεύματος. καὶ οἶ ἄγγελοι τοῦτο τὸν Κῦρον ἐδίδασκον, καὶ ὃς ἐκέλευσεν, εἰ φίλοι εἰσίν, ὡς τάχιστα ὑπαντᾶν τὰς δεξιὰς ἀνατείναντας. καὶ οἱ Ὑρκάνιοι ταῦτα ἐνωτισάμενοι παρῆσαν εὐθύς, τὰς δεξιὰς ὥσπερ εἴρητο ἀνατείνοντες. δεξιωσάμενος δὲ αὐτούς εἴπατέ μοι φησί, ‘‘πόσον ἀπέχει ἐνθένδε ἔνθα αἱ ἀρχαὶ τῶν πολεμίων εἰσὶ καὶ τό ἀθρόον αὐτῶν;” οἱ δ’ ἔφασαν ὀλίγῳ πλέον ἢ παρασάγγην. ἡγεῖσθαι οὑν τοὺς Ὑρκανίους ἐπέταττε. καὶ οἱ μὲν ἡγοῦντο, αὐτὸς δὲ σὺν τοῖς Πέρσαις τὸ μέσον ἔχων ἐπορεύετο, τοὺς δὲ ἱππεῖς ἑκατέρωθεν ἔταξεν. ἐπεὶ δὲ φάος ἐγένετο καὶ ἔγνων τὰ δρώμενα οἶ πολέμιοι, οὐδεὶς ἐμάχετο, ἀλλ’ οἱ μὲν ἔφευγον, οἱ δὲ καὶ ἀμαχεὶ ἀπώλλυντο.Κροῖσος δὲ ὁ Λυδῶν βασιλεὺς τὰς γυναῖκας σὺν ταῖς ἁρμαμάξαις νυκτὸς προέπεμψεν, ὡς ῥᾷον κατὰ ψῦχος πορεύοιντο, θέρος γὰρ ἦν, καὶ αὐτὸς τοὺς ἱππεῖς ἔχων ἐπηκολούθει. καὶ τὸν τῆς παρ’ Ἑλλήσποντον ἄρχοντα Φρυγίας τὰ αὐτὰ ποιῆσαί φασιν. ὡς δ’ οἱ φεύγοντες αὐτοὺς κατελάμβανον, καὶ τὸ γινόμενον ἔγνων, ἔφευγον καὶ αὐτοί. τὸν δὲ τῶν Καππαδοκῶν βασιλέα ἔτι ἐγγὺς ὄντα κατακαίνουσιν οἱ ‘Υρκάνιοι. καὶ οἱ μὲν ἄλλοι ἐδίωκον, ὁ δὲ Κῦρος τοὺς σὺν αὐτῷ περιελαύνειν ἐκέλευε τὸ στρατόπεδον, καὶ κτείνειν μὲν τοὺς ἐξιόντας σὺν ὅπλοις, τοῖς δὲ μένουσιν ἐκήρυξεν ἀποφέρειν τὰ ὅπλα συνδεδεμένα, τοὺς δ’ ἵππους ἐπὶ ταῖς σκηναῖς καταλείπειν· τὸν δὲ μὴ οὕτω ποιοῦντα τῆς κεφαλῆς στερεῖσθαι. οἱ μὲν δὴ τὰ ὅπλα ἔχοντες ἐρρίπτουν ἀποφέροντες εἰς ἒν χωρίον, καὶ ταῦτα οἱ τεταγμένοι κατέκαιον. ὁ δὲ Κῦρος ἐννοήσας ὡς ἦλθον οὔτε σῖτα οὔτε ποτὰ ἔχοντες, ἐκήρυξε τοὺς τῶν σκηνῶν ἐπιτρόπους παρεῖναι πάντας, καὶ ὡς παρῆσαν “ἄγετε, ὦ ἄνδρες” ἔφη, “διπλάσια ἐν ἑκάστῃ σκηνῇ σῖτα παρασκευάσατε ἢ τοῖς δεσπόταις καὶ τοῖς οἰκέταις αὐτῶν καθ’ ἡμέραν ἐποιεῖτε.” καὶ οἱ μὲν ὡς παρηγγέλθησαν ἔπραττον. τῶν δὲ Μηδῶν τινὲς οἶ μὲν ἁμάξας προωρμημένας καταλαβόντες καὶ ἀποστρέψαντες μεστὰς ὧν δεῖται στρατιὰ προσήλαυνον, οἱ δὲ καὶ ἁρμαμάξας γυναικῶν τῶν βελτίστων προσῆγον, καὶ ἐπιδεικνύντες Εὔρῳ ἃ ἦγον πάλιν ἀπήλαυνον. ὁ δὲ Κῦρος ἐπὶ τούτοις ἐδάκνετο καὶ κατεμέμφετο ἑαυτοῦ, καὶ συγκαλέσας τοὺς ταξιάρχας συνεβούλευεν ἱππικὸν καὶ τοὺς Πέρσας κτήσασθαι, ἴνα τούτω τοὺς ἱππότας διώκοιεν καὶ τοὺς φεύγοντας καταλαμβάνοιεν· καὶ οἶ ἄλλοι συνῄνεσαν. ἤδη δ’ ὑπερμεσούσης ἡμέρας προσήλαυνον οἱ ἱππεῖς οἱ Μῆδοι καὶ Ὑρκάνιοι ἵππους τε ἄγοντες αἰχμαλώτους καὶ ἄνδρας.