οἱ μὲν δὴ παῖδες εἰς τὰ διδασκαλεῖα φοιτῶντες δικαιοσύνην ἐμάνθανον, τῶν ἀρχόντων αὐτῶν τὸ πλεῖστον τῆς ἡμέρας δικαζόντων αὐτοῖς. ἐγίνοντο γὰρ δὴ καὶ παισὶ πρὸς ἀλλήλους ὥσπερ ἀνδράσιν ἐγκλήματα καὶ κλοπῆς καὶ βίας καὶ ἁρπαγῆς καὶ ἀπάτης καὶ ὕβρεως καὶ ἄλλων τινῶν. οὓς δ’ ἂν ἔγνων τούτων ἀδικοῦντας, ἐτιμωροῦντο· καὶ οὓς δ’ ἂν εὕρισκον ἀδίκως ἐγκαλοῦντας, ἐκόλαζον. ἐδίδασκον δὲ τοὺς παῖδας σωφροσύνην, προσέχοντας τοῖς πρεσβυτέροις σωφρόνως διάγουσιν, ἐδίδασκον δὲ καὶ τροφῆς ἐγκράτειαν καὶ ποτοῦ. καὶ ὅτε τραφήσεσθαι ἔμελλον οἶ παῖδες, παρὰ τῷ διδασκάλῳ ἦσαν σιτούμενοι, ἄρτον φέροντες οἴκοθεν καὶ κάρδαμον ὄψον· καὶ ποτὸν ἐλάμβανον ποταμίου ὕδατος κώθωνα. ἐμάνθανον δὲ πρὸ τοῦ σιτεῖσθαι τοξεύειν καὶ ἀκοντίζειν. μέχρι δὴ ἒξ ἐτῶν ἢ ἑπτὰ πρὸς τοῖς δέκα ταῦτα οἱ παῖδες ἔπραττον) ἐκ τούτου δ’ εἰς τοὺς ἐφήβους ἐτάττοντο, καὶ δέκα ἔτη περὶ τὰ ἀρχεῖα ἐκάθευδον, παρεῖχον δὲ καὶ τὴν ἡμέραν ἑαυτοὺς τοῖς ἄρχουσι κεχρῆσθαι ὅπῃ ἐδέοντο σφῶν ὑπὲρ τοῦ κοινοῦ. ὅταν δ’ ἐπὶ θήραν ἐξῄει ὁ βασιλεύς, ἐξῆγε τῆς μοίρας αὐτῶν τὴν ἡμίσειαν. ἐθήρων δὲ κοινῇ, ὅτι συγγενὴς αὐτοῖς ἐδόκει αὕτη ἡ μελέτη τῇ ἀσκήσει τῇ πρὸς τὸν πόλεμον, καὶ εἴθιζεν ἀνίστασθαι πρωιαίτερον καὶ ψύχους καὶ θάλπους ἀνέχεσθαι, καὶ ὁδοιπορίαις καὶ δρόμοις ἐγύμναζε, καὶ τοξεῦσαι θηρίον καὶ ἀκοντίσαι ἐδίδασκε, καὶ πρός τι τῶν ἀλκίμων θηρίων ἀνταγωνίσασθαι παρεσκεύαζεν. ἐφέροντο δὲ θηρῶντες ἄριστον πλεῖον μὲν τῶν παίδων, τἄλλα δὲ ὅμοιον. καὶ οὐκ ἠρίστων θηρῶντες, εἰ μὴ ἐδέησεν ἢ θηρὸς ἕνεκα ἐπιμεῖναι ἢ ἄλλως διατρῖψαι περὶ τὴν θήραν ἠθέλησαν. τὸ οὑν ἄριστον τοῦτο δειπνήσαντες τὴν ὑστέραν μέχρι τοῦ δείπνου ἐθήρευον, καὶ μίαν τὰς ἡμέρας ταύτας ἐλογίζοντο ἄμφω. τοῦτο δ’ ἐποίουν ἴνα κἂν ἐν πολέμῳ δεήσῃ, δύνωνται τοῦτο ποιεῖν. ὄψον δὲ εἶχον ὃ ἂν ἐθήρασαν, εἰ δ’ οὔ, τὸ κάρδαμον.αἱ δὲ μένουσαι φυλαὶ διέτριβον μελετῶσαι πρὸς τοῖς ἄλλοις καὶ τοξεύειν καὶ ἀκοντίζειν καὶ πρὸς ἀλλήλους ταῦτα διαγωνίζεσθαι. τοῖς δὲ μένουσι τῶν ἐφήβων ἐκέχρηντο αἱ ἀρχαὶ πρὸς ἰσχύος ἢ τάχους ἔργα δημόσια. ἐπειδὰν δ ἐπὶ τούτοις οἱ ἔφηβοι δέκα ἔτη διήγαγον, ἐτέλουν εἰς τοὺς τελείους ἄνδρας, καὶ ἔκτοτε πέντε καὶ εἴκοσιν οὕτω διῆγον ἐνιαυτούς. καὶ εἰ ἔδει στρατεύεσθαι, τόξα μὲν οὐκέτι ἔχοντες οὐδὲ παλτὰ ἐστρατεύοντο, τὰ δὲ ἀγχέμαχα ὅπλα καλούμενα, θώρακα περὶ τοῖς στέρνοις καὶ γέρρον ἐν τῇ ἀριστερᾷ, ἐν δὲ τῇ δεξιᾷ μάχαιραν ἢ κοπίδα. καὶ αἱ ἀρχαὶ δὲ πᾶσαί ἐκ τούτων καθίσταντο. ἐπειδὰν δὲ τὰ πέντε καὶ εἴκοσι διετέλεσαν ἔτη, ἦσαν μὲν πλειόνων γεγονότες ἐνιαυτῶν ἢ πεντήκοντα ἀπὸ γενεᾶς, ἐξήρχοντο δὲ τηνικαῦτα εἰς τοὺς γεραιτέρους. οἱ δὲ γεραίτεροι ἐστρατεύοντο μὲν οὐκέτι ἔξω τῆς ἑαυτῶν, μένοντες δ’ οἴκοι ἐδίκαζον τά τε κοινὰ καὶ τὰ ἰδιωτικὰ ξύμπαντα, καὶ τὰ θανατικὰ δ’ ἐκεῖνοι ἔκρινον, καὶ τὰς ἀρχὰς ἁπάσας ᾑροῦντο. καὶ ἤν τις ἢ ἐν ἐφήβοις ἢ ἐν ἀνδράσι παρέβη τι τῶν νομίμων, οἶ γεραίτεροι αὐτὸν ἐξέκρινον. ὁ δ’ ἐκκριθεὶς ἄτιμος διετέλει τὸ λοιπὸν τοῦ βίου. αἰσχρὸν δὲ παρὰ Πέρσαις λελόγιστο καὶ τὸ ἀποπτύειν καὶ τὸ ἀπομύττεσθαι καὶ τὸ φύσης ὦφθαι μεστοὺς καὶ τὸ φανερὸν τινὰ γενέσθαι οὐροῦντα ἢ κοιλίας ποιούμενον ἔκκρισιν. ταῦτα δὲ οὐκ ἠδύναντο ποιεῖν, εἰ μὴ μετρίᾳ διαίτῃ ἐχρῶντο καὶ τὸ ὑγρὸν ἐκπονοῦντες ἀνήλισκον. Ταῦτα μὲν τὰ ἰθὴ τῶν Περσῶν καὶ τὰ νόμιμαΚῦρος δὲ τούτοις τραφείς τε καὶ παιδευθείς, καὶ τὴν ἔφηβον ὑπερβὰς ἡλικίαν καὶ τοῖς ἀνδράσι καταλεγείς, ἐν ἅπασιν εὐδοκίμησεν. ἤδη δὲ τοῦ μητροπάτορος αὐτοῦ τοῦ τῶν Μηδῶν βασιλεύοντος ’Αστυάγους τὴν ζωὴν μεταλλάξαντος ὁ παῖς ἐκείνου Κυαξάρης, ὃς καὶ Δαρεῖος ὠνόμαστο, τὴν πατρικὴν ἀρχὴν διεδέξατο, τοῦ Κύρου τυγχάνων μητράδελφος. Ο δὲ τῶν Ἀσσυρίων κρατῶν, εἰς μέγα τῆς βασιλείας αὐξηθείσης αὐτῷ, καὶ ἄρχων μὲν τοῦ φύλου τῶν Ἀσσυρίων ὄντος πολυπληθοῦς, ὑφ’ ἑαυτὸν δὲ πεποιημένος τοὺς Ἄραβας, ὑπηκόους δὲ καὶ τοὺς ‘Υρκανίους κτησάμενος καὶ τοὺς Σύρους ὑποφόρους, τούς γε μὴν Βακτρίους πολιορκῶν καὶ τὸ τῶν Ἑβραίων γένος ἤδη καταστρεψάμενος, καὶ ἄλλα δὲ πλεῖστα τῶν ἐθνῶν θέμενος ὑποχείρια, ᾤετο, εἰ τοὺς Μήδους ἀσθενώσειε, πάντων γε τῶν πέριξ ῥᾷον κρατήσειν. ταῦτα δὲ διανοηθεὶς τούς τε ὑφ’ ἑαυτὸν ἡτοίμαζεν, ἔπεμψε δὲ καὶ πρὸς Κροῖσον τὸν βασιλέα Λυδῶν καὶ πρὸς ἄμφω τοὺς Φρύγας, πρὸς Παφλαγόνας τε καὶ Ἰνδοὺς καὶ πρὸς Κᾶρας καὶ Κίλικας, αἰτῶν συμμαχήσειν αὐτῷ κατὰ Μηδῶν ὡρμημένῳ, ὡς καὶ αὐτοῖς τοῦ πολέμου συμφέροντος, δυνατὸν εἶναι λέγων τὸ ἔθνος, ἐπιγαμίαν τε πρὸς Πέρσας πεποιημένον καὶ τὴν παρ’ ἐκείνων προσκτήσασθαι ἀρωγήν, καὶ θάτερον συγκροτεῖσθαι παρὰ θατέρου, ὥστε εἰ μή τις αὐτοὺς φθάσας ἀσθενώσει, ἑκάστῳ τῶν ἐθνῶν ἐπιόντας κρατήσειν αὐτῶν. ὁ μὲν οὖν τοιούτους λόγους πρὸς ἕκαστον τῶν ἐθνῶν διεπέμπετο· τῶν δὲ τὰ μὲν τοῖς λόγοις τούτοις παρακινούμενα; τὰ δὲ καὶ χρήμασι καὶ δώροις ἀναπειθόμενα, ἔνια δὲ καὶ φόβῳ τοῦ Ἀσσυρίου κρατούμενα συμμαχήσειν κατέθεντο. Κυαξάρης δὲ ταῦτα μαθὼν αὐτός τε παρεσκευάζετο καὶ εἰς Πέρσας ἀπέστειλε πρός τε τὸ κοινὸν καὶ πρὸς τὸν σφῶν βασιλέα Καμβύσην, συμμαχίαν αἰτῶν γαῖ τὸν Κῦρον τὸν ἀδελφιδοῦν ἄρχοντα τῶν συμμάχων ἐλεύσεσθαι ἀξιῶν· ἤδη γὰρ ἐν τοῖς τελείοις ἠρίθμητο.