ταῦτα δὲ καὶ τῶν τὴν Ἰερουσαλὴμ οἰκούντων βεβουλευμένων ἐστάλκασι πρὸς τὴν ἐκεῖ γερουσίαν, ἄφεσιν ἐπὶ τούτοις αἰτούμενοι. κἂν οὕτω παρανομήσωσιν, οὐκ ἔσται σφίσιν ἄμυνα ἐκ θεοῦ, καὶ εἰς ὄλεθρον ἐκδοθήσονται. ἅπερ αὐτὴ ἐπιγνοῦσα ἀποδιδράσκω τῆς πόλεως, ἴν ἐκφύγω τὸν ὄλεθρον. καὶ νῦν μενῶ παρὰ σοί, δέσποτα, καὶ ἐξελεύσομαι κατὰ νύκτα εἰς τὴν φάραγγα, καὶ προσεύξομαι πρὸς τὸν θεόν, καὶ ἐρεῖ μοι πότε ἡμάρτοσαν, κἀγώ σοι ἀναγγελῶ, καὶ ἄξω σε διὰ τῆς Ἰουδαίας ἕως Ἰερουσαλήμ, καὶ θήσω τὸν θρόνον σου ἐν μέσῳ αὐτῆς.” καὶ ἤρεσαν Ὀλοφέρνῃ οἱ λόγοι αὐτῆς, καὶ ἐκέλευσεν εἰσαχθῆναι αὐτὴν εἰς τὴν σκηνὴν τοῦ ταμείου αὐτοῦ καὶ δοθῆναι αὐτῇ φαγεῖν. ἡ δέ “οὐ φάγομαι” ἔφη “ἐκ τῶν ἐδεσμάτων ὑμῶν, μή μοι γένηται σκάνδαλον, ἀλλ’ ἐξ ὣν ἐπιφέρομαι τραφήσομαι.” καὶ εἶπεν αὐτῇ Ὀλοφέρνης “εἰ δὲ ἐκλίποι ταῦτα, πόθεν σοι τοιαῦτα χορηγηθήσεται; ἡ δέ ζῇ ἡ ψυχή σου, κύριέ μου” ἀνταπεκρίνατο, “ὅτι οὐ πρότερον ἐκλείψει μοι τὰ ἐδώδιμα πρὶν ἂν ὁ θεὸς ἐν χειρί μου ποιήσῃ ἃ ἐβουλεύσατο.” μεσούσης δὲ νυκτὸς ᾐτήσατο ἐπὶ τὴν φάραγγα πρὸς προσευχὴν ἐξελθεῖν, καὶ Ὀλοφέρνης ἐπέτρεψε· καὶ ἐπὶ τρεῖς ἡμέρας οὕτως ἐποίει. καὶ τῇ τετάρτῃ ἡμέρᾳ πότον ἡτοίμασεν Ὀλοφέρνης, καὶ εἶπε τῷ εὐνούχῳ Βαγώᾳ, ὃς ἦν ἐφεστηκὼς ἐπὶ πάντων τῶν αὐτοῦ, “πεῖσον δὴ τὴν γυναῖκα τὴν Ἑβραίαν τοῦ ἐλθεῖν πρὸς ἡμᾶς· αἰσχρὸν γὰρ ἡμῖν, εἰ γυναῖκα τοιαύτην παρήσομεν μὴ αὐτῇ ὁμιλήσαντες.” καὶ ὁ Βαγώας εἶπε πρὸς Ἰουδήθ “ἐλθὲ πρὸς τὸν κύριόν μου δοξασθῆναι κατὰ πρόσωπον αὐτοῦ, καὶ πίεσαι μεθ᾿ ἡμῶν οἶνον, καὶ γενηθήσῃ ὡς μία τῶν παρεστηκυιῶν ἐν τῷ οἴκῳ Ναβουχοδονόσορ.” καὶ Ἰουδὴθ κοσμηθεῖσα ἀπῆλθε, καὶ εἰσελθοῦσα πρὸς Ὀλοφέρνην ἀνέπεσε, καὶ ἔφαγε καὶ ἔπιεν ἃ ἡτοίμασεν αὐτῇ ἡ παιδίσκη αὐτῆς. ἡ δὲ καρδία Ὀλοφέρνου ἐξέστη καὶ πρὸς ἔρωτα τῆς γυναικὸς ἐξεκέκαυτο. καὶ τοῦ πότου παραταθέντος ἔπιεν ἐκεῖνος οἶνον σφόδρα πολὺν καὶ ἐμεθύσθη.καὶ ὁ μὲν ἐπὶ τῆς κλίνης αὐτοῦ καρηβαρῶν ἐκ τῆς μέθης κατέκειτο, πάντες δὲ ᾤχοντο, καὶ Βαγώας συνέκλεισε τὴν σκηνήν, μόνην τὴν Ἰουδὴθ ἐντὸς καταλελοιπώς. ἡ δὲ τῇ θεραπαίνῃ αὐτῆς ἐνετείλατο τὴν ἔξοδον αὐτῆς ἐπιτηρεῖν· ἐξελεύσεσθαι γὰρ ἐπὶ τὴν προσευχήν. ὁ μὲν οὖν Ὀλοφέρνης τῇ μέθῃ καταβεβαπτισμένος κατέκειτο καὶ ὕπνον θανάτου ὕπνωττεν ἀδελφόν, ἡ δὲ τὸν θεὸν ἐπικαλεσαμένη καὶ τὸν ἀκινάκην αὐτοῦ σπασαμένη τὴν αὐτοῦ ἀπέτεμε κεφαλήν, καὶ ἐξελθοῦσα τῇ θεραπαίνῃ παρέσχεν αὐτήν, καὶ ἀπῄει ὡς δὴ προσευξομένη κατὰ τὸ σύνηθες. ἐγγίσασα δὲ τῇ πόλει αὐτῆς ἐβόησε τοῖς ἐπὶ τῶν πυλῶν ἀνοῖξαι αὐτῇ. καὶ εἰσελθοῦσα διηγήσατο ὅσα ἐθαυμάστωσεν δι᾿ αὐτὴν ὁ θεός, καὶ τὴν κεφαλὴν Ὀλοφέρνου προήγαγε, καὶ συνεβούλευσεν ἀπαιωρῆσαι ταύτην ἐκ τῶν ἐπάλξεων, αὐτοὺς δὲ τὰς πανοπλίας ἐνδυσαμένους ἅμα πρωὶ ἐξελθεῖν· “ἰδόντες γάρ” φησίν “ὑμᾶς οἱ Ἀσσύριοι δραμοῦνται ἐπὶ τὴν τοῦ σφῶν ἀρχιστρατήγου σκηνήν , καὶ εὑρόντες αὐτὸν ἀνῃρημένον ἐκστήσονται, καὶ φόβος ἐπιπεσεῖται αὐτοῖς, καὶ τραπήσονται εἶς φυγήν, καὶ ὑμεῖς ἕψεσθε ὀπίσω αὐτῶν καὶ συγκόψετε αὐτούς, καὶ πληρωθήσεται τὰ πεδία νεκρῶν.’ ταῦτα τοῖς πολίταις αὐτῆς συμβουλεύσασα “καλέσατέ μοι” ἔφη “τὸν Ἀχιώρ·” καὶ ἐλθόντι τὴν κεφαλὴν τοῦ Ὀλοφέρνου ὑπέδειξε. καὶ ἐξέστη ὁ ἄνθρωπος, καί ἀνάγγειλόν μοι” ἔφη ‘ὅσα ἐποίησας.’ κἀκείνη πάντων ἐνώπιον διηγήσατο ἃ ὁ θεὸς πεποίηκε δι’ αὐτῆς, καὶ ὡς ἀμίαντον τὴν αὐτῆς σωφροσύνην καὶ χηρείαν ἐτήρησε. καὶ ὁ Ἀχιὼρ ἐπίστευσε τῷ θεῷ καὶ περιετμήθη. οἱ δὲ τῆς πόλεως ἄρχοντες καὶ τὸ πλῆθος αὐτῆς καὶ τὴν κεφαλὴν Ὀλοφέρνου τοῦ τείχους ἀπῃωρήκασι καὶ τἄλλα κατὰ τὴν συμβουλὴν Ἰουδὴθ πεποιήκασι. καὶ τοὺς Ἀσσυρίους ὡς χόρτον συνέκοψαν, καὶ τὴν παρεμβολὴν αὐτῶν διαρπάσαντες λαφύρων πολλῶν ἐνεπλήσθησαν. τῇ δὲ Ἰουδὴθ ἡ σκηνὴ Ὀλοφέρνου ἐξῄρητο καὶ πάντα τὰ ἐν αὐτῇ, ἃ καὶ ἀνάθημα τῷ θεῷ ἐν Ἰερουσαλὴμ ἀπελθοῦσα ἀνέθετο.καὶ ᾖσεν ᾠδὴν αὐτῷ ἐστεφανωμένη ἐλαίας θαλλῷ, καὶ πᾶς Ἰσραήλ, καὶ ὑπέστρεψεν εἰς τόν οἶκον αὐτῆς, καὶ κατεγήρασεν ἐν σωφροσύνῃ, καὶ τέθνηκε ζήσασα ἔτη πέντε καὶ ἑκατόν.Τὰ μὲν οὑν κατὰ τὴν Ἰουδὴθ ἐν τούτοις · ἐξῆς δ’ ἱστορητέον ἐπιτετμημένως καὶ τὰ κατὰ τὸν Τωβίτ. Τωβὶτ τοίνυν ἐκ τῆς φυλῆς μὲν κατήγετο Νεφθαλείμ, ᾐχμαλώτιστο δὲ ἐν ἡμέραις Ἐνεμεσὰρ βασιλέως τῶν Ἀσσυρίων. ἦν δὲ τὰ πρὸς θεὸν εὐσεβὴς καὶ τὰ πρὸς ἀνθρώπους δίκαιος, καὶ τῶν συμφυλετῶν αὐτοῦ θυόντων τῇ Βάαλ αὐτὸς ἔθυε τῷ θεῷ πορευ0́μένος εἰς Ἰερουσαλήμ, καὶ κατὰ τὰς τοῦ νόμου διαταγὰς τὴν ζωὴν ἐρρύθμιζεν ἑαυτοῦ, καὶ αἰχμαλωτισθεὶς οὐκ ἐχράνθη βρώμασιν ἐθνικοῖς. γέγονε δε τῷ ’Ενεμεσὰρ ἔντιμος, καὶ ἐκτήσατο περιουσίαν πολλή, καὶ ταύτης μετεδίδου τῶν οἰκείων τοῦ γένους τοῖς χρῄζουσι. πορευόμενος δὲ εἰς Μηδίαν παρέθετο ἐνὶ τῶν ἐκεῖ κατοικούντων ὁμοεθνῶν τῷ Γαμαὴλ ἀργυρίου δέκα τάλαντα. καὶ λαβὼν γυναῖκα τῶν ὁμοφύλων Ἄνναν, υἱὸν ἐξ αὐτῆς Τωβίαν ἐγείνατο. ’Eνεμεσὰρ δὲ θανόντος, καὶ τοῦ υἱοῦ αὐτοῦ Σεναχηρεὶμ τὴν ἀρχὴν διαδεξαμένου τῶν Ἀσσυρίων, καὶ κατὰ τῆς Ἰουδαίας στρατεύσαντος καὶ αἰσχρῶς φυγόντος ἐκεῖθεν ἐπανελθόντος τε εἰς τὰ οἰκεῖα, καὶ θυμῷ διὰ τὴν ἧτταν ἀποκτιννύντος πλείστους τῶν Ἰσραηλιτῶν, ἔθαπτεν αὐτοὺς νυκτὸς ὁ Τωβίτ. γνωσθεὶς δὲ τοῦτο ποιῶν καὶ ζητούμενος ἔφυγε, καὶ τὰ τῆς οἰκίας αὐτοῦ διήρπαστο ξύμπαντα. οὔπω δὲ πεντήκοντα παρελθουσῶν ἡμερῶν ὁ μὲν Σεναχηρεὶμ παρὰ τῶν υἱέων ἀνῄρητο, καὶ οἱ μὲν πατροκτόνοι δείσαντες ἔφυγον, ἕτερος δὲ παῖς ἐκείνου ὁ Ναχορδὰν τὴν βασιλείαν τὴν πατρικὴν διεδέξατο. ὃς συγγενῆ τοῦ Τωβὶτ κατέστησε τῶν αὐτοῦ πραγμάτων διοικητήν, Ἀχιάχαρ καλοῦ μένον. κἀκεῖνος ἐδεήθη τοῦ βασιλέως περὶ Τωβίτ, καὶ ἐπανῆλθεν εἰς Νινευί. ἐνστάσης δὲ πεντηκοστῆς, ἣν καθ’ ἑπτὰ ἑβδομάδας ἑώρταζον Ἰουδαῖοι, ἄριστον ἡτοίμαστο τῷ Τωβὶτ δαψιλές .