συμμαχήσειν οὖν τῶν Περσῶν καταθεμένων οἱ γεραίτεροι ἄρχοντα τὸν Κῦρον αἱροῦνται τῆς εἰς Μήδους στρατιᾶς, καὶ τρισμυρίους αὐτῷ ἔδοσαν πελταστὰς καὶ τοξότας καὶ σφενδονήτας. ὡς οὑν ᾑρέθη, τῷ πατρὶ συνταξάμενος ἀπῄει πρὸς Μήδους σὺν τῷ στρατεύματι. ἐπεὶ δὲ ἀφίκετο, οὔπω δὲ παρὴν ὁ Ἀσσύριος, ἀσκεῖν ἐπέταττε τοῖς ἑαυτοῦ τὰ πολέμια. ἐν τούτοις δὲ παρὰ Κυαξάρου ἧκεν ἄγγελος λέγων ὅτι Ἰνδῶν παρείη πρεσβεία, καί “δεῖ παρεἶναι καὶ σέ. φέρω δέ σοι καὶ στολὴν τὴν καλλίστην· βούλεται γάρ σε προσάγειν ἐστολισμένον λαμπρότατα, ἵν οὕτω τοῖς Ἰνδοῖς ὀφθείης.” ὡς δ’ ἀφίκετο ἐπὶ τὰς Κυαξάρου θύρας μετὰ τῆς στρατιᾶς, καὶ περσικῶς ἐσταλμένος εἰσῄει πρὸς αὐτόν, ἠχθέσθη ἐκεῖνος τῇ λιτότητι τῆς τῆς στολῆς. κληθέντες δὲ οἱ Ἰνδοὶ εἶπον ἐστάλθαι παρὰ τοῦ σφετέρου βασιλέως ἐρωτῶντος ἐξ οὑ ὁ πόλεμος εἴη Μήδοις τε καὶ τῷ Ἀσσυρίῳ, τὰ αὐτὰ δὲ πυθέσθαι κἀκείνου, καὶ ἀμφοτέροις εἰπεῖν ὅτι ὁ ’Ινδῶν βασιλεὺς τὸ δίκαιον σκεψάμενος μετὰ τοῦ ἠδικημένου ἔσται. πρὸς ταῦτα ὁ Κυαξάρης ἔφη “ἡμεῖς μὲν ἀδίκου μὲν οὐδὲν τὸν Ἀσσύριον, ἐκείνου δὲ ὅτι λέγει πυνθάνεσθε.” ὁ δὲ Κῦρος εἶπεν “εἰ παρ’ ἡμῶν ἀδικεῖσθαί φησιν ὁ Ἀσσύριος, ὦ Ἰνδοί, αὐτὸν αἱρούμεθα δικαστὴν τὸν βασιλέα ὑμῶν. Οἱ μὲν δὴ ταῦτα ἀκούσαντες ᾤχοντο· ὁ δὲ Κῦρος μὴ θέλων ἄπρακτον καθῆσθαι τὴν ἑαυτοῦ στρατιάν, τῷ Κυαξάρῃ φησίν “ἔναγχος μέμνημαί σου ἀκούσας ὡς ὁ Ἀρμένιος οὔτε στράτευμα πέμπει σοι οὔτε τὸν δασμὸν δίδωσι, τὰς συνθήκας ἠθετηκώς. εἰ οὐν βούλει, πέμψον ἐμέ, ἱππέας μοι μετρίους προσθέμενος· καὶ οἶμαι σὺν τοῖς θεοῖς ὡς καὶ τὸ στράτευμα πέμψει καὶ ἀποδοίη καὶ τὸν δασμόν. ὡς δὲ ἐφῆκεν ὁ Κυαξάρης, ὑποσχόμενος, ὅτε τοῖς ὅροις πλησιάσει τῆς ’Αρμενίας, πέμψειν αὐτῷ τοὺς ἱππέας, ἀπῄει ὁ Κῦρος ὡς πρὸς θήραν ἐξιών· καὶ γὰρ εἰώθει θηρᾶν τῶν ὁρίων ἀμφοῖν, τῶν τε Μηδῶν φημὶ καὶ τῶν ’Αρμενίων.καὶ ἀπελθὼν ἐθήρα καὶ ἐπέβαινε τῶν ὀρῶν τῆς Ἀρμενίας ἐπὶ τὸ πρόσω χωρῶν ἠρέμα. ὡς δ’ ᾔσθετο ταῦτα ὁ Κυαξάρης, ἀπέστειλεν αὐτῷ τοὺς ἱππεῖς. ἐλθόντων δ’ ἐκείνων συγκαλέσας τοὺς ταξιάρχας ἐξέφηνε τὸ ἀπόρρητον, καὶ ἥκειν ἔφη διὰ τὸν Ἀρμένιον ἀγνωμονήσαντα πρὸς τὸν Κυαξάρην. καὶ τῷ μὲν Χρυσάντᾳ ἐνετέλλετο τοὺς ἡμίσεις λαβεῖν τῶν Περσῶν καὶ εἰς τὰ ὄρη τῶν Ἀρμενίων γενέσθαι, φυλάττεσθαί τε μὴ γνωρισθῆναι ὅτι στράτευμα εἴη ἐν τούτοις, ἀλλά τινας προπέμπειν λῃσταῖς ἐοικότας καὶ τὸ πλῆθος καὶ τὰς στολάς, ὥστε εἴ τινες ἴσως τούτοις ἐντύχοιεν, κλῶπας νομίζειν εἶναι. καὶ ὁ μὲν Χρυσάντας μετὰ τῶν Περσῶν ἐπὶ τὰ ὄρη ἐχώρει, ὁ δὲ Κῦρος πέμψας πρὸς τὸν Ἀρμένιον ἐκέλευεν ὡς τάχιστα οἴσειν καὶ τὸν δασμὸν καὶ τὸ στράτευμα, καὶ αὐτὸς ἀπῄει συντεταγμένος. ὡς δ’ ἤκουσε ταῦτα ὁ Ἀρμένιος, ἐξεπλάγη, καὶ ἔπεμπε μὲν ἀθροίζων τὴν ἑαυτοῦ στρατιάν, ἔπεμπε δὲ καὶ τὰς γυναῖκας τόν τε νεώτερον υἱὸν καὶ τὰ χρήματα εἰς τὰ ὄρη· οὐ γὰρ τεῖχος τῇ σφῶν κατοικίᾳ περιεβέβλητο. ἐπεὶ δὲ οἱ πρὸς τὰ ὄρη πεμφθέντες ἐνέπεσον τοῖς ἐκεῖ ἐφεδρεύουσι, καὶ αἵ τε γυναῖκες καὶ ὁ υἱὸς καὶ αἶ θυγατέρες τοῦ Ἀρμενίου ἑάλωσαν, ἄπορόν αὐτὸς καὶ ἑαυτὸν τῷ Κύρῳ παρέδωκεν.Ἐν τούτοις δὲ ὁ πρεσβύτερος τοῦ Ἀρμενίου παῖς Τιγράνης ἀπόδημος ὢν προσῄει, ὅς ποτε σύνθηρος τῷ Κύρῳ ἐγένετο, καὶ γνοὺς τὰ συμβάντα εὐθὺς ὡς εἶχε πρὸς τὸν Κῦρον ἀπῄει· καὶ ἰδὼν τόν τε πατέρα καὶ τὴν μητέρα καὶ τὰς ἀδελφὰς καὶ τὴν ἑαυτοῦ γυναῖκα αἰχμαλώτους, ἐδάκρυσεν. ὁ δὲ Κῦρος εἰς καιρὸν ἥκεις” ἔφη. καὶ πολλὰ τῷ Ἀρμενίῳ διαλεχθεὶς Β καὶ ἀδικοῦντα ἐλέγξας, τέλος ἔφη ‘‘λέγε μοι πόση σοι δύναμίς ἐστι, πόσα δὲ χρήματα.” τοῦ δὲ εἰπόντος ἱππεῖς μὲν ὀκτακισχιλίους εἶναι, πεζῶν δὲ μυριάδας τέσσαρας, χρήματα δὲ εἰς ἀργύριον λογισθέντα πλείω τρισχιλίων ταλάντων, ὁ Κῦρος “τῆς μὲν στρατιᾶς ἔφη ‘‘τοὺς ἡμίσεις μοι σύμπεμψον, τῶν δὲ χρημάτων ἀντὶ μὲν τῶν πεντήκοντα ταλάντων τοῦ ἐτησίου δασμοῦ μοῦ διπλάσια Κυαξάρῃ ἀπόδος· ἐμοὶ δ’” ἔφη ἄλλα ἑκατὸν δάνεισον.” καὶ ταῦτα εἰπὼν τήν τε γυναῖκα τῷ Ἀρμενίῳ καὶ τοὺς παῖδας δῶρον ἔδωκε, καὶ τῷ Τιγράνῃ τὴν οἰκείαν νεογάμῳ ὄντι, καὶ ἀφῆκε πάντας. Ἀρμενίοις δὲ καὶ Χαλδαίοις ὁμοροῦσι διαφοραὶ ἦσαν ἀεὶ καὶ μάχαι· τούτους δ’ ἀλλήλοις ὁ Κῦρος κατήλλαξε, καὶ οὕτως ἀπῄει. καὶ τό μὲν στράτευμα ὃ ἐκ τοῦ Ἀρμενίου ἔλαβεν ἔπεμψε πρὸς Κυαξάρην, ἐπεὶ δ’ ἀφίκετο εἰς Μήδους, μετέδωκε τῶν χρημάτων τοῖς αὐτοῦ ταξιάρχαις. εἶτα σὺν τῷ Κυαξάρῃ ἐνέβαλεν εἰς τὴν πολεμίαν, καὶ ἐστρατοπεδεύσαντο καὶ λείαν πολλὴν ἐκεῖθεν συνήγαγον. ὡς δὲ προσιόντας καὶ τοὺς Ἀσσυρίους ἐπύθοντο, συντεταγμένοι προσήεσαν, καὶ ἐστρατοπεδεύσαντο ἀλλήλων παρασάγγην ἀπέχοντες. τῇ δ’ ὑστεραίᾳ ἐξαγαγὼν ὁ Κῦρος τὸ ἑαυτοῦ στράτευμα παρετάξατο, καὶ καθ’ ἕτερον κέρας σὺν τοῖς Μήδοις ὁ Κυαξάρης, ἑτέρωθεν δ’ οἱ Ἀσσύριοι καὶ οἶ συμμαχοῦντες αὐτοῖς. καὶ παραθήξαντες ἀλλήλους οἱ Πέρσαι ὁμόσε δρόμῳ ἐφέροντο καὶ ὁ Κῦρος αὐτός. οἵ γε μὴν πολέμιοι οὐκέτ’ ἔμενον, ἀλλ’ ἔφευγον εἰς τὸ ἔρυμα.