εἶπε δὲ πρὸς Τωβίαν “ἑορτάσωμεν τοὺς γάμους ἐφ’ ἡμέρας δέκα καὶ τέσσαρας, καὶ οὐκ ἐξελεύσῃ ἐντεῦθεν πρὸ τοῦ ταύτας παρελθεῖν. καὶ τότε λαβὼν τὴν ἡμίσειαν μοῖραν τῶν ὑπαρχόντων μοι πορεύου, τὰ δέ γε λοιπὰ λήψεσθε θανόντος ἐμοῦ καὶ τῆς τοῦ βίου μοι κοινωνοῦ.” φησὶν οὖν ὁ Τωβίας πρὸς ῾Ραφαήλ “ἀδελφὲ Ἀζαρία, λάβε μοι τὸ χειρόγραφον καὶ πορεύθητι ἐν ῾Ράγοις παρὰ Γαμαὴλ καὶ κόμισον τὸ ἀργύριον· εἰ γὰρ χρονίσομεν, ὁ πατήρ μου σφόδρα ὀδυνηθήσεται.” καὶ ἀπῆλθεν ὁ ἄγγελος καὶ ἐνεχείρισε τῷ Γαμαὴλ τὸ χειρόγραφον καὶ ἔλαβε τὸ ἀργύριον καὶ ὑπέστρεψεν. Ἤδη δὲ παρελθουσῶν τῶν τοῦ γάμου ἡμερῶν “ἐξαπόστειλόν με” τῷ ῾Ραγουὴλ ὁ Τωβίας φησί· καὶ λαβὼν τὴν γυναῖκα αὐτοῦ καὶ τὸ ἥμισυ τῶν ὑπαρχόντων τῷ ῾Ραγουὴλ ἀπῄει. ἄρτι δὲ πλησίον γενομένων τῆς Νινευί, φησὶν ὁ ἄγγελος πρὸς αὐτόν “προδράμωμεν ἔμπροσθεν, ἑτοιμάσωμεν τὴν οἰκίαν. λάβε δὲ μετὰ χεῖρας τὴν χολὴν τοῦ ἰχθύος, καὶ ἀνοίξει τοὺς ὀφθαλμοὺς αὐτοῦ ὁ πατήρ σου, σὺ δὲ ἔγχρισον αὐτοὺς τῇ χολῇ, καὶ δηχθεὶς διατρίψει αὐτούς, καὶ ἀποβαλεῖ τὰ λευκώματα.” ἡ δὲ μήτηρ αὐτοῦ ἐκάθητο τηροῦσα τὴν ὁδόν καὶ ὡς ἔγνω τὸν υἱὸν αὐτῆς ἐρχόμενον, σπεύσασά φησι τῷ Τωβίτ “ἔρχεται ὁ υἱός σου,” καὶ προσδραμοῦσα κατεφίλησεν αὐτόν καὶ εἶπεν “εἶδόν σε παῖ, καὶ νῦν εἰ θανοῦμαι, οὐ μέλον μοι.” Τωβὶτ δὲ ἐξῄει πρὸς τὴν θύραν προσκόπτων. καὶ ὁ Τωβίας αὐτοῦ ἐπελάβετο καὶ ἐπέχρισε τὴν χολὴν ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ συνεδήχθησαν, καὶ διέτριψεν αὐτούς, καὶ ἐλεπίσθη ἀπ᾿ αὐτῶν τὰ λευκώματα. καὶ ἰδὼν τὸν υἱὸν αὐτοῦ εὐλόγησε τὸν θεόν. καὶ ὡς ἀπηγγέλη τῷ Τωβὶτ τὰ γεγονότα τῷ Τωβίᾳ ἐν Μηδίᾳ, ἐξῆλθε Τωβὶτ εἰς συνάντησιν τῆς νύμφης αὐτοῦ, καὶ ἰδὼν αὐτὴν εὐλόγησεν αὐτήν. οἱ δὲ ἐν τῇ Νινευὶ ὁρῶντες αὐτὸν βλέποντα, καὶ ἀκηκοότες ὅσα ἐποίησεν ὁ θεὸς μεγαλεῖα, ἐθαύμαζον.εἶπε δὲ Τωβὶτ τῷ υἱῷ αὐτοῦ “δὸς δή, τέκνον, τὸν μισθὸν τῷ ἀνθρώπῳ τῷ συνελθόντι σοι, μᾶλλον μέντοι καὶ προσθεῖναι αὐτῷ δεῖ. ὁ δέ ‘‘πάτερ ἔφη, δίκαιόν ἐστι τὰ ἡμίση λαβεῖν ὧν ἐνήνοχα.” καὶ εἶπε τῷ Ῥαφαήλ λάβε μοι, ἀδελφὲ Ἀζαρία, τὸ ἥμισυ πάντων ὧν ἐνηνόχαμεν, καὶ πορεύου ὑγιαίνων. τότε καλέσας κατὰ μόνας τοὺς δύο ὁ ἄγγελος ἀπήγγειλεν ἅπαν τὸ μεγαλεῖον ὃ ἐποίησε μετ’ αὐτῶν ὁ θεός, καὶ εἶπεν εἶναι ὁ ‘Ραφαήλ, καὶ μὴ ἀφ’ ἑαυτοῦ παραγενέσθαι, ἀλλὰ σταλῆναι ὑπὸ θεοῦ. καὶ παρῄνεσεν αὐτοὺς εὐλογεῖν τὸν θεὸν καὶ ἐξομολογεῖσθαι ὅσα ἐποίσηε μετ’ αὐτῶν. “μυστήριον μὲν γὰρ βασιλέως ἔφη ‘‘κρύπτειν καλόν, τὰ δὲ ἔργα τοῦ θεοῦ ἀνακηρύττειν ἐνδόξως. οἱ δὲ ἀκούσαντες ταῦτα ἔπεσον ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ ἀναστάντες οὐκέτι αὐτὸν εἶδον, καὶ ἀνθωμολογοῦντο τό θεῶ ἀνθ’ ὧν ἐποίησε μετ’ αὐτῶν θαυμασίων. ’Ην δὲ Τωβίτ, ὅτε τὴν ὅρασιν αὐτοῦ ἀπώλεσεν, ἐτῶν πεντήκοντα καὶ ὀκτώ, καὶ μετὰ ἔτη ὀκτὼ ἀποκατέστη πάλιν εἰς τὸ ὁρᾶν· καὶ ἦν μᾶλλον ἔκτοτε φοβούμενος τὸν θεὸν καὶ τὸ ἀγαθὸν ἐργαζόμενος. γεγηρακὼς δὲ εἰς ἔσχατον λέγει τῷ υἱῷ αὐτοῦ “τέκνον, ἰδοὺ γεγήρακα καὶ πρὸς τῷ θανεῖν εἰμι, σὺ δὲ λάβε τοὺς υἱούς σου καὶ ἄπελθε εἰς Μηδίαν· πέπεισμαι γὰρ ὅτι ὅσα προεῖπεν Ἰωνᾶς περὶ Νινευί, ὡς καταστραφήσεται, γενήσονται, καὶ ὅτι ‘Ιεροσόλυμα ἔρημα ἔσται καὶ ὁ ναὸς κατακαυθήσεται, καὶ πάλιν ἐλεήσει τὴν πόλιν ὁ θεός, καὶ ἐπιστρέψει ὁ λαὸς καὶ οἰκοδομήσει αὐτήν. σὺ δὲ τήρησον τὸν νόμον καὶ γίνου ἐλεήμων καὶ δίκαιος.” καὶ τοιαῦτα ἐντειλάμενος τῷ υἱῷ αὐτοῦ ἐξέλιπεν, ἐτῶν γενόμενος ἑκατὸν πεντήκοντα καὶ ὀκτώ. καὶ ἔθαψεν αὐτὸν ἐντίμως Τωβίας καὶ τὴν μητέρα αὐτοῦ, καὶ ἀπῆλθε μετὰ τῆς γυναικὸς αὐτοῦ εἰς Ἐκβάτανα πρὸς Ῥαγουὴλ τὸν πενθερὸν αὐτοῦ· καὶ ἔθαψε κἀκεῖνον γηράσαντα, καὶ ἐκληρονόμησεν αὐτόν.ἀπέθανε δὲ καὶ τὼ βίας ἐτῶν ἑκατὸν εἴκοσι καὶ ἑπτὰ ἐν Ἐκβατάνοις τῆς Μηδίας, καὶ ἤκουσε πρὸ τοῦ θανεῖν τὴν ἀπώλειαν Νινευὶ αἰχμαλωτισθείσης ὑπὸ Ναβουχοδονόσορ καὶ ’Ασουήρου.Τὸ μὲν οὑν σύμπαν τῶν Ἑβραίων ἔθνος, ὡς ἤδη ἱστόρηται, δορυάλωτον παρὰ τῶν Ἀσσυρίων γενόμενον μετῳκίσθη, καὶ ἔρημος ἡ ‘Ιερουσαλὴμ καταλέλειπτο, οὐ πρότερόν τε τῆς αἰχμαλωσίας ἐλύθη πρὶν ἡ τῶν Ἀσσυρίων κατελύθη ἀρχὴ κατὰ τὴν προφητικὴν προαγόρευσιν ὑπὸ Μηδῶν τε καὶ Περσῶν, καὶ οἱ ἑβδομήκοντα παρῆλθον ἐνιαυτοί, οὓς ὁ προφήτης Ἱερεμίας προανεφώνησεν. οὐκ ἄκαιρον δ’ ἂν εἴη καὶ τῆς τῶν Ἀσσυρίων βασιλείας ἐπιτετμημένως διεξελθεῖν τὴν καθαίρεσιν, καὶ δεῖξαι τὴν προφητικὴν ἀληθεύουσαν πρόρρησιν, τὴν ὑπὸ Μηδῶν καὶ Περσῶν μέλλειν αὐτὴν καταλυθήσεσθαι προθεσπίσασαν· ἔχει δὲ οὕτως. Βασιλείαι καθ’ ἑαυτὰς ἦσαν ἡ τῶν Μηδῶν καὶ ἡ τῶν Περσῶν. καὶ τῆς μὲν ἦρχεν ὁ Ἀστυάγης, ὁ Καμβύσης δὲ τῆς Περσῶν. συνῴκει δ’ οὗτος τῇ Ἀστυάγους θυγατρὶ καλουμένῃ Μανδάνῃ, ἥτις παῖδα τῷ Καμβύσῃ τὸν Κῦρον ἐγείνατο· ὃς τοῖς τῶν Περσῶν νόμοις τραφεὶς ἀνδρειότατός τε καὶ σωφρονέστατος νουνεχής τε καὶ δικαιότατος γέγονε. τὰ δὲ νόμιμα τῶν Περσῶν τοιάδε ἦσαν, ὡς Ξενοφῶν συνεγράψατο. ἦν αὐτοῖς ἀγορὰ ἐλευθέρα κεκλημένη, καθ’ ἣν τά τε βασίλεια σφίσι καὶ τὰ ἄλλα ἀρχεῖα πεποίνητο, ὧν τὰ ὤνια καὶ οἶ ἀγοραῖοι καὶ ἡ τούτων τύρβη καὶ αἱ φωναὶ ἀπελήλαντο, ἔνα μὴ τῇ τῶν πεπαιδευμένων εὐκοσμίᾳ μιγνύηται. διῄρητο δὲ ἡ ἐλευθέρα ἀγορὰ εἰς τετρακτὺν ἀρχείων· τούτων τὸ ἓν παισίν, ἄλλο δ’ ἐφήβοις ἀφώριστο, τελείοις δ’ ἀνδράσι τὸ ἕτερον, τοῖς δ’ ὑπὲρ τὰ στρατεύσιμα γεγονόσιν ἔτη ἀπονενέμητο τὸ λοιπόν, καὶ εἰς τὰς ἑαυτῶν χώρας παρῆσαν ἕκαστοι. τοὺς δ’ ἐφήβους καὶ περὶ τὰ ἀρχεῖα καταδαρθάνειν σὺν τοῖς ὅπλοις τοῖς γυμνητικοῖς ἐνενόμιστο πλὴν τῶν γεγαμηκότων οὗτοι δὲ οὔτε ἐπεζητοῦντο, εἰ μὴ προείρητο, οὔτ’ ἀπεῖναι συχνάκις αὐτοῖς συγκεχώρητο. ἦσαν δ’ ἑκάστοις ἄρχοντες δώδεκα· εἰς γὰρ δώδεκα φυλὰς οἱ Πέρσαι διῄρηντο.