καὶ ἡ μὲν εἰς τὰ ἑαυτῆς ὑπενόστησεν·ὁ δὲ βασιλεὺς πάντων τῶν πρὸ αὐτοῦ γενόμενος ἐνδοξότατος καὶ φρονήσει καὶ πλούτῳ διενεγκὼν οὐκ ἐνέμεινε τοῖς θείοις θεσμοῖς, ἀκρασίαν δὲ νοσήσας περὶ τὰ ἀφροδίσια καὶ περὶ γυναῖκας ἐκμανεὶς οὐ ταῖς ὁμογενέσιν ἠρκεῖτο, ἀλλὰ καὶ ἀλλοφύλους ἔγημε πλείστας, καὶ χαριζόμενος ἐκείναις διὰ τὸν ἔρωτα ἐθρήσκευε καὶ τοὺς ἐκείνων θεούς. ἔγημε γὰρ θυγατέρας ἀρχόντων διασήμων ἑπτακοσίας καὶ παλλακὰς τριακοσίας καὶ τὴν θυγατέρα τοῦ βασιλέως τῶν Αἰγυπτίων. εἶπεν οὖν ὁ κύριος πρὸς τὸν Σολομῶντα “ὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετειλάμην σοι, διαρρήξω τὴν βασιλείαν σου καὶ δώσω αὐτὴν τό δούλῳ σου. οὐ σὲ δὲ ζῶντα τὴν ἀρχὴν ἀφαιρήσομαι διὰ τὸν πατέρα σου, θανόντος δέ σου ταῦτα ἐπὶ τῷ υἱῷ σου ποιήσω. καὶ οὐδὲ πάσαν ἐξ αὐτοῦ τὴν βασιλείαν ἀφελοῦμαι, δύο δὲ φυλὰς αὐτῶ καταλελοιπὼς καὶ τὴν Ἰερουσαλὴμ διὰ τὸν πάππον Δαβίδ, τὰς δέκα τό δούλω δώσω αὐτοῦ.” Οὐ συχνὸς καιρὸς διελήλυθε καὶ Ἄδερ εἰς πόλεμον κατέστη τῷ Ἰσραήλ. ἦν δὲ ὁ Ἄδερ Ἰδουμαῖος ἐκ βασιλείου σπορὰς, ὃς του Ἰωὰβ καταστρεψαμένου τὴν Ἰδουμαίαν κατὰ τοὺς χρόνους Δαβὶδ παιδάριον ὢν ἀπέδρα εἰς Αἴγυπτον, καὶ φιλοφρόνως δεχθεὶς παρὰ Φαραὼ ἠγαπήθη καὶ τὴν ἀδελφὴν ἔγημε τῆς γυναικὸς Φαραώ. οὕτος οὑν ἀνδρωθεὶς καὶ θανόντας μαθὼν τὸν Δαβὶδ καὶ τὸν Ἰωάβ, ἐπανελθεῖν ἐξήτει πρὸς τὴν πατρῴαν ἀρχήν· ἀλλ’ οὐ παρεχωρεῖτο πρὸς Φαραώ. ἤδη δὲ τῷ Σολομῶντι τῶν πραγμάτων κακῶς ἐχόντων παρεχωρήθη καὶ Ἄδερ καὶ εἰς τὴν Ἰδουμαίαν ἐπανελήλυθε. ταύτης δ᾿ ἀσφαλῶς φρουρουμένης εἰς τὴν Συρίαν ἀφίκετο, καὶ σύστημά τι σχὼν περὶ αὐτὸν λῃστρικὸν ταύτην τε κατέσχε καὶ τὴν τῶν Ἑβραίων ἐληίζετο χώραν. Ιεροβοὰμ δὲ υἱὸς Ναβὰτ παιδάριον ὢν ὑπηρέτει τῷ βασιλεῖ. ἰδὼν δὲ Σολομὼν αὐτὸν γενναῖον τὸ φρόνημα, ὅτε τῇ Ἱερουσαλὴμ περίβολον ἐπέστησεν αὐτὸν τῆς οἰκοδομῆς ἐπιμελητήν.ἀπερχομένῳ δέ που τῷ Ἱεροβοὰμ συνήντησε προφήτης ὁ Σηλωνίτης Ἀχιά, καὶ ἐκκλίνας αὐτὸν τῆς ὁδοῦ διέρρηξε τὸ οἰκεῖον ἱμάτιον εἰς δώδεκα ῥήγματα καὶ δέδωκεν ἐκείνῳ τὰ δέκα, εἰπὼν ὡς “οὕτως διαρρήξει τὴν βασιλείαν Σολομῶντος ὁ κύριος, καὶ τῷ μὲν ἐκείνου υἱῶ δύο καταλείψει φυλὰς διὰ τὸν πάππον, σοὶ δὲ τὰς δέκα δώσει καὶ βασιλεύσει σε ἐν αὐταῖς. σὺ δὲ ἀλλὰ τῶν νόμων ἀντέχου κυρίου καὶ γίνου δίκαιος.” τούτοις μέγα φρονήσας Ἱεροβοὰμ νεωτερίζειν ἐπεχείρει. καὶ γνοὺς τὸ πρᾶγμα ὁ βασιλεὺς ἀνελεῖν ἐζήτει αὐτόν. ὁ δὲ φεύγει εἰς Αἴγυπτον κἀκεῖ διῆγεν ἕως Σολομὼν ἐτελεύτησε. τέθνηκε δὲ ὁ βασιλεὺς Σολομών, ὡς μὲν ἡ βίβλος τῶν ἱστορεῖ, ζήσας ἐνιαυτοὺς πεντήκοντα πρὸς δυσί, δωδεκαέτης γὰρ τῆς βασιλείας ἐπιβῆναι ἱστόρηται, βασιλεῦσαι δὲ ἔτη τεσσαράκοντα, ὡς δ᾿ ὁ Ἰώσηπος συνεγράψατο, τέσσαρας μὲν ἐνιαυτοὺς ἐβίω καὶ ἐνενήκοντα, ὀγδοήκοντα δὲ βεβασίλευκεν, εὐτυχῶς μὲν ζήσας καὶ εὐκλεῶς, παρανομήσας μέντοι περὶ τὸ γῆρας, ὑπ’ ἐρώτων οὐκ εὐαγῶν ἀλλογενέσι πεισθεὶς γυναιξὶ καὶ τοῖς ἐκείνων ἀκολουθήσας θρησκεύμασι.Διάδοχον δ’ ἔσχε τῆς βασιλείας τὸν υἱὸν Ῥοβοάμ. καὶ ὁ λαὸς συνήχθη πᾶς πρὸς αὐτόν, καὶ ἱκέτευον ἐλαφρῦναι αὐτοῖς τὸν τῆς δουλείας ζυγόν, ὃς παρὰ τοῦ Σολομῶντος αὐτοῖς ἐπενήνεκτο, καὶ τοῦ πατρὸς φανῆναι χρηστότερον. ὁ δὲ σκέψασθαι εἶπε καὶ μετὰ τρεῖς ἡμέρας εἰπεῖν. καλέσας οὑν τοὺς γηραιοτέρους τῶν πατρῴων θεραπόντων (??) τί ἂν ἀποκριθείη τῷ λαῷ ἐπυνθάνετο· κἀκεῖνοι διαλεχθῆναι αὐτοῖς συνεβούλευον ἠπιώτερον μηδ’ ὑπερηφάνως καὶ ὀγκηρῶς. μετὰ δὲ τὴν γερουσίαν τοῖς μειρακίσκοις, οἵπερ αὐτῷ συνετρέφοντο, τοῦ σκέμματος κεκοινώνηκε, καὶ τὴν τῶν πρεσβυτέρων εἰπὼν συμβουλήν. οἱ δὲ τραχύτερον αὐτῷ προσομιλῆσαι τῷ λαῷ συνεβούλευσαν καὶ τοὺς λόγους ἀναλόγους τῷ τῆς ἀρχῆς ὄγκῳ ποιήσασθαι καὶ τῷ βασιλικῷ ἀξιώματι. καὶ ὃς τούτοις προσέθετο, καὶ ἐπεὶ τό πλῆθος αὖθις συνεληλύθει “εἰ τὸν ζυγὸν ὑμῖν ἐσκλήρυνεν ὁ πατήρ μου” ἔφη, τοῦτον αὐτὸς ἐπάξω βαρύτερον· καὶ εἰ μάστιξιν ἐκεῖνος ἐκέχρητο καθ’ ὑμῶν, σκορπίοις ὑμᾶς κολάσω αὐτός· καί μου τῆς σμικρότητος παχυτέρας τῆς ὀσφύος τοῦ πατρὸς πειραθήσεσθε. τούτων τὸ πλῆθος ἀκοῦσαν τίς ἡμῖν μερὶς ἐν Δαβίδ;” ἐξεβόησαν, καὶ ἀποδυσπετήσαντες ἀπῄεσαν. πέμψαντος δὲ Ῥοβοὰμ τῶν οἰκείων ἕνα διαλεχθῆναι αὐτοῖς καὶ πραύναι, ἔκτειναν ὑπ’ ὀρκῆς τὸν ἄνδρα λιθολευστήσαντες. Ῥοβοὰμ δὲ δείσας εἰς Ἱεροσόλυμα πέφευγε, παραμεινάσης αὐτῷ τῆς Ἰούδα φυλῆς καὶ σὺν αὐτῇ τῆς Βενιαμίτιδος. αἶ δέ γε λοιπαί, ἤδη τοῦ Ἱεροβοὰμ ἐπανελθόντος ἐκ τῆς Αἰγύπτου μετὰ τελευτὴν Σολομῶντος, καλέσασαι αὐτὸν εἵλοντο βασιλέα. Ῥοβοὰμ δὲ ἡτοιμάζετο περὶ τῆς βασιλείας μαχέσασθαι τοῖς Ἰσραηλίταις καὶ τῷ Ἱεροβοάμ, ἐκωλύθη δὲ παρὰ τοῦ θεοῦ διὰ τοῦ προφήτου Σαμαία. Καὶ Ἱεροβοὰμ δείσας μὴ τὸ πλῆθος εἰς Ἱεροσόλυμα ἀπιὸν καὶ τοῖς ἐκεῖ συναναμιγνύμενον ἐπιστραφῇ πρὸς τὸν πρότερον αὐτοῦ βασιλέα καὶ καταλείψει αὐτόν, δύο δαμάλεις εἰργάσατο ἐκ χρυσοῦ, καὶ ἔθετο τὴν μὲν ἐν Βαιθήλ, τὴν δ’ ἑτέραν ἐν Δάν.